Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

τὴν κατὰ τὴν Λυσιτανίαν ʽχώρα δ’ ἐστὶν αῦτη τῆς Ἰβηρίας, ἢν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι διηγούμενος εὐδαιμονίαν Πολύβιος ὁ Μεγαλοπολίτης, ἀνδρῶν ἄριστε Τιμόκρατες, ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται:

ῥόδα μὲν γὰρ αὐτόθι καὶ λευκόια καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις οὐ πλεῖον διαλείπει μηνῶν τριῶν, τὸ δὲ θαλάττιον ὄψον καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν χρηστότητα καὶ κατὰ τὸ κάλλος μεγάλην ἔχει διαφορὰν πρὸς τὸ γινόμενον ἐν τῇ καθ’ ἡμᾶς θαλάττῃ. καὶ ὁ μὲν τῶν κριθῶν Σικελικὸς μέδιμνός ἐστι δραχμῆς, ὁ δὲ τῶν πυρῶν ἐννέα ὀβολῶν Ἀλεξανδρεινῶν τοῦ δ’ οἴνου δραχμῆς ὁ μετρητὴς καὶ ἔριφος ὁ μέτριος ὀβολοῦ καὶ λαγώς. τῶν δ’ ἀρνῶν τριώβολον καὶ
τετρώβολον ἡ τιμή, ὗς δὲ πίων ἑκατὸν μνᾶς ἄγων πέντε δραχμῶν καὶ πρόβατον δυεῖν, τάλαντον δὲ σύκων τριῶν ὀβολῶν, μόσχος δραχμῶν πέντε καὶ βοῦς ζύγιμος δέκα. τὰ δὲ τῶν ἀγρίων ζῴων κρέα σχεδὸν οὐδὲ κατηξιοῦτο τιμῆς, ἀλλ’ ἐν ἐπιδόσει καὶ χάριτι τὴν ἀλλαγὴν ποιοῦνται τούτων.
ἡμῖν δὲ ὁ καλὸς Λαρήνσιος τὴν Ῥώμην Λυσιτανίαν ἑκάστοτε παρέχων ἐμπίπλησι παντοίων ἀγαθῶν ὁσημέραι, μετὰ τοῦ ἡδέος καὶ μεγαλοφρόνως φιλοτιμούμενος, οὐδὲν φερομένοις οἴκοθεν ἢ λογάρια.

πολλῶν δὲ λεχθέντων ἐπὶ τοῖς ἰχθύσι λόγων δῆλος μὲν ἦν ἀχθόμενος ὁ Κύνουλκος. καὶ ὁ καλὸς Δημόκριτος αὐτὸν προφθάσας ἔφη :

ἀλλὰ μήν, ᾽ ἄνδρες ἰχθύες :᾽ κατὰ τὸν Ἄρχιππον, παρελίπετε δεῖ γὰρ καὶ ἡμᾶς μικρὰ προσοψωνῆσαι τούς τε ὀρυκτοὺς ἰχθύας καλουμένους, οἳ ἐν Ἡρακλείᾳ γίγνονται καὶ περὶ Τίον τοῦ Πόντου τὴν Μιλησίων ἀποικίαν, ἱστοροῦντος περὶ αὐτῶν Θεοφράστου, ὁ δ’ αὐτὸς οὗτος φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διὰ χειμῶνα τῷ κρυστάλλῳ ἱστόρησεν, οἳ οὐ πρότερον αἰσθάνονται οὐδὲ κινοῦνται πρὶν ἂν εἰς τὰς λοπάδας ἐμβληθέντες ἕψωνται. ᾽ἴδιον δὲ παρὰ τούτους συμβαίνει τὸ περὶ τοὺς ἐν Παφλαγονίᾳ ὀρυκτοὺς καλουμένους ἰχθῦς γινόμενον ὀρύττεσθαι γὰρ κατὰ βάθους πλέονος τοὺς τόπους οὔτε ποταμῶν ἐπιχύσεις ἔχοντας οὔτε φανερῶν ναμάτων, καὶ εὑρίσκεσθαι ἐν αὐτοῖς ἰχθῦς ζῶντας.

Μνασέας δὲ ὁ Πατρεὺς ἐν τῷ Περίπλῳ τοὺς ἐν

τῷ Κλείτορι ποταμῷ φησιν ἰχθῦς φθέγγεσθαι, καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. Φιλοστέφανος δ’ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ περὶ τῶν παραδόξων ποταμῶν ἐν Ἀόρνῳ φησὶ τῷ ποταμῷ διὰ Φενεοῦ ῥέοντι ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις: καλεῖσθαι δ’ αὐτοὺς ποικιλίας. Νυμφόδωρος δ’ ὁ Συρακόσιος ἐν τοῖς Περίπλοις ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους, ἐγὼ δὲ ἐν τῇ κατὰ Χαλκίδα Ἀρεθούσῃ τεθέαμαι, ἴσως δὲ καὶ ὑμῶν οἱ πλεῖστοι, κεστρεῖς χειροήθεις καὶ ἐγχέλεις ἐνώτια ἐχούσας ἀργυρᾶ καὶ χρυσᾶ, λαμβανούσας τε καὶ λαμβάνοντας παρὰ τῶν προσφερόντων τροφὰς τά τε ἀπὸ τῶν ἱερείων σπλάγχνα καὶ τυροὺς χλωρούς. Σῆμος δ’ ἐν ἕκτῳ Δηλιάδος Ἀθηναίοις φησί, θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δηλίων μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης

Πολύβιος δ’ ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν ἱστοριῶν μετὰ τὴν Πυρήνην φησὶν ἕως τοῦ Νάρβωνος ποταμοῦ πεδίον εἶναι, δι’ οὗ φέρεσθαι ποταμοὺς Ἰλλέβεριν καὶ Ῥόσκυνον ῥέοντας παρὰ πόλεις ὁμωνύμους κατοικουμένας ὑπὸ Κελτῶν. ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. εἶναί τε τὸ πεδίον

λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον ἐμπεφυκυῖαν: ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ2. δύο καὶ τρεῖς πήχεις ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ μεθ’ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆς φιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃ πεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. ἐν Ἰνδοῖς δέ φησι Θεόφραστος τοὺς ἰχθῦς ἐκ τῶν ποταμῶν εἰς τὴν γῆν ἐξιόντας καὶ πηδῶντας πάλιν εἰς τὸ ὕδωρ ἀπιέναι καθάπερ τοὺς βατράχους, ὁμοίους ὄντας τὴν ἰδέαν τοῖς μαξείνοις καλουμένοις ἰχθύσιν.

οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ περιπάτου ὅσ’ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων, εἴρηκε γὰρ—κρατεῖν δ’ οἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης: ᾽ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἅδωνιν, τοὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι: ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλ’ οὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις οὗτοι δ’ εἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος, τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, ὃ καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δ᾽: ὁ ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον

ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον ὅταν δ’ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν, ὅταν δ’ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τροχίλος, καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἐρῳδιὸς, οὗτοι γάρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προΐδηται φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυμβήσῃ.᾽

ἔτι ὁ αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην: ᾽ ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δ’ εἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ: φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν.᾽ Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν ʽ περὶ Ἀπάμειαν φησί, ᾽ τὴν Φρυγιακὴν κατὰ τὰ Μιθριδατικὰ σεισμῶν γενομένων ἀνεφάνησαν περὶ τὴν χώραν αὐτῶν λίμναι τε πρότερον οὐκ οὖσαι καὶ ποταμοὶ καὶ ἄλλαι πηγαὶ ὑπὸ τῆς κινήσεως ἀνοιχθεῖσαι, πολλαὶ δὲ καὶ ἠφανίσθησαν, τοσοῦτόν τε ἄλλο ἀνέβλυσεν αὐτῶν ἐν τῇ γῇ πικρόν τε καὶ γλαυκὸν ὕδωρ, πλεῖστον ὅσον ἀπεχούσης τῶν τόπων τῆς θαλάσσης, ὥστε ὀστρέων πλησθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει ἡ θάλασσα.᾽ οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι Φαινίας γοῦν ἐν δευτέρῳ

πρυτάνεων Ἐρεσίων ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. καὶ Φύλαρχος δ’ ἐν τετάρτῃ ἑωρακέναι τινὰς πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσι, πολλάκις δὲ καὶ γυρίνοις τοῦ αὐτοῦ συμβαίνοντος. Ἡρακλείδης γοῦν ὁ Λέμβος ἐν τῇ κα τῶν ἱστοριῶν ᾽ περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους φησίν, ᾽ ὗσεν ὁ θεὸς καὶ τοσοῦτο αὐτῶν ἐγένετο τὸ πλῆθος ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πλήρεις εἶναι. τὰς μὲν οὖν πρώτας ἡμέρας κτείνοντες τούτους καὶ συγκλείοντες τὰς οἰκίας διεκαρτέρουν ὡς δ’ οὐδὲν ἤνυον, ἀλλὰ τά τε σκεύη ἐπληροῦτο καὶ μετὰ τῶν ἐδεσμάτων εὑρίσκοντο συνεψόμενοι καὶ συνοπτώμενοι οἱ βάτραχοι καὶ πρὸς τούτοις οὔτε τοῖς ὕδασιν ἦν χρῆσθαι οὔτε τοὺς πόδας ἐπὶ τὴν γῆν θεῖναι συσσεσωρευμένων αὐτῶν, ἐνοχλούμενοι δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀδμῆς ἔφυγον τὴν χώραν.᾽

οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς εἰπόντα καὶ περὶ πλήθους ἰχθύων τάδε: ᾽ ὅτε Τρύφων ὁ Ἀπαμεὺς ὁ τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολεμαΐδα πόλιν καὶ ὡς ὁ Σαρπηδὼν λειφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν

διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προαστείοις τῆς πόλεως.᾽

οὐ κατασιωπήσομαι δὲ οὐδὲ τοὺς ἐν Λυκίᾳ ἰχθυομάντεις ἄνδρας, περὶ ὧν ἱστορεῖ Πολύχαρμος ἐν δευτέρῳ Λυκιακῶν γράφων οὕτως : ᾽ ὅταν γὰρ διέλθωσι πρὸς τὴν θάλασσαν, οὗ τὸ ἄλσος ἐστὶ πρὸς τῷ αἰγιαλῷ τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἐστιν ἡ δῖνα ἐπὶ τῆς ἀμάθου, παραγίνονται ἔχοντες οἱ μαντευόμενοι ὀβελίσκους δύο ξυλίνους, ἔχοντας ἐφ’ ἑκατέρῳ σάρκας ὀπτὰς ἀριθμῷ δέκα. καὶ ὁ μὲν ἱερεὺς κάθηται πρὸς τῷ ἄλσει σιωπῇ, ὁ δὲ μαντευόμενος ἐμβάλλει τοὺς ὀβελίσκους εἰς τὴν δῖναν καὶ ἀποθεωρεῖ τὸ γινόμενον. μετὰ δὲ τὴν ἐμβολὴν τῶν ὀβελίσκων πληροῦται θαλάσσης ἡ δῖνα καὶ παραγίνεται ἰχθύων πλῆθος τοσοῦτον καὶ τοιοῦτον ὥστε ἐκπλήττεσθαι τὸ ἀόρατον τοῦ πράγματος, τῷ δὲ μεγέθει τοιούτων ὥστε καὶ εὐλαβηθῆναι. ὅταν δὲ ἀπαγγείλῃ τὰ εἴδη τῶν ἰχθύων ὁ προφήτης, οὕτως τὸν χρησμὸν λαμβάνει παρὰ τοῦ ἱερέως ὁ μαντευόμενος περὶ ὧν ηὔξατο. φαίνονται δὲ ὀρφοί, γλαῦκοι, ἐνίοτε δὲ φάλλαιναι ἢ πρίστεις, πολλοὶ δὲ καὶ ἀόρατοι ἰχθῦς καὶ ξένοι τῇ ὄψει.᾽ Ἀρτεμίδωρος δ’ ἐν τῷ δεκάτῳ τῶν Γεωγραφουμένων λέγεσθαί φησιν ὑπὸ τῶν

ἐπιχωρίων πηγὴν ἀναδίδοσθαι γλυκέος ὕδατος, ὅθεν συμβαίνειν δίνας γίνεσθαι: γίνεσθαι δὲ καὶ ἰχθύας ἐν τῷ δινάζοντι τόπῳ μεγάλους, τούτοις δὲ οἱ θυσιάζοντες ἐμβάλλουσιν ἀπαρχὰς τῶν θυσιαζομένων ἐπὶ ξυλίνων ὀβελίσκων ἀναπείροντες κρέα ἑφθὰ καὶ ὀπτὰ καὶ μάζας καὶ ἄρτους, ὀνομάζεται δὲ ὁ λιμὴν καὶ ὁ τόπος οὗτος Δῖνος.

οἶδα δὲ καὶ Φύλαρχον εἰρηκότα που περὶ μεγάλων ἰχθύων καὶ τῶν συμπεμφθέντων αὐτοῖς σύκων χλωρῶν, ὅτι αἰνιττόμενος Πάτροκλος ὁ Πτολεμαίου στρατηγὸς Ἀντιγόνῳ τῷ βασιλεῖ ἔπεμπεν, ὡς Δαρείῳ Σκύθαι ἐπερχομένῳ αὐτῶν τῇ χώρᾳ: ἔπεμψαν γὰρ οὗτοι μὲν, ὥς φησιν Ἡρόδοτος, ὄρνιν καὶ ὀιστὸν καὶ βάτραχον ἀλλ’ ὅ γε Πάτροκλος, ὡς διὰ τῆς τρίτης τῶν ἱστοριῶν φησιν ὁ Φύλαρχος, πεμφθέντων τῶν προειρημένων σύκων καὶ ἰχθύων. ἐτύγχανεν δὲ κωθωνιζόμενος ὁ βασιλεὺς καὶ ὡς πάντες διηποροῦντο ἐπὶ τοῖς δώροις, ὁ Ἀντίγονος γελάσας πρὸς τοὺς φίλους ἔφη γινώσκειν τί βούλεται τὰ ξένια: ἢ γὰρ θαλαττοκρατεῖν ἡμᾶς φησι Πάτροκλος ἢ τῶν σύκων τρώγειν.

οὐ λανθάνει δέ με καὶ ὅτι κοινῶς πάντες οἱ ἰχθύες καμασῆνες ὑπὸ Ἐμπεδοκλέους ἐλέχθησαν τοῦ φυσικοῦ οὕτως:

πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες,
καὶ ὅτι ὁ τὰ Κύπρια ποιήσας ἔπη, εἴτε Κύπριός τίς ἐστιν ἢ Στασῖνος ἢ ὅστις δή ποτε χαίρει ὀνομαζόμενος, τὴν Νέμεσιν ποιεῖ διωκομένην ὑπὸ Διὸς καὶ εἰς ἰχθὺν μεταμορφουμένην διὰ τούτων
τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι: τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ’ ἀνάγκης, φεῦγε γὰρ οὐδ’ ἔθελεν μιχθήμεναι ἐν φιλότητι πατρὶ Διὶ Κρονίωνι: ἐτείρετο γὰρ φρένας αἰδοῖ καὶ νεμέσει: κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ φεῦγεν, Ζεὺς δ’ ἐδίωκε: λαβεῖν δ’ ἐλιλαίετο θυμῷ ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξοροθῦνον, ἄλλοτ’ ἀν’ ᾽ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης, ἄλλοτ’ ἀν’ ἤπειρον πολυβώλακα. γίγνετο δ’ αἰεὶ θηρί’ ὅσ’ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.

οἶδα δὲ καὶ τὰ περὶ τὴν ἀπόπυριν καλουμένην περὶ τὴν Βόλβην λίμνην, περὶ ἧς Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι φησὶν οὕτως ʽ Ἀπολλωνίαν τὴν Χαλκιδικὴν δύο ποταμοὶ περιρρέουσιν Ἀμμίτης καὶ Ὀλυνθιακός: ἐμβάλλουσι δ’ ἀμφότεροι εἰς τὴν Βόλβην λίμνην. ἐπὶ δὲ τοῦ Ὀλυνθιακοῦ μνημεῖόν ἐστιν Ὀλύνθου τοῦ ʽ Ἡρακλέους καὶ Βόλβης υἱοῦ. κατὰ δὲ τὸν Ἀνθεστηριῶνα καὶ Ἐλαφηβολιῶνα λέγουσιν οἱ ἐπιχώριοι διότι πέμπει ἡ Βόλβη τὴν ἀπόπυριν Ὀλύνθῳ: καὶ κατὰ τὸν καιρὸν τοῦτον ἀπέραντον πλῆθος ἰχθύων ἐκ τῆς λίμνης εἰς τὸν Ὀλυνθιακὸν ἀναβαίνειν ποταμόν. ἐστὶ δὲ βραχύς, ὥστε μόλις κρύπτειν τὸ σφυρὸν ἀλλ’ οὐδὲν ἧττον τοσοῦτον ἔρχεται πλῆθος ἰχθύων

ὥστε τοὺς περιοίκους ἅπαντας ἱκανὸν εἰς τὴν ἑαυτῶν χρείαν συντιθέναι τάριχος. θαυμαστὸν δέ ἐστι τὸ μὴ παραλλάττειν τὸ τοῦ Ὀλύνθου μνημεῖον, πρότερον μὲν οὖν φασι τοὺς κατὰ τὴν Ἀπολλωνίαν Ἐλαφηβολιῶνος τὰ νόμιμα συντελεῖν τοῖς τελευτήσασι, νῦν δ’ Ἀνθεστηριῶνας. διὰ ταύτην οὖν τὴν αἰτίαν μόνοις τούτοις τοῖς μησὶ τοὺς ἰχθῦς τὴν ἀνάβασιν ποιεῖσθαι, ἐν οἷς τοὺς τετελευτηκότας εἰώθασι τιμᾶν.᾽

καὶ ταῦτα μὲν ταύτῃ, ἄνδρες ἰχθύες: ὑμεῖς γὰρ πάντα συναθροίσαντες βορὰν ἡμᾶς τοῖς ἰχθύσι παραβεβλήκατε καὶ οὐκ ἐκείνους ἡμᾶν, τοσαῦτα εἰπόντες ὅσα οὐδὲ Ἰχθύας ὁ Μεγαρικὸς φιλόσοφος οὐδ’ Ἰχθύων ὄνομα δὲ καὶ τοῦτο κύριον, οὗ μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσι. δι’ ὑμᾶς δὲ καὶ τῷ παιδὶ παρακελεύσομαι κατὰ τοὺς Φερεκράτους Μυρμηκανθρώπους :

μηδέποτ’ ἰχθύν, ὦ Δευκαλίων, μηδ’ ἢν αἰτῶ παραθῇς μοι.
καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν β’ Δηλιάδος ᾽ὅταν θύωσι τῇ Βριζοῖ αὕτη δ’ ἐστὶν ἡ ἐνυπνιόμαντις : βρίζειν δ’ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν
ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν
ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάφας πάντων πλήρεις ἀγαθῶν πλὴν ἰχθύων διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας.

Χρύσιππον δ᾽, ἄνδρες φίλοι, τὸν τῆς στοᾶς

ἡγεμόνα κατὰ πολλὰ θαυμάζων ἔτι μᾶλλον ἐπαινῶ τὸν πολυθρύλητον ἐπὶ τῇ ὀψολογίᾳ Ἀρχέστρατον αἰεί ποτε μετὰ Φιλαινίδος κατατάττοντα, εἰς ἣν ἀναφέρεται τὸ περὶ ἀφροδισίων ἀκόλαστον σύγγραμμα, ὅπερ φησὶ ποιῆσαι Αἰσχρίων ὁ Σάμιος ἰαμβοποιὸς Πολυκράτη τὸν σοφιστὴν ἐπὶ διαβολῇ τῆς ἀνθρώπου σωφρονεστάτης γενομένης, ἔχει δὲ οὕτως τὰ ἰαμβεῖα:
ἐγὼ Φιλαινὶς ἡ ᾽ πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μὴ μ᾽, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην: οὐ γὰρ μὰ τὸν Ζεῦν, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης: Πολυκράτης δὲ τὴν γενῆν Ἀθηναῖος, λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν ἅσσ’ ἔγραψ᾽; ἐγὼ γὰρ οὐκ οἶδα.
ἀλλ’ οὖν ὅ γε θαυμασιώτατος Χρύσιππος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησι: ᾽καὶ βιβλία τά τε Φιλαινίδος καὶ τὴν τοῦ Ἀρχεστράτου Γαστρονομίαν καὶ δυνάμεις ἐρωτικὰς καὶ συνουσιαστικάς, ὁμοίως δὲ καὶ τὰς θεραπαίνας ἐμπείρους τοιῶνδε κινήσεών τε καὶ σχημάτων καὶ περὶ τὴν τούτων μελέτην γινομένας καὶ πάλιν ᾽ἐκμανθάνειν τ’ αὐτοὺς τὰ τοιαῦτα καὶ κτᾶσθαι τὰ περὶ τούτων γεγραμμένα Φιλαινίδι καὶ Ἀρχεστράτῳ καὶ τοῖς τὰ ὅμοια γράψασιν κἀν τῷ ἑβδόμῳ δέ φησι: [ καθάπερ γὰρ οὐκ ἐκμανθάνειν τὰ Φιλαινίδος καὶ τὴν Ἀρχεστράτου Γαστρονομίαν ἔστιν ὡς φέροντά τι πρὸς τὸ ζῆν ἄμεινον.᾽

ὑμεῖς δὲ πολλάκις τοῦ Ἀρχεστράτου τούτου μνημονεύσαντες ἀκολασίας ἐπληρώσατε τὸ συμπόσιον, τί γὰρ τῶν ἐπιτρῖψαι δυναμένων παρέλιπεν ὁ καλὸς οὗτος ἐποποιὸς καὶ μόνος ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι ἢ κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη, ἐφ’ οὗ τοῦ τάφου: ἐπιγεγράφθαι φησὶ Χρύσιππος τάδε:
εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος θαλίῃσι θανόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας: κεῖν’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα καὶ σὺν ἔρωτι τέρπν’ ἔπαθον τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλυνται. ἥδε ὁ σοφὴ βιότοιο παραίνεσις. οὐδὲ ποτ’ αὐτῆς λήσομαι: ἐκτήσθω δ’ ὁ θέλων τὸν ἀπείρονα χρυσόν.
καὶ ἐπὶ τῶν Φαιάκων δὲ ὁ ποιητὴς ἔφη :
αἰεὶ δ’ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε εἵματά τ’ ἐξημοιβὰ λόετρά τε θερμὰ καὶ εὐναί.
καὶ ἄλλος δὲ τίς φησι τῷ Σαρδαναπάλλῳ παραπλήσιος, ὑποτιθέμενος καὶ οὗτος τοῖς μὴ σωφρονοῦσι τοιάδε:
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως: ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών,
καὶ Ἄμφις δ’ ὁ κωμῳδιοποιὸς ἐν Ἰαλέμῳ φησί.᾽
ὅστις, δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
καὶ ἐν τῇ ἐπιγραφομένῃ δὲ Γυναικοκρατίᾳ τὰ ὅμοια λέγει:
πῖνε, παῖζε:2 θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος: ὁ θάνατος δ’ ἀθάνατὸς ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.
καὶ Βακχίδας δέ τις τὸν αὐτὸν Σαρδαναπάλλῳ ζήσας βίον ἀποθανὼν ἐπὶ τοῦ τάφου ἐπιγεγραμμένον ἔχει:,
πιέν, φαγὲν καὶ πάντα τᾷ ψυχᾷ δόμεν κἠγὼ γὰρ ἕστακ’ ἀντὶ Βακχίδα λίθος.

Ἄλεξις δ’ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι: πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ’ οὐδ᾽ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα: οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλ’ οὐδ’ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοι ὁ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα:

τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, ᾽ Ὠἰδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν, πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη, γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων. ψύξει σε δαίμων τῷ πεπρωμένῳ: χρόνῳ ἕξεις δ’ ὅσ’ ἂν φάγῃς τε καὶ πίῃς μόνα: σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.

κρεῖττον δ’ ἂν εἶχε, φησὶν ὁ Χρύσιππος, εἰ μετελήφθη τὰ ἐπὶ τοῦ Σαρδαναπάλλου οὕτως:

εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς σὸν θυμὸν ἄεξε, τερπόμενος μύθοισι φαγόντι σοι οὔτις ὄνησις. καὶ γὰρ ἐγὼ ῥάκος εἰμί, φαγὼν ὡς πλεῖστα καὶ ἡσθείς. ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ τούτων ἔσθλ’ ἔπαθον τὰ δὲ λοιπὰ καὶ ἡδέα πάντα λέλειπται.
παγκάλως δὲ καὶ ὁ Τίμων ἔφη:
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί.

Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον Γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε:

ἢ κρῆ χελώνης χρὴ φαγεῖν ἢ μὴ φαγεῖν.
ἄλλοι δ’ οὕτως λέγουσιν
ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖν.

πόθεν δὲ ὑμῖν, ὦ σοφώτατοι, ἐπῆλθε καὶ ὁ ὀψολόγος Δωρίων, ὡς καὶ συγγραφεύς τις γενόμενος; ὃν ἐγὼ κρουματοποιὸν οἶδα ὀνομαζόμενον καὶ φίλιχθυν, συγγραφέα δὲ οὔ. ὡς μὲν οὖν κρουματοποιοῦ μνημονεύει Μάχων ὁ κωμῳδιοποιὸς οὕτως:

ὁ κρουματοποιὸς Δωρίων ποτ’ εἰς Μυλῶν ἐλθὼν κατάλυσιν οὐδαμοῦ μισθωσίμην δυνάμενος εὑρεῖν ἐν τεμένει καθίσας τινί, ὃ πρὸ τῶν πυλῶν ἦν κατὰ τύχην ἱδρυμένον, ἰδών τ’ ἐκεῖ θύοντα τὸν νεωκόρον, ᾽ πρὸς τῆς Ἀθηνᾶς καὶ θεῶν, τίνος, φράσον, ἐστὶν ὁ νεώς, βέλτιστε, φησίν, οὑτοσί; ᾽ ὁ δ’ εἶπεν αὐτῷ ᾽ Ζηνοποσειδῶνος, ξένε.᾽ ὁ Δωρίων δὲ ʽ πῶς ἂν οὖν ἐνταῦθ’ ἔφη, : δύναιτο καταγωγεῖον ἐξευρεῖν τις, οὗ καὶ τοὺς θεοὺς φάσκουσιν οἰκεῖν σύνδυο; ᾽
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου μὲν μαθητής, Δούριδος δὲ ἀδελφὸς τοῦ τὰς ἱστορίας γράψαντος καὶ τυραννήσαντος τῆς πατρίδος, ἐν τοῖς ἀποφθέγμασιν: Δωρίωνι τῷ αὐλητῇ φάσκοντός τινος ἀγαθὸν ἰχθὺν εἶναι βατίδα,
ὥσπερ ἂν εἴ τις,
ἔφη,
ἑφθὸν τρίβωνα ἐσθίοι.
ἐπαινοῦντος δ’ ἄλλου τὰ τῶν θύννων ὑπογάστρια
καὶ μάλα,
ἔφη:
δεῖ μέντοι γε ἐσθίειν αὐτά, ὥσπερ ἐγὼ
ἐσθίω.
εἰπόντος δὲ πῶς;
ἡδέως
ἔφη. τοὺς δὲ καράβους ἔφη τρία ἔχειν, διατριβὴν καὶ εὐωχίαν καὶ θεωρίαν. ἐν Κύπρῳ δὲ παρὰ Νικοκρέοντι δειπνῶν ἐπῄνεσε ποτήριόν τι. καὶ ὁ Νικοκρέων ἔφη:
ἐὰν βούλῃ, ὁ αὐτὸς τεχνίτης ποιήσει σοί ἕτερον.
σοί γε,
ἔφη,
ἐμοὶ δὲ τοῦτο δός,
οὐκ ἀνοήτως γε τοῦτο φήσας ὁ αὐλητής: λόγος γὰρ παλαιὸς ὡς ὅτι
ἀνδρὶ μὲν αὐλητῆρι θεοὶ νόον οὐκ ἐνέφυσαν, ἀλλ’ ἅμα τῷ φυσῆν χὠ νόος ἐκπέταται.᾽

Ἡγήσανδρος δ’ ἐν τοῖς ὑπομνήμασι τάδε φησὶ περὶ αὐτοῦ: ᾽ Δωρίων ὁ ὀψοφάγος τοῦ παιδὸς οὐκ ἀγοράσαντος ἰχθῦς μαστιγῶν αὐτὸν ἐκέλευεν τῶν ἀρίστων ἰχθύων ὀνόματα λέγειν, τοῦ δὲ παιδὸς ὀρφὸν καὶ γλαυκίσκον καὶ γόγγρον καὶ τοιούτους ἑτέρους καταριθμοῦντος

ἰχθύων σε,
φησίν,
ἐκέλευον ὀνόματα λέγειν, οὐ θεῶν.
᾽ ὁ αὐτὸς Αωρίων καταγελῶν τοῦ ἐν τῷ Τιμοθέου Ναυτίλῳ χειμῶνος ἔφασκεν ἐν κακκάβᾳ ζεούσᾳ μείζονα ἑωρακέναι χειμῶνα. Ἀριστόδημος δὲ ἐν δευτέρῳ γελοίων ἀπομνημονευμάτων φησί: ᾽ Δωρίωνος τοῦ κρουματοποιοῦ κυλλόποδος ὄντος ἀπώλετο ἐν συμποσίῳ τοῦ χωλοῦ ποδὸς τὸ βλαυτίον. καὶ ὃς
οὐθέν,
ἔφη,
πλεῖον καταράσομαι τῷ κλέψαντι ἢ ἁρμόσαι αὐτῷ τὸ σανδάλιον.
᾽ ὅτι δ’ ἦν ὁ Δωρίων οὗτος ἐπὶ ὀψοφαγίᾳ διαβόητος φανερὸν ἐξ ὧν λέγει Μνησίμαχος ὁ κωμῳδιοποιὸς ἐν Φιλίππῳ δράματι:
οὔκ, ἀλλὰ καὶ τῆς νυκτός ἐστι Δωρίων ἔνδον παρ’ ἡμῖν λοπαδοφυσητής.

οἶδα δὲ καὶ ἃ ὁ Ἑρμιονεὺς Λᾶσος ἔπαιξε περὶ ἰχθύων, ἅπερ Χαμαιλέων ἀνέγραψεν ὁ ʽ Ἡρακλεώτης ἐν τῷ περὶ αὐτοῦ τοῦ Λάσου συγγράμματι λέγων ὧδε: τὸν Λᾶσόν φησι τὸν ὠμὸν ἰχθὺν ὀπτὸν εἶναι φάσκειν. θαυμαζόντων δὲ πολλῶν ἐπιχειρεῖν λέγοντα ὡς ὃ ἔστιν ἀκοῦσαι τοῦτό ἐστιν ἀκουστὸν καὶ ὃ ἔστιν νοῆσαι τοῦτό ἐστιν νοητὸν ὡσαύτως οὖν καὶ ὃ ἔστιν ἰδεῖν τοῦτ’ εἶναι ὀπτὸν ὥστ’ ἐπειδὴ τὸν ἰχθὺν ἦν ἰδεῖν, ὀπτὸν αὐτὸν εἶναι. καὶ παίζων δέ ποτε ἰχθὺν παρά τινος τῶν ἁλιέων ὑφείλετο καὶ λαβὼν ἔδωκέ τινι τῶν παρεστώτων. ὁρκίζοντος δὲ τοῦ ἁλιέως ὤμοσεν μήτ’ αὐτὸς ἔχειν τὸν ἰχθὺν μήτ’ ἄλλῳ συνειδέναι λαβόντι, διὰ τὸ λαβεῖν μὲν αὐτόν, ἔχειν δὲ ἕτερον, ὃν ἐδίδαξεν ἀπομόσαι πάλιν ὅτι οὔτ’ αὐτὸς ἔλαβεν οὔτ’ ἄλλον ἔχοντα οἶδεν εἰλήφει μὲν γὰρ ὁ Λᾶσος, εἶχεν δὲ αὐτός. τοιαῦτα δὲ καὶ Ἐπίχαρμος παίζει, ὥσπερ ἐν Λόγῳ καὶ Λογίνᾳ:

ὁ Ζεὺς μ’ ἐκάλεσε, Πέλοπὶ γ’ ἔρανον ἱστιῶν. β. ἦ παμπόνηρον ὄψον, ὦ ᾽ τάν, ὁ γέρανος. α. ἀλλ’ οὔτι γέρανον, ἀλλ’ ἔρανόν γά τοι λέγω.