Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ καὶ Θεόπομπος γὰρ ἐν τῇ θ’ τῶν Φιλιππικῶν φησιν

Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ’ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ’ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.
ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος ὁ Δελφὸς ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἰκανὸν κερμάτιον καὶ
προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀποστέλλειν πρὸς αὐτόν. Θεόπομπος δ’ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν
τοὺς Θεσσαλούς, φησίν, εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο, ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθ’ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι κάλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι· πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς.
τὰ παραπλήσια ἐποίει καὶ ὁ Σικελιώτης Διονύσιος, ὡς Εὔβουλος ὁ κωμῳδιοποιὸς παρίστησιν ἐν τῷ τοῦ τυράννου ὁμωνύμῳ δράματι·
ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.

ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος, ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ γράφων οὕτως·

Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ μόνον αὐτοὺς τοιαῦτ᾽
ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἱ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἱ δ’ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλ’ ἑταίρας ὑπέλαβεν οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δ’ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τῷ σεμνοτάτῳ ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες, οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατ’ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν ἢ μυρίους τῶν ʽ Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους.
καὶ περὶ Διονυσίου δὲ τὰ παραπλήσια ἱστορεῖ ἐν τῇ πρώτῃ πρὸς ταῖς εἴκοσι·
Διονύσιος ὁ Σικελίας τύραννος τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν
τοιαύτην ἀκολασίαν, ἠβούλετο γάρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους· οὓς καὶ εὖ περιεῖπε.

καὶ Δημήτριος δ’ ὁ Πολιορκητὴς φιλόγελως ἦν, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ἱστοριῶν, ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ γράφει οὕτως

περιεώρα Δημήτριος τοὺς κολακεύοντας αὐτὸν ἐν τοῖς συμποσίοις καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δ’ ἐλεφαντάρχου. καὶ ταῦτα αὐτῷ οὐ τὸ τυχὸν συνῆγε μῖσος.
Ἡρόδοτος δέ φησιν Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἐόντα σκώπτειν τοὺς συμπότας, καὶ
ὅτε ἰδιώτης, φησίν, ἦν, φιλοπότης ὑπῆρχε καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ.
Νικόλαος δ’ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν ἱστοριῶν Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας, ἐμφανίζουσι δ’ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ’ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.

Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμῳδίας . κωμῳδίας φιλόγελως ὄντας, ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον

ἐμβάλωσιν εἰς τὴν θάλατταν, παύσεσθαι. οἱ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ ἐβόων ἀπελαύνοντες αὐτόν,
τί δῆτ᾽; ἔφη· δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω;
γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι Σωσικράτης δ’ ἐν αʹ Κρητικῶν ἴδιὸν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον.

τῇ δ’ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως ·

ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν ἥδε μὲν γὰρ διαφέρει.
ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως·
ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
καὶ Σαννυρίων Ἰοῖ,
φθείρεσθ᾽ πίτριπτοι ψωμοκόλακες.
Φιλήμων Ἀνανεουμένῃ ·
ψωμοκόλαξ τ’ ἔσθ’ οὗτος.
Φιλιππίδης δ’ ἐν Ἀνανεώσει·
ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
κυρίως δὲ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν δεχομένη, ψωμοκόλαφον δ’ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως·
σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.