Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Επιτελουμένου δὲ ἥδη τοῦ δείπνου τῶν Φαγη σίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη·

ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανὲ λόγοις γὰρ ἑστιᾷ, προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.
καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας·
οὐ συμπεριφέρομαι, ὦ σοφώτατε ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.
καὶ ὃς
εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.
ὁμολογήσαντος δ’ ἔφη·
ΚλέαρχοςἈριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων· κρατῶ γάρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ οὑτωσί πως εἴρηκε·
φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ---καὶ τὴν τῶν Διονυσίων ἐν ᾗ παριόντες ἑκάστῳ
τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.
ταῦτ’ εἶπεν ὁ Κλέαρχος, εἰ δ’ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι· ἀφ’ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν ἀφ’ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.

θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος

κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτως
τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ’ εἰπόντος
καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ’ αὑτῶν φέροντες πίνουσιν.
ὡς δ᾽ οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς
συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.
εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽
ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.

τῶν δὲ παρόντων γραμματικῶν τις ἀποβλέψας εἰς τὴν τοῦ δείπνου παρασκευὴν ἔφη·
εἶτα πῶς δειπνήσομεν τοσαῦτα δεῖπνα; ἴσως διὰ νυκτός, ὡς ὁ χαρίεις Ἀριστοφάνης ἐν Αἰολοσίκωνι εἶπεν οὕτως λέγων οἱονεὶ δι’ ὅλης νυκτός· ὡς καὶ τὸ Ὁμηρικὸν ἔχει·
κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων,
ἀντὶ τοῦ διὰ πάντων τῶν μήλων, τὸ μέγεθος αὐτοῦ ἐμφανίζων.
πρὸς ὃν ὁ ἰατρὸς ἔφη Δάφνος
ὠφελιμώτερά ἐστι, φίλτατοι, παντὶ σώματι τὰ νυκτερινὰ δεῖπνα· τὸ γὰρ τῆς σελήνης ἄστρον πρὸς τὰς τῆς τροφῆς ἁρμόττει πέψεις σηπτικὸν ὑπάρχον κατὰ σῆψιν δ’ ἡ πέψις. εὐσηπτότερα γοῦν τὰ νύκτωρ θυόμενα τῶν ἱερείων καὶ τῶν ξύλων τὰ πρὸς τὸ σελήνιον κοπτόμενα, καὶ τῶν καρπῶν δὲ οἱ πλεῖστοι πρὸς τὸ σελήνιον πεπαίνονται.

πολλῶν δὲ ὄντων καὶ διαφόρων τῶν παρεσκευασμένων καὶ αἰεὶ παρασκευαζομένων ἰχθύων μεγέθει τε καὶ ποικιλίᾳ ὁ Μυρτίλος ἔφη·

εἰκότως, ἄνδρες φίλοι, πάντων τῶν προσοψημάτων ὄψων καλουμένων ἐξενίκησεν ὁ ἰχθὺς διὰ τὴν ἐξαίρετον ἐδωδὴν μόνος οὕτως καλεῖσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας πρὸς ταύτην τὴν ἐδωδήν. λέγομεν γοῦν
ὀψοφάγους οὐ τοὺς βόεια ἐσθίοντας, οἷος ἦν Ἡρακλῆς, ὃς τοῖς
βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά,
οὐδὲ τὸν φιλόσυκον, οἷος ἦν Πλάτων ὁ φιλόσοφος, ὡς ἱστορεῖ Φανόκριτος ἐν τῷ περὶ Εὐδόξου· ἱστορεῖ δ’ ὅτι καὶ Ἀρκεσίλας φιλόβοτρυς ἦν, ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφομένους, φιλόμηλοι δ’ ἦσαν Φίλιππός τε ὁ Μακεδὼν καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὡς Δωρόθεός φησιν τῇ ἕκτῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν. Χάρης δὲ ὁ Μυτιληναῖος ἱστορεῖ ὡς κάλλιστα μῆλα εὑρὼν ὁ Ἀλέξανδρος περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι, οὐκ ἀγνοῶ δὲ ὅτι ὄψον κυρίως καλεῖται πᾶν τὸ πυρὶ κατασκευαζόμενον εἰς ἐδωδὴν ἤτοι γὰρ ἕψον ἐστὶν ἢ παρὰ τὸ ὠπτῆσθαι ὠνόμασται.

πολλῶν οὖν ὄντων τῶν ἰχθύων, οὓς κατὰ τὰς ἑκάστας ὥρας ἐδαινύμεθα, ὦ θαυμασιώτατε Τιμόκρατες, κατὰ γὰρ τὸν Σοφοκλέα

χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει, σαίνοντες οὐραίοισι
οὐ τὴν κεκτημένην, ἀλλὰ τὰς λοπάδας· καὶ κατὰ τὰς Ἀχαιοῦ δὲ Μοίρας·
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν ---ἐνάλιος θεωρία, χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός,
ἀπομνημονεύσω δέ σοι ἃ περὶ ἑκάστου ἔλεξαν οἱ δειπνοσοφισταί. πάντες γὰρ συνεισήνεγκαν εἰς
αὐτοὺς τὰς ἐκ βιβλίων συμβολάς, ὧν τὰ ὀνόματα διὰ τὸ πλῆθος παραλείψω.
ὅστις ἀγοράζων ὄψον --- ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·
φησὶν Ἄμφις ἐν Λευκάδι ἵνα δὲ εὐμνημόνευτά σοι γένηται τὰ λεχθέντα, κατὰ στοιχεῖον τάξω τὰ ὀνόματα, καὶ γὰρ Σοφοκλέους εἰπόντος ἐν Αἴαντι μαστιγοφόρῳ τοὺς ἰχθῦς ἑλλοὺς
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
ἐζήτησέν τις εἰ καὶ τῶν πρὸ αὐτοῦ τις τῷ ὀνόματι κέχρηται. πρὸς ὃν ὁ Ζωίλος ἔφη·
ἐγὼ δὲ οὐκ ὢν ὀψοφαγίστατός ʽ οὕτω γὰρ Ξενοφῶν ὠνόμασεν ἐν Ἀπομνημονεύμασι γράφων οὕτως·
ὀψοφαγίστατός τε καὶ βλακίστατός ἐστιν
ʼ οἶδα ὅτι ὁ τὴν Τιτανομαχίαν ποιήσας, εἴτ’ Εὔμηλός ἐστιν ὁ Κορίνθιος ἢ Ἀρκτῖνος ἢ ὅστις δήποτε χαίρει ὀνομαζόμενος, ἐν τῷ δευτέρῳ οὕτως εἴρηκεν
ἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο.
ἔχαιρε δὲ Σοφοκλῆς τῷ ἐπικῷ κύκλῳ, ὡς καὶ ὅλα δράματα ποιῆσαι κατακολουθῶν τῇ ἐν τούτῳ μυθοποιίᾳ.