Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως·

πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες,
καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων
τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι· τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης, φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δ’ ἐδίωκε· λαβεῖν δ’ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον, ἄλλοτ’ ἀν’ ᾽ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.

οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως ʽ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός· ἐμβάλλουσι δ’ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ ʽ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ· καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρὸν ἀλλ’ οὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων

ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον, πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δ’ Ἀνθεστηριῶνας. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.᾽

καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες· ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμᾶν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδ’ Ἰχθύων ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι. δι’ ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους ·

μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.
καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν β’ Δηλιάδος ᾽ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δ’ ἐστὶν ἡ ἐνυπνιόμαντις· βρίζειν δ’ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν
ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν
ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.

Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς

ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων ὁ Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης, ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα·
ἐγὼ Φιλαινὶς ἡ ᾽ πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μὴ μ᾽, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην· οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν ἅσσ’ ἔγραψ᾽; ἐγὼ γὰρ οὐκ οἶδα.
ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι· ᾽καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας καὶ πάλιν ᾽ἐκμανθάνειν τ’ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν κἀν τῷ ἑβδόμῳ δέ φησι· [ καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.᾽

ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον, τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν ὁ καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι ἢ κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφ’ οὗ τοῦ τάφου· ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε·
εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας· κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπν’ ἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε ὁ σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποτ’ αὐτῆς λήσομαι· ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα χρυσόν.
καὶ ἐπὶ τῶν Φαιάκων δὲ ὁ ποιητὴς ἔφη ·
αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί.
καὶ ἄλλος δὲ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε·
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών,
καὶ Ἄμφις δ’ ὁ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί.᾽
ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει·
πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· ὁ θάνατος δ’ ἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.
καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει·
πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.

Ἄλεξις δ’ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι· πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ’ οὐδ᾽ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα· οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλ’ οὐδ’ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι ὁ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα·

τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, ᾽ Ὠἰδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν, πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ· χρόνῳ ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα· σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.

κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως·

εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ’ ἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη·
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.

Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε·

ἢ κρῆ χελώνης χρὴ φαγεῖν ἢ μὴ φαγεῖν.
ἄλλοι δ’ οὕτως λέγουσιν
ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.

πόθεν δὲ ὑμῖν, ὦ σοφώτατοι, ἐπῆλθε καὶ ὁ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων ὁ κωμῳδιοποιὸς οὕτως·

ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον, ᾽ πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί; ᾽ ὁ δ’ εἶπεν αὐτῷ ᾽ Ζηνοποσειδῶνος, ξένε.᾽ ὁ Δωρίων δὲ ʽ πῶς ἂν οὖν ἐνταῦθ’ ἔφη, · δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; ᾽
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν· Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα,
ὥσπερ ἂν εἴ τις,
ἔφη,
ἑφθὸν τρίβωνα ἐσθίοι.
ἐπαινοῦντος δ’ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια
καὶ μάλα,
ἔφη·
δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ
ἐσθίω.
εἰπόντος δὲ πῶς;
ἡδέως
ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη·
ἐὰν βούλῃ, ὁ αὐτὸς τεχνίτης ποιήσει σοί ἕτερον.
σοί γε,
ἔφη,
ἐμοὶ δὲ τοῦτο δός,
οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής· λόγος γὰρ παλαιὸς ὡς ὅτι
ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλ’ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.᾽

Ἡγήσανδρος δ’ ἐν τοῖς ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ· ᾽ Δωρίων ὁ ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν, τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος

ἰχθύων σε,
φησίν,
ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.
᾽ ὁ αὐτὸς Αωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων φησί· ᾽ Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς
οὐθέν,
ἔφη,
πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.
᾽ ὅτι δ’ ἦν ὁ Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος ὁ κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι·
οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.

οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ ʽ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε· τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητὸν ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτὸν ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ·

ὁ Ζεὺς μ’ ἐκάλεσε, Πέλοπὶ γ’ ἔρανον ἱστιῶν. β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽ τάν, ὁ γέρανος. α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.

Ἄλεξις δ’ ἐν Δημητρίῳ Φάυλλόν τινα κωμῳδεῖ ὡς φίλιχθυν ἐν τούτοις·

πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν. νυνὶ δὲ πρὸς τοῖς πνεύμασι τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος. ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθὲν ὥστε γίγνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.
Ἀντιφάνης δ’ ἐν Ἁλιευομένῃ φιληδοῦντάς τινας καταλέγων ἰχθύσιν φησί·
τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσὶ σου, Δωριάς, ἀλούτους σηπίας· εἰληφέναι. τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόθες· παχύς γε νὴ Δί᾽. ὦ Ζεῦ, τίς ποτε, ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιά, τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει, ἀνδρῶν δ’ ἄριστον Κωβιὸν πηδῶντ’ ἔτι πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους.

πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς ὡραίους. φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· ᾽ Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὐτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλ’ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν, καὶ Τιμοκλῆς δ’ ἐν Σαπφοῖ φησιν

ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
Ἄλεξις δ’ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ·
ὦ μῆτερ, ἱκετεύω σε, μὴ ᾽ πίσειέ μοι τὸν Μισγόλαν οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.

πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησὶν ᾽ Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.᾽ καὶ πάλιν

ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ’ ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτὴν ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί.
πρὸ τούτων δ’ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.

περὶ δὲ Καλλιμέδοντος τοῦ Καράβου ὅτι καὶ φίλιχθυς ἦν καὶ διάστροφος τοὺς ὀφθαλμούς, Τιμοκλῆς ἐν Πολυπράγμονι·

εἶθ’ ὁ Καλλιμέδων ἄφνω ὁ Κάραβος προσῆλθεν. ἐμβλέπων δέ μοι, ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα ἐλάλει. συνιεὶς δ’ οὐδὲν εἰκότως ἐγὼ ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ’ ἄρα βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
Ἄλεξις δ’ ἐν Κρατείᾳ ὁ ἢ Φαρμακοπώλῃ·
τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. β. ἦσαν κόραι θυγατέρες αὐτῷ; α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.
ὁμοίως αὐτὸν σκώπτει κἀν τοῖς ἐπιγραφομένοις Συντρέχουσιν. εἰς δὲ ὀψοφαγίαν ἐν μὲν Φαίδωνι ἢ Φαιδρίᾳ οὕτως
ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ᾽ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δὶς τῆς ἡμέρας. β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.
τὰ αὐτὰ ἰαμβεῖα φέρεται κἀν τῇ ἐπιγραφομένῃ Εἰς τὸ φρέαρ. ἐν δὲ Μανδραγοριζομένῃ·
εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.
ἐν δὲ Κρατείᾳ·
καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος.
Ἀντιφάνης δ᾽· ἐν Γοργύθῳ ι
ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην ἢ Καλλιμέδων γλαύκου προοῖτ᾽.ἂν κρανίον.
Εὔβουλος δ’ ἐν Ἀνασῳζομένοις·
ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι --- μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων ἅθρους τεμαχίτας, ὥστ’ ἐνεῖναι μηδὲ ἕν.
Θεόφιλος δ’ ἐν Ἰατρῷ ἅμα σκώπτων αὐτοῦ καὶ τὸ ἐν λόγοις ψυχρὸν
πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων ἔχει ---ἐγχέλειον, παρατέθεικε τῷ πατρί. ‘τευθὶς ἦν χρηστή, πατρίδιον·’ ‘πῶς ἔχεις πρὸς κάραβον;’ ‘ψυχρός ἐστιν, ἄπαγε,’ φησί· ‘ῥητόρων οὐ γεύομαι.’
Φιλήμονος δ’ ἐν Μετιόντι εἰπόντος·
Ἀγύρριος δὲ παρατεθέντος καράβου ὡς εἶδεν αὐτὸν
χαῖρε πάππα φίλτατε
εἴπας — τί ἐποίει; τὸν πατέρα κατήσθιεν.
Ἡρόδικος δ’ ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύρριον.

γεγόνασι δὲ καὶ οἵδε ὀψοφάγοι. Ἀνταγόρας μὲν ὁ ποιητὴς οὐκ εἴα τὸν παῖδα ἀλεῖψαι τὸν ἰχθύν, ἀλλὰ λοῦσαι, ὥς φησιν Ἡγήσανδρος· ‘ἐν δὲ στρατοπέδῳ ἕψοντι, φησίν,’ ‘αὐτῷ γόγγρων λοπάδα καὶ περιεζωσμένῳ Ἀντίγονος ὁ βασιλεὺς παραστὰς

ἆρά γε,
εἶπεν,
ὦ Ἀνταγόρα, τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράψαι γόγγρους ἕψοντα;
κἀκεῖνον οὐ φαύλως εἰπεῖν·
σὺ δὲ οἴει,
φησί,
τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα τίς ἐν τῷ στρατοπέδῳ γόγγρους ἕψει;
ὄρνιν δὲ ἕψων ποτὲ ὁ Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, εὐλαβούμενος μή ποτε οἱ παῖδες τὸν
ζωμὸν ἐκροφήσωσι. Φιλοκύδους δ’ εἰπόντος ὅτι ἡ μήτηρ τηρήσει,
ἐγὼ οὖν,
εἶπε,
τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω;
᾽ καὶ Ἀνδροκύδης δ’ ὁ Κυζικηνὸς ζωγράφος φίλιχθυς ὤν, ὡς ἱστορεῖ Πολέμων, ἐπὶ τοσοῦτον ἦλθεν ἡδυπαθείας ὡς καὶ τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς κατὰ σπουδὴν γράψαι.

περὶ δὲ Φιλοξένου τοῦ Κυθηρίου διθυραμβοποιοῦ Μάχων ὁ κωμῳδιοποιὸς τάδε γράφει·

ὑπερβολῇ λέγουσι τὸν Φιλόξενον τῶν διθυράμβων τὸν ποιητὴν γεγονέναι ὀψοφάγον. εἶτα πουλύποδα πηχῶν δυεῖν ἐν ταῖς Συρακούσαις ποτ’ αὐτὸν ἀγοράσαι καὶ σκευάσαντα καταφαγεῖν ὅλον σχεδὸν πλὴν τῆς κεφαλῆς. ἁλόντα δ’ ὑπὸ δυσπεψίας κακῶς σφόδρα σχεῖν, εἶτα δ’ ἰατροῦ τινος πρὸς αὐτὸν εἰσελθόντος, ὃς φαύλως πάνυ ὁρῶν φερόμενον αὐτὸν εἶπεν
εἲ τί σοι ἀνοικονόμητόν ἐστι διατίθου ταχύ, Φιλόξεν· ἀποθανῇ γὰρ ὥρας ἑβδόμης,
κἀκεῖνος εἶπε· ᾽ τέλος ἔχει τὰ πάντα μοι, ἰατρέ φησί, ᾽ καὶ δεδιῴκηται πάλαι· τοὺς διθυράμβους σὺν θεοῖς καταλιμπάνω ἠνδρωμένους καὶ πάντας ἐστεφανωμένους· οὓς ἀνατίθημι ταῖς ἐμαυτοῦ συντρόφοις Μούσαις --- Ἀφροδίτην καὶ Διόνυσον ἐπιτρόπους. ταῦθ’ αἱ διαθῆκαι διασαφοῦσιν. ἀλλ’ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾷ οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδὲ ἀναβοᾷ,
καλεῖ δέ μοῖρα νύχιος, ἧς κλύειν χρεών, ἵν’ ἔχων ἀποτρέχω πάντα τἀμαυτοῦ κάτω, τοῦ πουλύποδὸς μοι τὸ κατάλοιπον ἀπόδοτε.᾽
κἀν ἄλλῳ δὲ μέρει φησί·
φιλόξενός ποθ᾽, ὡς λέγουσ᾽, ὁ Κυθήριος ηὔξατο τριῶν σχεῖν τὸν λάρυγγα πήχεων, ᾽ ὅπως καταπίνω φησίν, ὅτι πλεῖστον χρόνον καὶ πάνθ’ ἅμα μοι τὰ βρώμαθ’ ἡδονὴν ποῇ.᾽
καὶ Διογένης δὲ ὁ κύων ὠμὸν πολύποδα καταφαγὼν ἐποιδουμένης αὐτῷ τῆς γαστρὸς ἀπέθανε, περὶ δὲ τοῦ Φιλοξένου καὶ ὁ παρῳδὸς Σώπατρος λέγων φησί·
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

καὶ Ὑπερείδης δὲ ὁ ῥήτωρ ὀψοφάγος ἦν, ὥς φησι Τιμοκλῆς ὁ κωμικὸς ἐν Δήλῳ διηγούμενος τοὺς παρὰ Ἁρπάλου δωροδοκήσαντας. γράφει δὲ οὕτως ·

α. Δημοσθένης τάλαντα πεντήκοντ’ ἔχει, β. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. α. καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ. β. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ’ ὁ λαμβάνων, α. εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης. β. πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω. α. ὅ τ’ ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει. β. τοὺς ἰχθυοπώλας οὗτος ἡμῶν πλουτιεῖ· ᾽ ὀψοφάγος γάρ, ὥστε τοὺς λάρους εἶναι Σύρους.
καὶ ἐν Ἰκαρίοις δὲ ὁ αὐτὸς ποιητής φησι·
τόν τ’ ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς, ὃς ἠπίαις φωναῖσιν, ἔμφρονος λόγου κόμποις παφλάζων, ὑπτίοις πυκνώμασι πρὸς πᾶν ἀπαντῶν κλῇθρ’ ὅταν λύσας ἔχῃ, μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.
Φιλέταιρος δ’ ἐν Ἀσκληπιῷ πρὸς τῷ ὀψοφαγεῖν καὶ κυβεύειν αὐτόν φησι, καθάπερ καὶ Καλλίαν τὸν ῥήτορα Ἀξιόνικος ἐν Φιλευριπίδῃ·
ἄλλον δ’ ἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας Γλαῦκός τις ἐν πόντῳ γ’ ἁλούς, ὁ σῖτον ὀψοφάγων, καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ’ ὤμων. τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας ἢ τῆς ἀγρίας ἅλμης πάσμασι σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις, ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δ’ ὄνειδος ᾽ἴδιον, ὦ Καλλία. ἦ σὺ μὲν ἀμφί τε σῦκα καὶ ἀμφὶ ταρίχι’ ἀγάλλῃ, τοῦ δ’ ἐν ἅλμῃ παρατεθέντος οὐ γεύῃ χαρίεντος ὄψου,
τὰ μὲν σῦκα, ὡς ἂν συκοφάντην λοιδορῶν, τὰ δὲ ταρίχη, μήποτε καὶ ὡς αἰσχροποιοῦντος. καὶ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ περὶ τῶν Ἰσοκράτους μαθητῶν ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι ἀεὶ τοὺς περιπάτους ἐν τοῖς ἰχθύσι.

Τίμαιος δ’ ὁ Ταυρομενίτης καὶ Ἀριστοτέλη τὸν φιλόσοφον ὀψοφάγον φησὶ γεγονέναι. καὶ Μάτων δ’ ὁ σοφιστὴς ὀψοφάγος ἦν· δηλοῖ δὲ τοῦτο Ἀντιφάνης ἐν Κιθαρῳδῷ, οὗ ἡ ἀρχὴ ᾽ οὐ ψεῦδος οὐδέν φησιν

ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος μάτων προσελθών.
Ἀναξίλας δ’ ἐν Μονοτρόπῳ·
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων ἐγὼ δ’ ἀπόλλυμαι.
ὑπερβολὴ γαστριμαργίας τὸ καὶ ἁρπάζειν ἐσθίοντα καὶ ταῦτα κρανίον κεστρέως, εἰ μὴ ἄρα οἱ περὶ ταῦτα δεινοὶ ἴσασιν ἐνόν τι χρήσιμον ἐν κεστρέως κρανίῳ, ὅπερ ἐστὶ τῆς Ἀρχεστράτου λιχνείας ἐμφανίσαι ἡμῖν.

Ἀντιφάνης δ’ ἐν Πλουσίοις κατάλογον ποιεῖται ὀψοφάγων ἐν τούτοις·

εὔθυνος δ’ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετ’ ὄψων πραγμάτιον οὐκ οἶδὲ ὅ τι· Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος, ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες
οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον τοιάδε, · ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν ἐνθάδ’ εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιάρχων; ἔστι δὴ νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων, νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ δὴ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν. γάμοι δ’ ἐκείνοις καὶ πότοι νεανικοὶ ἦσαν ---
εὔφρων δὲ ἐν Μούσαις·
Φοινικίδης δ’ ὡς εἶδεν ἐν πλήθει νέων μεστὴν ζέουσαν λοπάδα Νηρείων τέκνων, ἐπίσχετ’ ὀργῇ χεῖρας ἠρεθισμένας· · τίς φησιν εἶναι δεινὸς ἐκ κοινοῦ φαγεῖν; τίς ἐκ μέσου τὰ θερμὰ δεινὸς ἁρπάσαι; ποῦ Κόρυδος ἢ Φυρόμαχος ἢ Νείλου βία; ἴτω πρὸς ἡμᾶς, καὶ τάχ’ ἂν οὐδὲν μεταλάβοι.