Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων

Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ:
εἶθ’ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε, ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
Κυρηβίων δ’ ἐπεκαλεῖτο Ἐπικράτης ὁ Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας. τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως `
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ’ ἀκριβῶς. ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν λαμπρός τις ἐξελήλυθ᾽, εὐθὺς ὄλολυς οὗτός ἐστι: λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται: χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν πέφηνεν: ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται: τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις:
εἰς τοὺς καλοὺς δ’ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος: ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη: ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.

Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται Μάτρων μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ. κἀν τῇ Ὀργῇ δέ φησι:

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ.
ἐν δὲ Μέθῃ:
ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον φάσκων ποιήσειν δευτέρᾳ μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις: τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ ἢ Κρητί. Τιμοκλῆς δ’ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει:
ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ᾽, ὦ ταλάντατος. καὶ μὴν ἔτι τοῦτ’ οὐκ ἔστιν ἀνάξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον; οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.
Ἀντιφάνης δ’ ἐν Σκύθῃ:
ἐπὶ κῶμον δοκεῖ ἴωμεν ὥσπερ ἔχομεν. β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες; α. Χαιρεφῶν οὕτως μεμάθηκε κωμάζειν ἄδειπνος.
Τιμόθεος Κυναρίῳ:
πειρώμεθ’ ὑποδύντ’ ἐς τὸ δεῖπνον ἀπιέναι. εἰς ἑπτάκλινον δ’ ἐστίν, ὡς ἔφραζέ μοι, ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.

Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Ἱερείᾳ:

καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών.
ἐν δὲ Σφαττομένῃ:
καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα: κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει.
Μάχων δ’ ὁ κωμικός φησιν
ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον:
εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.
καὶ πάλιν
ὁ Χαιρεφῶν κρεᾴδι’ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν:
μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν.
ὁ δ’ εἶπεν:
ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ.
ὁ Χαιρεφῶν δὲ
καὶ μάλ᾽, ὦ βέλτιστ᾽,
ἔφη,
γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.
τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως :
δεῖπνα ὅσοι ἔγραψαν: Χαιρεφῶν Κυρηβίωνι.
εἶθ’ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν
ἐπειδή μοι πολλάκις ἐπέστειλας. στίχων τεο .
καὶ ὁ Κυρηβίων δ’ ὅτι παράσιτος προείρηται.

καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων ὁ Μάχων φησί

κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τ’ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα, πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος
μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;
ὁ κυρτὸς εἶπε,
πᾶν, μὲν οὖν τοὐναντίον, Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ’ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως: οὐδ’ ἐστὶν αὐτῷ πάτριον ὄντ’ ἀσύμβολον ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.

Ἄλεξις δ’ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε:

ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς.
καὶ μετ’ ὀλίγα:
Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός: ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. α. εὔχῃ τ’ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
Ἀξιόνικος δ’ ὁ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει:
οἶνος οὐκ ἔνεστιν. β. αἰτεῖσθ’ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.
Ἀριστόδημος δ’ ἐν β’ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν,
ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ᾽ ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν: ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν
καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ʽ ἀριθμεῖτε δή, ᾽ ἔφη, ᾽ πάλιν ἀπ’ ἐμοῦ ἀρξάμενοι.᾽

ὅτι δ’ ἦν ἔθος τοὺς γυναικονόμους ἐφορᾶν τὰ συμπόσια καὶ ἐξετάζειν τῶν κεκλημένων τὸν ἀριθμὸν εἰ ὁ κατὰ νόμον ἐστί, Τιμοκλῆς ἐν Φιλοδικαστῇ φησὶν οὕτως:

ἀνοίγετ’ ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν βούληθ’ ὁ γυναικονόμος ἀπολαβεῖν τὸν ἀριθμόν,, κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν, τῶν ἑστιωμένων, ἔδει δὲ τοὔμπαλιν τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
Μένανδρος δ’ ἐν Κεκρυφάλῳ:
παρὰ τοῖς γυναικονόμοις δὲ τοὺς ἐν τοῖς γάμοις διακονοῦντας ἀπογεγράφθαι πυθόμενος πάντας μαγείρους κατὰ νόμον καινόν τινα, ἵνα πυνθάνωνται τοὺς κεκλημένους ἐὰν πλείους τις ὧν ἔξεστιν ἑστιῶν τύχῃ, ἐλθών ---
καὶ Φιλόχορος δ’ ἐν ἑβδόμῃ Ἀτθίδος
οἱ γυναικονόμοι,
φησί,
μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις θυσίαις.

τοῦ δὲ Κορύδου ἀποφθέγματα τάδε ἀναγράφει ὁ Λυγκεύς: Κορύδῳ συμπινούσης τινὸς ἑταίρας, ᾗ ὄνομα ἦν Γνώμη, καὶ τοῦ οἰναρίου ἐπιλιπόντος εἰσφέρειν ἐκέλευσεν ἕκαστον δύο ὀβολούς, Γνώμην δὲ συμβάλλεσθαι ὅ τι δοκεῖ τῷ δήμῳ. Πολύκτορος δὲ τοῦ κιθαρῳδοῦ φακῆν ῥοφοῦντος καὶ λίθον μασησαμένου ᾽ ὦ ταλαίπωρε,᾽ ἔφη, ᾽ καὶ ἡ φακῆ σε βάλλει.᾽ μήποτε τούτου καὶ Μάχων μνημονεύει, φησὶ γάρ: κακός
τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ’ ἐγὼ αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.ʼ
λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ ᾽ πονηρὸν ἔφη, ᾽ τοῦτ’ ἤδη: καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς ι Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.᾽ Φυρομάχου δ’ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος
ζημιωθῆναι αὐτόν,
ἔφη,
δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο.
παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ’ ἐκεῖνον ἀεὶ λειπούσης,
Πτολεμαῖε,
ἔφη,
πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι;
Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος
Χαιρεφῶν,
εἶπεν,
ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.
καθ’ ὃν δὲ καιρὸν Δημοσθένης παρ’ Ἁρπάλου τὴν κύλικα εἰλήφει
οὗτος,
ἔφη,
τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.
εἰωθότος δ’ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.

Φιλόξενος δὲ ὁ παράσιτος, Πτερνοκοπας δ’ ἐπίκλην, παρὰ Πύθωνι ἀριστῶν παρακειμένων ἐλαῶν καὶ μετὰ μικρὸν προσενεχθείσης λοπάδος ἰχθύων πατάξας τὸ τρύβλιον ἔφη μάστιξεν δ’ ἐλάαν. ἐν δείπνῳ δὲ τοῦ καλέσαντος αὐτὸν μέλανας ἄρτους παρατιθέντος

μὴ πολλούς,
εἶπε,
παρατίθει, μὴ σκότος ποιήσῃς.
τὸν δ’ ὑπὸ τῆς γραὸς τρεφόμενον παράσιτον Παυσίμαχος ἔλεγεν τοὐναντίον πάσχειν τῇ γραίᾳ συνόντα αὐτὸν γὰρ ἐν γαστρὶ λαμβάνειν ἀεί. περὶ τούτου καὶ Μάχων γράφει οὕτως
τὸν ὑδροπότην δὲ Μοσχίωνα λεγόμενον ἰδόντα φασὶν ἐν Λυκείῳ μετά τινων παράσιτον ὑπὸ γραὸς τρεφόμενον πλουσίας
ὁ δεῖνα, παράδοξόν γε ποιεῖς πρᾶγμ᾽, ὅτι ἡ γραῦς ποιεῖ σ’ ἐν γαστρὶ λαμβάνειν ἀεί.
ὁ δὲ αὐτὸς παράσιτον ἀκούσας ὑπὸ γραίας τρεφόμενον συγγινόμενόν τε αὐτῇ ἑκάστης ἡμέρας:
νῦν πάντα, φασί, γίνεθ᾽, ἡ μὲν οὐ κύει, ἐν γαστρὶ δ’ οὗτος λαμβάνει καθ’ ἡμέραν.
Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου Μεγαλοπολίτης γένος ἐν τῇ δευτέρᾳ τῶν περὶ τὸν Φιλοπάτορα ἱστοριῶν συμπότας φησὶ τῷ βασιλεῖ συνάγεσθαι ἐξ ἁπάσης τῆς πόλεως, οὓς προσαγορεύεσθαι γελοιαστάς.

Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῇ κ’ καὶ τρίτῃ τῶν ἱστοριῶν

Κελτοί,
φησί,
περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασίτους, οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι: ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες.
ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. Ἀριστόδημος δ’ ἱστορεῖ Βῖθυν τὸν Λυσιμάχου τοῦ βασιλέως παράσιτον, ἐπεὶ αὐτοῦ εἰς τὸ ἱμάτιον ὁ Λυσίμαχος ἐνέβαλε ξύλινον σκορπίον,
ἐκταραχθέντα ἀναπηδῆσαι, εἶτα γνόντα τὸ γεγενημένον
κἀγὼ σέ,
φησίν,
ἐκφοβήσω, βασιλεῦ: δός μοι τάλαντον.
ἦν δ’ ὁ Λυσίμαχος μικρολογώτατος. Ἀγαθαρχίδης δ’ ὁ Κνίδιος ἐν τῇ β’ καὶ εἰκοστῇ τῶν Εὐρωπιακῶν Ἀριστομάχου τοῦ τοῦ Ἀργείων τυράννου παράσιτον γενέσθαι φησὶν Ἀνθεμόκριτον τὸν παγκρατιαστήν.

κοινῇ δὲ περὶ παρασίτων εἰρήκασι Τιμοκλῆς μὲν ἐν Πύκτῃ, ἐπισιτίους καλῶν αὐτοὺς ἐν τοῖσδε:

εὑρήσεις δὲ τῶν ἐπισιτίων τούτων τιν’ οἳ δειπνοῦσιν ἐσφυδωμένοι τἀλλότρι᾽, ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν παρέχοντες ἀθληταῖσιν.
Φερεκράτης Γραυσί::
σὺ δ’ οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ; β. τίς δ’ οὗτος ὑμῖν ἐστι; α. τοῦτον πανταχοῦ ἄγω λαρυγγικὸν τιν’ ἐπὶ μισθῷ ξένον.
ἐπισίτιοι γὰρ καλοῦνται οἱ ἐπὶ τροφαῖς ὑπουργοῦντες. Πλάτων ἐν τετάρτῳ Πολιτείας:
καὶ ταῦτα ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις ὥσπερ οἱ ἄλλοι λαβόντες.
Ἀριστοφάνης Πελαργοῖς:
ἢν γὰρ ἕν’ ἄνδρ’ ἄδικον σὺ διώκῃς,
ἀντιμαρτυροῦσι δώδεκα τοῖς ἑτέροις ἐπισίτιοι.
Εὔβουλος δ’ ἐν Δαιδάλῳ:
ἐθέλει δ’ ἄνευ μισθοῦ παρ’ αὐτοῖς καταμένειν ἐπισίτιος.

Δίφιλος δ’ ἐν Συνωρίδι ἑταίρας δ’ ὄνομα ἡ Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει:

ἄριστ’ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου. β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι. β. πῶς ἂν βάλοιμ’ Εὐριπίδην; α. οὐκ ἄν ποτε Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ; τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει, ὄλοιτο, νόστου μὴ ποτ’ εἰς πάτραν τυχών.
β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι μέλει; οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν
ὀργίζεται; παράσιτος ὢν ὀργίζεται; β. οὐχ ἀλλ’ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ ὥσπερ τὰ παιδί’ αὑτὸν ἀπογαλακτιεῖ.
καὶ ἑξῆς:
τότε φάγοις, παράσιθ᾽. β. ὅρα ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ’ ὅτι μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

Μένανδρος δ’ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν

τοῦθ’ ἑταῖρός ἐστιν ὄντως: οὐκ ἐρωτᾷ πηνίκα δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην βλέπει, εἶτα δ’ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν.
καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ ΝομοθέτῃΣ32 Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως:
ἐγὼ δ’ ἀπόσιτος ὢν τοιαῦτ’ οὐκ ἀνέχομαι. ᾽,
τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος.
μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις:
υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
καλεῖται δ’ οἰκόσιτος ὁ μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ:
ταχὺ γὰρ γίνεται ἐκκλησιαστὴς οἰκόσιτος.
Μένανδρος Δακτυλίῳ:
οἰκόσιτον νυμφίον οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
καὶ ἐν Κιθαριστῇ:
οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
Ἐπισιτίου δὲ Κράτης Τόλμαις:
ποιμαίνει δ’ ἐπισίτιον, ῥιγῶν δ’ ἐν Μεγαβύζου δέξετ’ ἐπὶ μισθῷ σῖτον.
ἰδίως δ’ ἐν Συναριστώσαις ἔφη:
ἀστεῖον τὸ μὴ συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον, ἀλλ’ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
σιτοκούρου δ᾽, Ἄλεξις μνημονεύει ἐν Παννυχίδι ἢ Ἐρίθοις:
ἔσῃ περιπατῶν σιτόκουρος.
Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως:
πάντ’ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν παρατρέφεσθαι.
καὶ ἐν Πωλουμένοις:
οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον, ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
αὐτόσιτον δ’ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ:
παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.
κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει:
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ:
ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
καὶ Φερεκράτης ἢ Στράττις ἐν Ἀγαθοῖς:
ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.

>

τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος

ἀλλὰ μὴν καὶ αὐτός,
ἔφη,

τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής, περὶ κολάκων ἐρῶ τι.

πράττει γὰρ πάντων ὁ κόλαξ ἄριστα,
ὁ καλὸς εἶπεν Μένανδρος, οὐ μακρὰν δ᾽
ἐστὶν ὁ κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον ʽ Ἀθηναῖος δ’ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ ʼ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως:
Κλείσοφος ὁ Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ,
ἵν᾽, ἔφη, μὴ ἐπιλανθάνωμαι.
τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν,
ἐκ τοῦ τραύματος, ἔφη, ᾽ κείνου πέπραται.
σκώπτοντος δ’ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντος
εἶτ’ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω;

καὶ ὁ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ: “Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφη

εὖ γε νὴ τοὺς θεούς.
τοῦ δὲ Φιλίππου εἰπόντος
τί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται;
νὴ τὸν Δία τὸν μέγιστον,
εἶπεν,
ἄκρως γέ μοι ἐπετίμησας.

Σάτυρος δ’ ἐν τῷ Φιλίππου βίῳ

ὅτε, φησί, Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. καὶ πάλιν ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ . καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν ὡς
συνδαινύμενος. ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ’ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γέλοιον νομίζουσιν ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.
Νικόλαος δ’ ὁ Δαμασκηνὸς εἷς δ’ ἦν τῶν ἐκ τοῦ περιπάτου ἐν τῇ πολυβύβλῳ ἱστορίᾳ ἑκατὸν γὰρ καὶ τεσσαράκοντά εἰσι πρὸς ταῖς τέσσαρσι τῇ ἑκκαιδεκάτῃ καὶ ἑκατοστῇ φησιν Ἀδιάτομον τὸν τῶν Σωτιανῶν βασιλέα ἔθνος δὲ τοῦτο Κελτικόν ἑξακοσίους ἔχειν λογάδας περὶ αὑτόν, οὓς καλεῖσθαι ὑπὸ Γαλατῶν τῇ πατρίῳ γλώττῃ σιλοδούρους, τοῦτο δ’ ἐστὶν ἑλληνιστὶ εὐχωλιμαῖοι.
τούτους δ’ οἱ βασιλεῖς ἔχουσι συζῶντας καὶ συναποθνῄσκοντας ταύτην ἐκείνων εὐχὴν ποιουμένων ἀνθ’ ἧς συνδυναστεύουσί τε αὐτῷ τὴν αὐτὴν ἐσθῆτα καὶ δίαιταν ἔχοντες καὶ συναποθνῄσκουσι κατὰ πᾶσαν ἀνάγκην εἴτε νόσῳ τελευτήσειε βασιλεὺς εἴτε πολέμῳ εἴτ’ ἄλλως πως. καὶ οὐδεὶς εἰπεῖν ἔχει τινὰ ἀποδειλιάσαντα τούτων τὸν θάνατον ὅταν ἥκῃ βασιλεῖ ἢ διεκδύντα.

Φίλιππον δέ φησι Θεόπομπος ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ τῶν ἱστοριῶν Θρασυδαῖον τὸν Θεσσαλὸν καταστῆσαι τῶν ὁμοεθνῶν τύραννον, μικρὸν μὲν ὄντα τὴν γνώμην, κόλακα δὲ μέγιστον. ἀλλ’ οὐκ Ἀρκαδίων ὁ Ἀχαιὸς κόλαξ ἦν περὶ οὗ ὁ αὐτὸς ἱστορεῖ Θεόπομπος καὶ Δοῦρις ἐν πέμπτῃ

Μακεδονικῶν οὗτος δὲ ὁ Ἀρκαδίων μισῶν τὸν Φίλιππον ἑκούσιον ἐκ τῆς πατρίδος φυγὴν ἔφυγεν. ἦν δὲ εὐφυέστατος καὶ πλείους ἀποφάσεις αὐτοῦ μνημονεύονται, ἔτυχεν δ’ οὖν ποτε ἐν Δελφοῖς ἐπιδημοῦντος Φιλίππου παρεῖναι καὶ τὸν Ἀρκαδίωνα: ὃν θεασάμενος ὁ Μακεδὼν καὶ προσκαλεσάμενος
μέχρι τίνος φεύξῃ, φησίν, Ἀρκαδίων;
καὶ ὅς:
ἒς τ’ ἂν τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον.
Φύλαρχος δ’ ἐν τῇ πρώτῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν γελάσαντα τὸν Φίλιππον ἐπὶ τούτῳ καλέσαι τε ἐπὶ δεῖπνον τὸν Ἀρκαδίωνα καὶ οὕτω τὴν ἔχθραν διαλύσασθαι. περὶ δὲ Νικησίου τοῦ Ἀλεξάνδρου κόλακος Ἡγήσανδρος τάδ’ ἱστορεῖ: Ἀλεξάνδρου δάκνεσθαι φήσαντος ὑπὸ μυιῶν καὶ προθύμως αὐτὰς ἀποσοβοῦντος τῶν κολάκων τις Νικησίας παρὼν
ἦ που τῶν ἄλλων μυιῶν,
εἶπεν,
αὗται πολὺ κρατήσουσι τοῦ σοῦ γευσάμεναι αἵματος, ὁ δ’ αὐτός φησι καὶ Χειρίσοφον τὸν Διονυσίου κόλακα ἰδόντα Διονύσιον γελῶντα μετά τινων γνωρίμων (ἀπεῖχεν δ’ ἀπ’ αὐτῶν πλείω τόπον, ὡς μὴ συνακούειν) συγγελᾶν. ἐπεὶ δ’ ὁ Διονύσιος ἠρώτησεν αὐτὸν διὰ τίνα αἰτίαν οὐ συνακούων τῶν λεγομένων γελᾷ,
ὑμῖν,
φησί,
πιστεύω διότι τὸ ῥηθὲν γέλοιόν ἐστιν.

πλείστους δ’ εἶχεν καὶ ὁ υἱὸς αὐτοῦ Διονύσιος τοὺς κολακεύοντας, οὓς καὶ προσηγόρευον οἱ πολλοὶ Διονυσοκόλακας. οὗτοι δὲ προσεποιοῦντο μήτε ὀξὺ ὁρᾶν παρὰ τὸ δεῖπνον,
ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης, ἔψαυόν τε τῶν παρακειμένων ὡς οὐχ ὁρῶντες, ἕως ὁ Διονύσιος αὐτῶν τὰς χεῖρας πρὸς τὰ λεκάνια προσῆγεν. ἀποπτύοντος δὲ τοῦ Διονυσίου πολλάκις παρεῖχον τὰ πρόσωπα καταπτύεσθαι καὶ ἀπολείχοντες τὸν σίαλον, ἔτι δὲ τὸν ἔμετον αὐτοῦ μέλιτος ἔλεγον εἶναι γλυκύτερον. Τίμαιος δ’ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα, ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς, ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθ’ ἑτέρων, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους κατηγορούμενος ὑπὸ τῶν ἄλλων ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι τοῦ Διονυσίου τὰς κοινὰς πράξεις καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος ἔφησεν τὴν διαφορὰν γενέσθαι αὑτῷ πρὸς τοὺς συμπρέσβεις ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου παιάνων τῶν ναυτῶν τινας ἀνειληφότες ᾖδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ ὁ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο : τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ᾀσμάτων κατέχειν,
αὐτὸς δ’ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ᾄδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου πάλιν ὁ Δημοκλῆς ἔφη:
χαρίσαιο δ’ ἂν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα: ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον.
παρακεκλημένων δέ ποτε τῶν φίλων ὑπὸ τοῦ Διονυσίου ἐπὶ τὸ δεῖπνον εἰσιὼν ὁ Διονύσιος εἰς τὸν οἶκον
γράμματα ἡμῖν, ἔφη, ἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων.
καὶ ὁ Δημοκλῆς ὑπολαβὼν
εὖ γε νὴ τοὺς θεούς,
ἔφη,
Διονύσιε.
κἀκεῖνος προσβλέψας αὐτῷ
τί δ’ οἶδας,
ἔφη,
σύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγράφασι;
καὶ ὁ Δημοκλῆς
εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκας, ἔφη, Διονύσιε.
καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων.

Ἡγήσανδρος δ’ ἱστορεῖ καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων ἵν’ ὑπ’ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος τὸν Σεῦτλον ἐπικαλούμενον παράσιτος δ’ ἦν καὶ οὗτος παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ,
ὁ Καπανεύς, ἔφη, ὁ ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν ὑπεραστεῖος ἦν
μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν.
οἱ δὲ δημαγωγοῦντες, φησίν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ’ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Σάτυρος δ’ ἐν τοῖς βίοις Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἰπεῖν
μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός;
τὸν δὲ γελάσαντα εἰπεῖν
οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.
Ἀριστόβουλος δέ φησιν ὁ Κασσανδρεὺς Διώξιππον τὸν Ἀθηναῖον παγκρατιαστὴν τρωθέντος ποτὲ τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἰπεῖν
ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν.

Ἐπικράτης δ’ ὁ Ἀθηναῖος πρὸς βασιλέα πρεσβεύσας, ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρ’ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς καὶ εἰπεῖν δεῖν κατ’ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλ’ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα, θαυμάζω δὲ ἔγωγε τῶν Ἀθηναίων πῶς τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι
θεὸν εἰσηγήσατο Ἀλέξανδρον, καὶ Τιμαγόραν δ’ ἀπέκτειναν ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν αὐτόν. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν σ᾽ἱστοριῶν
Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφ’ οὗ εἰλήφει φαρμάκου εἰπεῖν
ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;
καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα,
ποῖοι θεοί;
φῆσαι,
φοβοῦμαι μή τι θεοῖσιν ἐχθροί.
ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν.

Εὔφαντος δ’ ἐν τετάρτῃ ἱστοριῶν Πτολεμαίου φησὶ τοῦ τρίτου βασιλεύσαντος Αἰγύπτου κόλακα γενέσθαι Καλλικράτην, ὃς οὕτω δεινὸς ἦν ὡς μὴ μόνον Ὀδυσσέως εἰκόνα ἐν τῇ σφραγῖδι περιφέρειν, ἀλλὰ καὶ τοῖς τέκνοις ὀνόματα θέσθαι Τηλέγονον καὶ Ἀντίκλειαν. Πολύβιος δ’ ἐν τῇ τρισκαιδεκάτῃ τῶν ἱστοριῶν Φιλίππου τοῦ καταλυθέντος

ὑπὸ Ῥωμαίων κόλακα γενέσθαι ʽ Ἡρακλείδην τὸν Ταραντῖνον τὸν καὶ τὴν βασιλείαν αὐτοῦ πᾶσαν ἀνατρέψαντα: ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ Ἀγαθοκλέους τοῦ Οἰνάνθης υἱοῦ, ἑταίρου δὲ τοῦ Φιλοπάτορος βασιλέως Φίλωνα. Ἱερωνύμου δὲ τοῦ Συρακοσίων τυράννου Θράσωνα τὸν Κάρχαρον ἐπικαλούμενον Βάτων ὁ Σινωπεὺς ἱστορεῖ ἐν τῷ περὶ τῆς τοῦ Ἱερωνύμου τυραννίδος, προσφέρεσθαι φάσκων αὐτὸν ἑκάστοτε πολὺν ἄκρατον. τοῦτον δ’ ἐποίησεν ἀναιρεθῆναι ὑπὸ τοῦ Ἱερωνύμου ἕτερος κόλαξ Σῶσις ὄνομα: καὶ αὐτὸν δὲ τὸν Ἱερώνυμον ἀνέπεισεν διάδημά τε ἀναλαβεῖν καὶ τὴν πορφύραν καὶ τὴν ἄλλην πᾶσαν διασκευὴν ἣν ἐφόρει Διονύσιος ὁ τύραννος. Ἀγαθαρχίδης δ’ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν
Αἱρήσιππος, φησίν, ὁ Σπαρτιάτης, ἄνθρωπος οὐ μετρίως φαῦλος οὐδὲ δοκῶν χρηστὸς εἶναι, πιθανὸν δ’ ἔχων ἐν κολακείᾳ λόγον καὶ θεραπεῦσαι τοὺς εὐπόρους μέχρι τῆς τύχης δεινός.
τοιοῦτος ἦν καὶ Ἡρακλείδης ὁ Μαρωνείτης ὁ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως κόλαξ, οὗ μνημονεύει Ξενοφῶν ἐν ζ’ Ἀναβάσεως.

Θεόπομπος δ’ ἐν ὀκτωκαιδεκάτῃ ἱστοριῶν περὶ Νικοστράτου Ἀργείου λέγων ὡς ἐκολάκευε τὸν Περσῶν βασιλέα γράφει καὶ ταῦτα:

Νικόστρατον δὲ τὸν Ἀργεῖον πῶς οὐ χρὴ ] φαῦλον νομίζειν, ὃς προστάτης γενόμενος τῆς Ἀργείων πόλεως καὶ παραλαβὼν καὶ γένος καὶ χρήματα καὶ πολλὴν οὐσίαν παρὰ τῶν προγόνων ἅπαντας ὑπερεβάλετο τῇ κολακείᾳ καὶ
ταῖς θεραπείαις οὐ μόνον τοὺς τῆς τότε στρατείας μετασχόντας, ἀλλὰ καὶ τοὺς ἔμπροσθεν γενομένους, πρῶτον μὲν γὰρ οὕτως ἠγάπησε τὴν παρὰ τοῦ βαρβάρου τιμὴν ὥστε βουλόμενος ἀρέσκειν καὶ πιστεύεσθαι μᾶλλον ἀνεκόμισε πρὸς βασιλέα, τὸν υἱόν: τῶν ἄλλων οὐδεὶς πώποτε φανήσεται ποιήσας. ἔπειτα καθ’ ἑκάστην ἡμέραν, ὁπότε μέλλοι δειπνεῖν, τράπεζαν παρετίθει χωρὶς ὀνομάζων τῷ δαίμονι τῷ βασιλέως, ἐμπλήσας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀκούων μὲν τοῦτο ποιεῖν καὶ τῶν Περσῶν τοὺς περὶ τὰς θύρας διατρίβοντας, οἰόμενος δὲ διὰ τῆς θεραπείας ταύτης χρηματιεῖσθαι μᾶλλον παρὰ τοῦ βασιλέως: ἦν γὰρ αἰσχροκερδὴς καὶ χρημάτων ὡς οὐκοἶδ’ εἴ τις ἕτερος ἥττων.
Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν Θεοδώρειον ἀναγράφει, Ἕρμιππος δ’ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει, οὗτος δ’ ὁ ἀνὴρ καὶ περὶ τῆς Ἀττάλου παιδείας συγγέγραφε βίβλους πᾶσαν κολακείαν ἐμφαινούσας. Πολύβιος δ᾽ ἐν ὀγδόῃ ἱστοριῶν
Καύαρος, φησίν, ὁ Γαλάτης ὢν ἀνὴρ ἀγαθὸς ὑπὸ Σωστράτου τοῦ κόλακος διεστρέφετο, ὃς ἦν Χαλκηδόνιος γένος.