Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

πλείστους δ’ εἶχεν καὶ ὁ υἱὸς αὐτοῦ Διονύσιος τοὺς κολακεύοντας, οὓς καὶ προσηγόρευον οἱ πολλοὶ Διονυσοκόλακας. οὗτοι δὲ προσεποιοῦντο μήτε ὀξὺ ὁρᾶν παρὰ τὸ δεῖπνον,
ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης, ἔψαυόν τε τῶν παρακειμένων ὡς οὐχ ὁρῶντες, ἕως ὁ Διονύσιος αὐτῶν τὰς χεῖρας πρὸς τὰ λεκάνια προσῆγεν. ἀποπτύοντος δὲ τοῦ Διονυσίου πολλάκις παρεῖχον τὰ πρόσωπα καταπτύεσθαι καὶ ἀπολείχοντες τὸν σίαλον, ἔτι δὲ τὸν ἔμετον αὐτοῦ μέλιτος ἔλεγον εἶναι γλυκύτερον. Τίμαιος δ’ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα, ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς, ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθ’ ἑτέρων, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους κατηγορούμενος ὑπὸ τῶν ἄλλων ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι τοῦ Διονυσίου τὰς κοινὰς πράξεις καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος ἔφησεν τὴν διαφορὰν γενέσθαι αὑτῷ πρὸς τοὺς συμπρέσβεις ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου παιάνων τῶν ναυτῶν τινας ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ ὁ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο· τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ᾀσμάτων κατέχειν,
αὐτὸς δ’ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾄδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου πάλιν ὁ Δημοκλῆς ἔφη·
χαρίσαιο δ’ ἂν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα· ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον.
παρακεκλημένων δέ ποτε τῶν φίλων ὑπὸ τοῦ Διονυσίου ἐπὶ τὸ δεῖπνον εἰσιὼν ὁ Διονύσιος εἰς τὸν οἶκον
γράμματα ἡμῖν, ἔφη, ἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων.
καὶ ὁ Δημοκλῆς ὑπολαβὼν
εὖ γε νὴ τοὺς θεούς,
ἔφη,
Διονύσιε.
κἀκεῖνος προσβλέψας αὐτῷ
τί δ’ οἶδας,
ἔφη,
σύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγράφασι;
καὶ ὁ Δημοκλῆς
εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ἔφη, Διονύσιε.
καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων.

Ἡγήσανδρος δ’ ἱστορεῖ καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων ἵν’ ὑπ’ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος τὸν Σεῦτλον ἐπικαλούμενον παράσιτος δ’ ἦν καὶ οὗτος παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ,
ὁ Καπανεύς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν ὑπεραστεῖος ἦν
μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν.
οἱ δὲ δημαγωγοῦντες, φησίν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ’ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Σάτυρος δ’ ἐν τοῖς βίοις Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἰπεῖν
μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός;
τὸν δὲ γελάσαντα εἰπεῖν
οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.
Ἀριστόβουλος δέ φησιν ὁ Κασσανδρεὺς Διώξιππον τὸν Ἀθηναῖον παγκρατιαστὴν τρωθέντος ποτὲ τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἰπεῖν
ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν.

Ἐπικράτης δ’ ὁ Ἀθηναῖος πρὸς βασιλέα πρεσβεύσας, ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρ’ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς καὶ εἰπεῖν δεῖν κατ’ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλ’ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα, θαυμάζω δὲ ἔγωγε τῶν Ἀθηναίων πῶς τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι
θεὸν εἰσηγήσατο Ἀλέξανδρον, καὶ Τιμαγόραν δ’ ἀπέκτειναν ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν σ᾽ἱστοριῶν
Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφ’ οὗ εἰλήφει φαρμάκου εἰπεῖν
ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;
καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα,
ποῖοι θεοί;
φῆσαι,
φοβοῦμαι μή τι θεοῖσιν ἐχθροί.
ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν.

Εὔφαντος δ’ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δ’ ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος

ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι ʽ Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα· ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δ’ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα· καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος ὁ τύραννος. Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν
Αἱρήσιππος, φησίν, ὁ Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ’ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός.
τοιοῦτος ἦν καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζ’ Ἀναβάσεως.

Θεόπομπος δ’ ἐν ὀκτωκαιδεκάτῃ ἱστοριῶν περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν Περσῶν βασιλέα γράφει καὶ ταῦτα·

Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ ] φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ
ταῖς θεραπείαις οὐ μόνον τοὺς τῆς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους, πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα, τὸν υἱόν· τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθ’ ἑκάστην ἡμέραν, ὁπότε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῷ δαίμονι τῷ βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως· ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκοἶδ’ εἴ τις ἕτερος ἥττων.
Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν Θεοδώρειον ἀναγράφει, Ἕρμιππος δ’ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει, οὗτος δ’ ὁ ἀνὴρ καὶ περὶ τῆς Ἀττάλου παιδείας συγγέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Πολύβιος δ᾽ ἐν ὀγδόῃ ἱστοριῶν
Καύαρος, φησίν, ὁ Γαλάτης ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος.

Λικιννίου δὲ Κράσσου τοῦ ἐπὶ Πάρθους στρατεύσαντος κόλακά φησι γενέσθαι Νικόλαος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ταῖς ἑκατὸν Ἀνδρόμαχον τὸν Καρρηνόν, ᾧ τὸν Κράσσον πάντα ἀνακοινούμενον προδοθῆναι Πάρθοις ὑπ’ αὐτοῦ καὶ

ἀπολέσθαι. οὐκ ἀτιμώρητος δ’ ὑπὸ τοῦ δαιμονίου παρείθη ὁ Ἀνδρόμαχος. μισθὸν γὰρ λαβὼν τῆς πράξεως τὸ τυραννεῖν Καρρῶν τῆς πατρίδος διὰ τὴν ὠμότητα καὶ βίαν ὑπὸ τῶν Καρρηνῶν πανοικίᾳ ἐνεπρήσθη· Ποσειδώνιος δ’ ὁ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα παρ’ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπ’ αὐτοῦ διαφθαρῆναι. Μιθριδάτου δ’ ἀναγράφει κόλακα Σωσίπατρον ἄνθρωπον γόητα Νικόλαος ὁ περιπατητικός, Θεόπομπος δ’ ἐν τῇ ἐνάτῃ τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι Ἀθήναιον τὸν Ἐρετριέα.

διαβόητος δὲ ἐγένετο ἐπὶ κολακείᾳ καὶ ὁ τῶν Ἀθηναίων δῆμος. Δημοχάρης γοῦν ὁ Δημοσθένους τοῦ ῥήτορος ἀνεψιὸς ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν διηγούμενος περὶ ἧς ἐποιοῦντο οἱ Ἀθηναῖοι κολακείας πρὸς τὸν Πολιορκητὴν Δημήτριον καὶ ὅτι τοῦτ’ οὐκ ἦν ἐκείνῳ βουλομένῳ, γράφει οὕτως·

ἐλύπει μὲν καὶ τούτων ἔνια αὐτόν, ὡς ἔοικεν, οὐ μὴν ἄλλα καὶ ἄλλα γε παντελῶς αἰσχρὰ καὶ ταπεινά, Λεαίνης μὲν καὶ Λαμίας ι Ἀφροδίτης ἱερὰ· καὶ Βουρίχου καὶ Ἀδειμάντου καὶ Ὀξυθέμιδος τῶν κολάκων αὐτοῦ καὶ βωμοὶ καὶ ἡρῷα
καὶ σπονδαί. τούτων ἑκάστῳ καὶ παιᾶνες ᾔδοντο, ὥστε καὶ αὐτὸν τὸν Δημήτριον θαυμάζειν ἐπὶ τοῖς γινομένοις καὶ λέγειν ὅτι ἐπ’ αὐτοῦ οὐδεὶς Ἀθηναίων γέγονε μέγας καὶ ἁδρὸς τὴν ψυχήν.
καὶ Θηβαῖοι δὲ κολακεύοντες τὸν Δημήτριον, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῆς ποικίλης στοᾶς τῆς ἐν Σικυῶνι, ἱδρύσαντο ναὸν Ἀφροδίτης Λαμίας, ἐρωμένη δ’ ἦν αὕτη τοῦ Δημητρίου καθάπερ καὶ ἡ Λέαινα, τί οὖν παράδοξον οἱ Ἀθηναῖοι οἱ τῶν κολάκων κόλακες ἐποίησαν εἰς αὐτὸν τὸν Δημήτριον παιᾶνας καὶ προσόδια ᾄδοντες; φησὶ γοῦν ὁ Δημοχάρης ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ γράφων
ἐπανελθόντα δὲ τὸν Δημήτριον ἀπὸ τῆς Λευκάδος καὶ Κερκύρας εἰς τὰς Ἀθήνας οἱ Ἀθηναῖοι ἐδέχοντο οὐ μόνον θυμιῶντες καὶ στεφανοῦντες καὶ οἰνοχοοῦντες, ἀλλὰ καὶ προσοδιακοὶ χοροὶ καὶ ἰθύφαλλοι μετ’ ὀρχήσεως καὶ ᾠδῆς ἀπήντων αὐτῷ καὶ ἐφιστάμενοι κατὰ τοὺς ὄχλους ᾖδον ὀρχούμενοι καὶ ἐπᾴδοντες ὡς εἴη μόνος θεὸς ἀληθινός, οἱ δ’ ἄλλοι καθεύδουσιν ἢ ἀποδημοῦσιν ἢ οὐκ εἰσίν, γεγονὼς δ’ εἴη ἐκ Ποσειδῶνος καὶ Ἀφροδίτης, τῷ δὲ κάλλει διάφορος καὶ τῇ πρὸς πάντας φιλανθρωπίᾳ κοινός, δεόμενοι δὲ αὐτοῦ ἱκέτευον, φησί, καὶ προσηύχοντο.

ὁ μὲν οὖν Δημοχάρης τοσαῦτα εἴρηκε περὶ τῆς Ἀθηναίων κολακείας· Δοῦρις δ’ ὁ Σάμιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν καὶ αὐτὸν τὸν ἰθύφαλλον· ---

ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι τῇ πόλει πάρεισιν ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον ἅμα παρῆγ’ ὁ καιρός, χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια ἔρχεθ’ ἵνα ποιήσῃ, ὁ δ’ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς καὶ γελῶν πάρεστι. σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ, ἐν μέσοισι δ’ αὐτός, ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες, ἥλιος δ’ ἐκεῖνος, ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ, χαῖρε, κἀφροδίτης. ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ ἢ οὐκ ἔχουσιν ὦτα ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν, σὲ δὲ παρόνθ’ ὁρῶμεν, οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ’ ἀληθινόν. εὐχόμεσθα δή σοι· πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε· κύριος γὰρ εἶ σύ. τὴν δ’ οὐχὶ Θηβῶν, ἀλλ’ ὅλης τῆς Ἑλλάδος Σφίγγα περικρατοῦσαν, ὁ Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος, ὥσπερ ἡ παλαιά, τὰ σώμαθ’ ἡμῶν πάντ’ ἀναρπάσας φέρει, κοὐκ ἔχω μάχεσθαι Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας, νῦν δὲ καὶ τὰ πόρρω· μάλιστα μὲν δὴ κόλασον αὐτός· εἰ δὲ μή,
τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ ἢ σπίλον ποιήσει.

ταῦτ’ ᾖδον οἱ Μαραθωνομάχοι οὐ δημοσίᾳ, μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν, οἱ τὸν προσκυνήσαντα τὸν Περσῶν βασιλέα ἀποκτείναντες, οἱ τὰς ἀναρίθμους μυριάδας τῶν βαρβάρων φονεύσαντες. Ἄλεξις γοῦν ἐν Φαρμακοπώλῃ ἢ Κρατείᾳ προπίνοντά τινα εἰσαγαγὼν ἑνὶ τῶν συμποτῶν καὶ λέγοντα ποιεῖ τάδε·

παῖ, τὴν μεγάλην δός, ὑποχέας φιλίας κυάθους τῶν συμπαρόντων· τέτταρας, τοὺς τρεῖς δ’ ἐγὼ Σωτῆρσιν ἀποδώσεις θεοῖς, ἕν’ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς, καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου --- φέρε τὸν τρίτον φίλας Ἀφροδίτης, χαίρετ᾽, ἄνδρες συμπόται, ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.

τοιοῦτοι τότ’ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει· ἣν ὁ μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος ὁ δυσμενέστατος Θεόπομπος ὁ φήσας ἐν ἄλλοις πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ

συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν ἤ τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς ὁ Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἢ ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν ---
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. ἔπειθ’ ὁ μὲν λέμμ’ ἐστίν, ὁ δ’ ἕτερον δάκνει.
Πλάτων τ’ ἐν Φαίδρῳ φησί·
κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον
Θεόφραστος δ’ ἐν τῷ περὶ κολακείας φησὶν ὡς Μύρτις ὁ Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν
οὐ χορεύσεις ἐνθάδε οὐδ’ ἁμῶν ἀκούσει.
Δίφιλος δ’ ἐν Γάμῳ φησὶν
ὁ γὰρ κόλαξ καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς πόλεις ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,, αἱ κρίσεις θ’ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.
διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ.

κόλακας δ’ εἶναί φησι Φύλαρχος καὶ τοὺς ἐν Λήμνῳ κατοικοῦντας Ἀθηναίων ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν χάριν γὰρ ἀποδιδόντας τοῖς Σελεύκου καὶ Ἀντιόχου ἀπογόνοις, ἐπεὶ αὐτοὺς ὁ Σέλευκος πικρῶς ἐπιστατουμένους ὑπὸ Λυσιμάχου οὐ μόνον ἐξείλετο, ἀλλὰ καὶ τὰς πόλεις αὐτοῖς ἀπέδωκεν ἀμφοτέρας, οἱ Λημνόθεν Ἀθηναῖοι οὐ μόνον ναοὺς κατεσκεύασαν τοῦ Σελεύκου, ἀλλὰ καὶ τοῦ υἱοῦ Ἀντιόχου· καὶ τὸν ἐπιχεόμενον κύαθον ἐν ταῖς συνουσίαις Σελεύκου σωτῆρος καλοῦσι.

ταύτην δὲ τὴν κολακείαν τινὲς ἐκτρεπόμενοι τοὔνομα
ἀρέσκειαν προσαγορεύουσιν, ὡς καὶ Ἀναξανδρίδης ἐν Σαμίᾳ·
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.
οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ·
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.
Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν·
κόλαξ μὲν οὐδείς,
φησί,
διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος
αὐτῶν ψεῦδος. ὁ δ’ ἐραστὴς κόλαξ ἐστὶ φιλίας δι’ ὥραν ἢ κάλλος.
τῶν δὲ Δημητρίου τοῦ βασιλέως κολάκων οἱ περὶ Ἀδείμαντον τὸν Λαμψακηνὸν νεὼν κατασκευασάμενοι καὶ ἀγάλματα ἱδρυσάμενοι Θριῆσιν ὠνόμασαν Φίλας Ἀφροδίτης καὶ τὸν τόπον Φιλαῖον ἐκάλεσαν ἀπὸ τῆς Δημητρίου Φίλας, ὥς φησι Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ δεκάτῳ περὶ ὀνομάτων.

Κλέαρχος δ’ ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ Γεργιθίῳ καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθε διηγεῖται καὶ αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφ’ οὗ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφήν , ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων, διηγεῖται δὲ οὕτως, τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς, σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσωμένων τῇ κολακείᾳ, χαύνους καὶ κενοὺς ποιοῦντα, πάντων ἐν ὑπεροχῇ παρ’ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. ἑξῆς τε διηγούμενος περί τινος μειρακίου Παφίου μὲν τὸ γένος, βασιλέως δὲ τὴν τύχην

τοῦτο, φησί, τὸ μειράκιον οὐ λέγων αὐτοῦ τοὔνομα κατέκειτο δι’ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτελῶν. ἐπεβέβλητο δ’ αὐτῷ πορφυροῦν ἀμφίταπον ἀμοργίνῳ καλύμματι
περιειλημμένον. προσκεφάλαια δ’ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, δι’ ὧν ἠμύνετο τὸ καῦμα, δύο δ’ ὑπὸ τοῖς ποσὶ ὑσγινοβαφῆ τῶν Δωρικῶν καλουμένων ἐφ’ ὧν κατέκειτο ἐν λευκῇ χλανίδι.

παραδεδεγμένοι δ’ εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ Σαλαμῖνι κολάκων, ἀφ’ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν ὧν οἱ μὲν Γεργίνοι συναναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅ τι δ’ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων ἀξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις ὥστ’ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρ’ ἐκείνων εἰς τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων
τις ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετ’ ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα, καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκίσειε περὶ τὴν Τρωικὴν
Ἴδην συμπαραλαβών τινας τῶν Μυσῶν, ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους Γέργινα, νῦν δὲ Γέργιθα κέκληται. τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τό γένος ὄντες, ἀλλ’ οὐκ ἐκ τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδ’ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι.

γεγόνασι δὲ παρ’ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες. ἀφ’ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρταβάζου καὶ τὰς Μέντορος γυναῖκας κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστ’ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἱ δέ, τῶν παρ’ ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς Μακεδονίαν καὶ τὰς
τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων. τοσούτων ἔοικε καὶ τοιούτων ἡ κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ κολακεύεσθαι προσδεξαμένοις αὐτήν.

προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν

ἀλλ’ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτ’ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς· ὃ δὲ ἐποίει δήπου καὶ ι μὴ λέγοντος οὐκ ἄδηλον καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας, ἅτερος δ’ ἦν ἐπί τινος δίφρου κειμένου παρ’ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θήρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας
πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς· καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ’ οὖν καὶ μυίας ἀποσοβῶν. διὸ ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι τῷ μειρακίῳ μυῖαν, οὐκ ἄλλην ἢ ᾽ κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος· οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς αὑτόν
ἀλλ’

οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπὸ τῶν περὶ αὑτὸν τινος κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων

ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.
Ἀντιφάνης δ’ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε·
ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε πολὺν χρόνον; β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. β. ἐν Πάφῳ·
οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν, ἄλλως τ’ ἄπιστον. α. ποῖον; β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς δειπνῶν ὁ βασιλεύς. α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ᾽. β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλὴν παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ, τὸ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.

εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος· πρὸς γάρ τοι τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτόν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχηματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους· οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ’ ὁ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐκολίαν τε καὶ τὴν
εὐχέρειαν ὅτι πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν.
οὐκ ἂν διαμάρτοι δέ τις τὸν τοῦ μειρακίου τούτου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων οὗ πολλοὺς καὶ διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις ἐν Πυραύνῳ λέγων οὕτως·
πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου.
καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ ·
πάλιν ἡ τοῦ βίου ὑγρότης μέ σου τέθλιφε· τὴν ἀσωτίαν ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

Ἀντιφάνης δ’ ἐν Λημνίαις τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν ἐν οἷς λέγει·

εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς --- ---ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαὶ τιν᾽, ἐμπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.
κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ’ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν
εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’ ἂν θεὸς θέλῃ; τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, ὁ καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ·
ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.

Ἱππίας δ᾽

ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν
περὶ τῆς πατρίδος ἱστοριῶν διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα·
Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι ἵν’ ὀλιγαρχίαν καταστήσωνται ἦσαν δ’ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν
ἐκεῖ τυράννων λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς, κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν ἣ νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾀ ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα

. οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς· εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον τοὺς δ’ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις περιέβαλλον. εἰ δέ τις
τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι, συνάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστηκότος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος τὴν πατρίδα ἠλευθέρωσεν.