Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντοσ—ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις· ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη·

τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. πολέμων γοῦν ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ’ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης ʽ Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ’ ἄλλων πόλεων ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε γράψας περὶ παρασίτων φησὶν οὕτως· “τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ’ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως·

τὰ δ’ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν
παρασίτων, οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια, ὃσδ’ ἂν μὴ ᾽θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.
ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται·
καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος. τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.
ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε·
ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος ---στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.
κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται·
θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.
Κλέαρχος δ’ ὁ Σολεύς, εἷς δ’ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει·
ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, ὁ τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.
Κλείδημος δ’ ἐν τῇ Ἀτθίδι φησί
καὶ παράσιτοι δ’ ᾑρέθησαν
τῷ Ἠρακλεῖ.
καὶ Θεμίσων δ’ ἐν Παλληνίδι·
ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.

ἔχεις δὲ κἀκ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες, ἀλλὰ μὴν περὶ γὰρ τῶν παρασίτων ὁ λόγος κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται·

τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ , τὸ δὲ τοῖς παρασίτοις.
Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί·
καὶ ὁ παράσιτος νῦν ἐπ’ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ’ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. διὸ καὶ ἐν τῷ τοῦ βασιλέως νόμῳ γέγραπται ταυτί·
ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων ὅπως ἂν καθιστῶνται καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα, τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῷ ἱερῷ
κατὰ τὰ πάτρια, τὸν δ’ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν.
ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν ἐν τῷ αὐτῷ νόμῳ τάδε γέγραπται·
εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν.
ἐκ τούτου δῆλόν ἐστιν ὅτι ἐν ᾧ τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι τοῦτο παρασίτιον προσηγορεύετο.
ταὐτὰ ἱστορεῖ καὶ Φιλόχορος ἐν τῇ ἐπιγραφομένῃ Τετραπόλει μνημονεύων τῶν καταλεγομένων τῷ Ἡρακλεῖ παρασίτων καὶ Διόδωρος ὁ Σινωπεὺς κωμῳδιοποιὸς ἐν Ἐπικλήρῳ, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι. Ἀριστοτέλης δ’ ἐν τῇ Μεθωναίων πολιτείᾳ
παράσιτοι
φησί,
τοῖς μὲν ἄρχουσι δύο καθ’ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς· τεταγμένα δὲ ἐλάμβανον παρ’ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.

τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων

ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην
εὔωνον ἀείσιτον. ἀλλ’ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν τηνεὶ δὲ χαρίης τ’ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω. καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν, τήνῳ κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει· ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις, τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. ἐπεὶ δὲ χ’ εἵκω οἴκαδις καταφθαρείς, ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ, ἇς κά μ’ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.

καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος, ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν

ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.
πρῶτος δ’ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος·
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, ἀφνειὸς τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεὶ οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶν δ’ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ’ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.

οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ’ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα·

ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν ἀλλ’ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακ’ εὐθέως λέγειν ἢ ᾽ κφέρεται θύραζε. οἶδα δ’ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα· σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων

οὐκ ἔσθ’ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε· ὁ δ’ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
πολὺ δ’ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι· φησὶ γάρ·
καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.
παρασίτων δ’ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων
δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος,
σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖὸν τ’ οὐσίας ι νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; ν. καὶ μάλα. ρ. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ’ ἐλάττοσι εἶθ’ οἱ μὲν εὐποροῦμεν, οἱ δ’ ἀλύομεν. ἆρ’ ἐκδιδάσκω, Ναυσίνικ᾽; ν, οὐκ ἀστόχως· ἀλλ’ ἂν σ᾽· ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

χαρακτηρίζει δ’ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖὸς τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως ι

ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γ’ οὐδὲν ἔστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος, εἰ δ’ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, ἀνήρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους, ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων, χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαὶ γ’ ἐρεῖν, ὁ τῶν παρασίτων ὡς τετίμηται βίος. γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις, οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.

καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός. ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.

καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι· βούλομαι δὲ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι --- ζωμὸς καλοῦμαι, δεῖ τιν’ ἄρασθαι μέσον
τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ’ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον --- Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός.
κἀν Πυθαγοριστῇ δέ φησι·
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.

Ἀντιφάνης δ’ ἐν Προγόνοις· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτὸς εἰμ᾽, ἥδιστε, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή, φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ᾽ ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποεῖν ἅπαντα, καὶ καλοῦσὶ μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
Δίφιλος δ’ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε·
ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει’ ἢ διαφθείρει’ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
Εὔβουλος δ’ ἐν Οἰδίποδι·
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.

Διόδωρος δὲ ὁ Σινωπεὺς ἐν Ἐπικλήρῳ περὶ τοῦ παρασιτεῖν καὶ αὐτας οὐκ ἀγλαφύρως τάδε φησὶν

βούλομαι δεῖξαι σαφῶς ὡς σεμνὸν ἐστι τοῦτο καὶ νενομισμένον
καὶ τῶν θεῶν εὕρημα· τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί· τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν. οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ, παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλών συμβολάς. κἀγὼ ποῶ νῦν τοῦτ᾽. ἐπὰν κλίνας ἴδω ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην, πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος,
ὅτι δ’ ἦν τὸ πρᾶγμ’ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ’ ἀπεκλήρωσεν οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ’ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δύ’ ἀστῶν γεγονότας, ἔχοντας οὐσίας, καλῶς βεβιωκότας.
εἶθ’ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους καὶ πάντ’ ἐπαινεῖν οἷς ἐπειδὰν προσερύγῃ ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δ’ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, ὁ προσάγων τὴν ῥῖνα δεῖθ’ αὑτῷ φράσαι, πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν.

καὶ Ἀξιόνικος δ’ ἐν Χαλκιδικῷ φησιν·

ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ’ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τό μέγεθος τοσαύτας ὥστε με ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν. ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς, ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι· μετεβαλόμην πρὸς τοῦτον ὅσα τ’ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι.
πονηρὸς ὢν δὲ χρηστὸς εἶναι φησί τις ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν, γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον αὔριον ἕωλον τοῦτ’ ἔχων οὐκ ἄχθομαι. τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
Ἀντίδοτος δ’ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα·
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου. πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον περὶ τοῦ παρασιτεῖν εἴ τις ἐμπέσοι λόγος, τὸ τεχνίον αἰεὶ τοῦτό μοι κατεπίνετο, καὶ παιδομαθὴς πρὸς αὐτὸ τὴν διάνοιαν ἦν.

παράσιτοι δ’ ἐπ’ ὀνόματος ἐγένοντο Τιθύμαλλος μέν, οὗ μνημονεύει Ἄλεξις ἐν Μιλησίᾳ καὶ ἐν Ὀδυσσεῖ ὑφαίνοντι· ἐν δὲ Ὀλυνθίοις φησίν

ὁ δὲ σὸς πένης ἔστ᾽, ὦ γλυκεῖα· τοῦτο δὲ δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.
δρόμων δ’ ἐν Ψαλτρίᾳ·
ὑπερῃσχυνόμην μέλλων ἀσύμβολος πάλιν δειπνεῖν πάνυ αἰσχρὸν γάρ. β. ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ’ ἔσθ’ ὁρᾶν οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
Τιμοκλῆς Κενταύρῳ ἢ Δεξαμενῷ·
τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.
ἐν δὲ Καυνίοις·
ἤδη προσενήνεκται; τί μέλλεις; σπεῦδε δή, ὦ τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω κομιδῇ τεθνηκώς, τῶν ἀν’ ὀκτὼ τοὐβολοῦ θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ ἐκεῖνος, ἀλλ’ ἐκαρτέρησ᾽, ὦ φίλτατε, πεινῶν.
ἐν δ’ Ἐπιστολαῖς·
οἴμοι κακοδαίμων, ὡς ἐρῶ· μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’ οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ᾽, οὐ Κόρυδος ἀσύμβολος κινεῖν ὀδόντας.
Ἀντιφάνης Τυρρηνῷ·
ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν. β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον. εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου παρ’ οἷσι δειπνεῖ προῖκα, συλλέξει συχνήν.

ἦν δὲ καὶ ὁ Κόρυδος τῶν δι’ ὀνόματος παρασίτων, μνημονεύει δ’ αὐτοῦ Τιμοκλῆς ἐν Ἐπιχαιρεκάκῳ οὕτως·

ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τις, ἀθλιώτατον. ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ’ αὑτὸν οἴκαδε. ἦν δὲ τὸ πάθος γέλοιον, οἴμοι, τέτταρας χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν, θύννεια, νάρκας, καράβους ᾑμωδία. καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο ὁπόσου, πυθόμενος δ’ ἀπέτρεχ’ εἰς τὰς μεμβράδας.
Ἄλεξις Δημητρίῳ ἢ Φιλεταίρῳ·
ἀλλ’ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως. οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή.
ἐν δὲ Τίτθῃ·
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι’ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ’ εἶναι. β. νοῦν γ’ ἔχων πλουτεῖ γὰρ ὁ Βλεπαῖος.
Κρατῖνος δ’ ὁ νεώτερος ἐν Τιτᾶσι·
κόρυδον τὸν χαλκότυπον πεφύλαξο, ἦ μὴν σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν, μηδ’ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν, χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ.
ὅτι δὲ γέλοια ἔλεγεν ὁ Κόρυδος καὶ ἐπὶ τούτοις γελᾶσθαι ἤθελεν ὁ αὐτὸς Ἄλεξις ἐν Ποιηταῖς φησι·
πάνυ τοι βούλομαι οὗτος γελᾶσθαι καὶ γέλοι’ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ.
ἀναγράφει δὲ αὐτοῦ τὰ ἀπομνημονεύματα Λυγκεὺς ὁ Σάμιος Εὐκράτην αὐτὸν καλεῖσθαι κυρίως φάσκων. γράφει δ’ οὕτως· Εὐκράτης ὁ Κόρυδος πίνων παρά τινι σαθρᾶς οὔσης τῆς οἰκίας
ἐνταῦθα,
φησίν,
δειπνεῖν δεῖ ὑποστήσαντα τὴν ἀριστερὰν χεῖρα ὥσπερ αἱ Καρυάτιδες.

Φιλόξενος δ’ ἡ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι,

ἀλλ’ ἐγώ,
ἔφη,
μνημονεύω ὅτε ὁ κόρυδος ὀβολοῦ ἦν.
ἦν δὲ καὶ ὁ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ· πρόκειται δὲ τὸ μαρτύριον. μνημονεύει δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν, μνημονεύει δ’ αὐτοῦ καὶ Μάχων ὁ κωμῳδιοποιὸς ὁ Κορίνθιος μὲν ἢ Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ· ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι
τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις.
οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ’ ἄρα τέχνης ἄξιον ἀρχαίης λείψανον ἠμφίεσαι. τοῦτο δ’ ὁ πρέσβυς ἐρεῖ·
Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτ’ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν.
ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος, ὁ δ’ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις·
τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποθ᾽ εἷς τῶν. συμπαρόντων πῶς κέχρητ’ αὐτῷ ποτε Πτολεμαῖος.
οὐκ οἶδ᾽, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ᾽, ἔφη, ἃ δεῖ· φαγεῖν δὲ σιτί’ οὐ δέδωκέ πω.
Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρου
ἐπὶ γελοίοις,
φησί,
δόξαν εἰληφότες Εὐκλείδης ὁ Σμικρίνου καὶ Φιλόξενος ἡ Πτερνοκοπίς· ὧν ὁ μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, ὁ δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὃ τι λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καὶ οὕτω, γε συνέβη τὸν μὲν Εὐκλείδην ἀκλεῆ καταβιοῦν, τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.

Μοσχίωνος δέ τινος παρασίτου μνημονεύων

Ἄλεξις ἐν Τροφωνίῳ παραμασήτην αὐτὸν ἐν τούτοις καλεῖ·
εἶθ’ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.
ἐν δὲ τῷ Παγκρατιαστῇ Ἄλεξις τρεχεδείπνους καταλέγων φησίν
πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. β. Ἡράκλεις φίλε, ἀγοράσματ᾽, οὐ συμπόσιον εἴρηκας, γύναι.
Κυρηβίων δ’ ἐπεκαλεῖτο Ἐπικράτης ὁ Αἰσχίνου τοῦ ῥήτορος κηδεστής, ὥς φησι Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας. τῶν δὲ τοιούτων ἐπιθέτων, ἃ ἐπὶ χλεύῃ Ἀθηναῖοι παίζοντες ἔλεγον, μνημονεύει Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ οὕτως `
ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ᾽, οἶδ’ ἀκριβῶς. ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε. ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμὸν λαμπρός τις ἐξελήλυθ᾽, εὐθὺς ὄλολυς οὗτός ἐστι· λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται· χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν πέφηνεν· ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις·
εἰς τοὺς καλοὺς δ’ ἄν τις βλέπῃ, καπνὸς Θεαγένειος· ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη· ἐὰν δὲ κριόν, Φρίξος, ἂν δὲ κωδάριον, Ἰάσων.

Χαιρεφῶντος δὲ τοῦ παρασίτου μέμνηται Μάτρων μὲν κἀν τοῖς πρὸ τούτων, ἀτὰρ δὴ καὶ Μένανδρος αὐτοῦ μνημονεύει ἐν Κεκρυφάλῳ. κἀν τῇ Ὀργῇ δέ φησι·

διαφέρει Χαιρεφῶντος οὐδὲ γρῦ ἅνθρωπος ὅστις ἐστίν, ὃς κληθείς ποτε εἰς ἑστίασιν δωδεκάποδος ὄρθριος πρὸς τὴν σελήνην ἔτρεχε τὴν σκιὰν ἰδὼν ὡς ὑστερίζων, καὶ παρῆν ἅμ’ ἡμέρᾳ.
ἐν δὲ Μέθῃ·
ἐμὲ γὰρ διέτριψεν ὁ κομψότατος ἀνδρῶν Χαιρεφῶν ἱερὸν γάμον φάσκων ποιήσειν δευτέρᾳ μετ’ εἰκάδα καθ’ αὑτόν, ἵνα τῇ τετράδι δειπνῇ παρ’ ἑτέροις· τὰ τῆς θεοῦ γὰρ πανταχῶς ἔχειν καλῶς.
μνημονεύει αὐτοῦ καὶ ἐν Ἀνδρογύνῳ ἢ Κρητί. Τιμοκλῆς δ’ ἐν Ἐπιστολαῖς καὶ ὡς Δημοτίωνι τῷ ἀσώτῳ παρασιτοῦντος αὐτοῦ μνημονεύει·
ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν τἀργύριον οὐκ ἐφείδετ᾽, ἀλλὰ παρέτρεφε τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς οἴκαδε βαδίζειν ᾤετ᾽, ὦ ταλάντατος. καὶ μὴν ἔτι τοῦτ’ οὐκ ἔστιν ἀνάξιον μόνον, τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον; οὔτ’ εὔρυθμος γάρ ἐστιν οὔτ’ ἀχρήματος.
Ἀντιφάνης δ’ ἐν Σκύθῃ·
ἐπὶ κῶμον δοκεῖ ἴωμεν ὥσπερ ἔχομεν. β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες; α. Χαιρεφῶν οὕτως μεμάθηκε κωμάζειν ἄδειπνος.
Τιμόθεος Κυναρίῳ·
πειρώμεθ’ ὑποδύντ’ ἐς τὸ δεῖπνον ἀπιέναι. εἰς ἑπτάκλινον δ’ ἐστίν, ὡς ἔφραζέ μοι, ἂν μὴ παράβυστός που γένηται Χαιρεφῶν.

Ἀπολλόδωρος δ’ ὁ Καρύστιος ἐν Ἱερείᾳ·

καινὸν γέ φασι Χαιρεφῶντ᾽ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων ἥκειν, δεδείπνηχ᾽, ὡς ἔοικεν, εἰσπεσών.
ἐν δὲ Σφαττομένῃ·
καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει.
Μάχων δ’ ὁ κωμικός φησιν
ὁδὸν μακρὰν ἐλθόντος ἐπὶ δεῖπνόν ποτε τοῦ Χαιρεφῶντος εἰς γάμους ἐξ ἄστεος εἰπεῖν λέγουσι τὸν ποιητὴν Δίφιλον·
εἰς τὰς ἑαυτοῦ, Χαιρεφῶν, σιαγόνας ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας, ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.
καὶ πάλιν
ὁ Χαιρεφῶν κρεᾴδι’ ὠψώνει ποτέ, καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας εἶπεν·
μάγειρε, μὴ προσίστα τοῦτό μοι τοὐστοῦν.
ὁ δ’ εἶπεν·
ἀλλὰ μήν ἐστιν γλυκύ. καὶ μὴν τὸ πρὸς ὀστοῦν φασι κρέας εἶναι γλυκύ.
ὁ Χαιρεφῶν δὲ
καὶ μάλ᾽, ὦ βέλτιστ᾽,
ἔφη,
γλυκὺ μέν, προσιστάμενον δὲ λυπεῖ πανταχῇ.
τοῦ Χαιρεφῶντος καὶ σύγγραμμα ἀναγράφει Καλλίμαχος ἐν τῷ τῶν παντοδαπῶν πίνακι γράφων οὕτως·
δεῖπνα ὅσοι ἔγραψαν· Χαιρεφῶν Κυρηβίωνι.
εἶθ’ ἑξῆς τὴν ἀρχὴν ὑπέθηκεν
ἐπειδή μοι πολλάκις ἐπέστειλας. στίχων τεο .
καὶ ὁ Κυρηβίων δ’ ὅτι παράσιτος προείρηται.

καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων ὁ Μάχων φησί

κληθεὶς ἐπὶ δεῖπνον ὁ παράσιτος Ἀρχεφῶν ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς, ὄψου πετραίου παρατεθέντος ποικίλου ἐπὶ τῆς τραπέζης καράβων τ’ ἀληθινῶν, ἐπὶ πᾶσι λοπάδος τ’ εἰσενεχθείσης ἁδρᾶς, ἐν ᾗ τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί, οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι, τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ’ ἅμα καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ, ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων Φαληρικῆς ἀφύης τε διασεσαγμένος, τῶν κωβιῶν δ’ ἀπέσχετ’ ἐγκρατέστατα, πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος
μὴ παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;
ὁ κυρτὸς εἶπε,
πᾶν, μὲν οὖν τοὐναντίον, Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ’ οὐχ ἅπτεται, τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως· οὐδ’ ἐστὶν αὐτῷ πάτριον ὄντ’ ἀσύμβολον ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.

Ἄλεξις δ’ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε·

ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ,
ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς.
καὶ μετ’ ὀλίγα·
Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. α. εὔχῃ τ’ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
Ἀξιόνικος δ’ ὁ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει·
οἶνος οὐκ ἔνεστιν. β. αἰτεῖσθ’ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.
Ἀριστόδημος δ’ ἐν β’ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν,
ὁ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ᾽ ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν· ὁ παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν
καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ʽ ἀριθμεῖτε δή, ᾽ ἔφη, ᾽ πάλιν ἀπ’ ἐμοῦ ἀρξάμενοι.᾽