Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Ἀριστοφάνηςδὲ ὁ κωμῳδιοποιός, ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς περὶ ἀκροπόλεωσ—πεντεκαίδεκα δ’ ἐστὶ ταῦτα βιβλία Ναυκρατίτην εἶναι γένος, ἐν τῷ Πλούτῳ δράματι κατὰ τὴν τοῦ ὁμωνύμου θεοῦ ἐπιφάνειαν τοὺς ἰχθυηρούς φησι πίνακας ἀργυροῦς ἀναφανῆναι καθάπερ καὶ τὰ ἄλλα ἅπαντα, λέγων ὡδί
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ ὁρᾶν. ὁ δ’ ἰπνὸς γέγον’ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
Πλάτων δ’ ἐν Πρέσβεσι·
κᾆτ’ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα, ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
σώφρων δ’ ἐν γυναικείοις μίμοις φησί·
τῶν δὲ χαλκωμάτων καὶ τῶν· ἀργυρωμάτων ἐμάρμαιρε ἁ οἰκία.

Φιλιππίδης δ’ ἐν Ἀργυρίου ἀφανισμῷ ὡς φορτικοῦ μέμνηται τοῦ τοιούτου καὶ σπανίου, ζηλουμένου δὲ ὑπό τινων νεοπλούτων μετοίκων
ἀλλ’ ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω ἐλευθέρους, μαστιγίας δ’ ἀπ’ ἀργυροῦ πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε δυεῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ. πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν ἐργῶδες ἀμέλει. β. τοῦτο μὲν καὶ νῦν ἔτι· ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.
Ἄλεξις δὲ ἐν Ἱππίσκῳ νεανίσκον παράγων ἐρῶντα καὶ ἐπιδεικνύμενον τὸν πλοῦτον τῇ ἐρωμένῃ ταῦτα ποιεῖ λέγοντα·
τοῖς παισὶ τ’ εἶπα δύο γὰρ ἦγον οἴκοθεν τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα θεῖναι, κύαθος δ’ ἦν ἀργυροῦς (οὗτος μὲν οὖν ἦγεν δύο δραχμάσ᾽, κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου λεπτότερον. β. ἀλλὰ ταῦθ’ ὅλως πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν’ ἦν.
οἶδα δὲ κἀγώ τινα πολίτην ἡμέτερον πτωχαλαζόνα, ὃς δραχμῆς ἔχων τὰ πάντα ἀργυρώματα ἐβόα καλῶν τὸν οἰκέτην ἕνα ὄντα καὶ μόνον, ὀνόμασι δὲ χρώμενον ψαμμακοσίοις,
παῖ Στρομβιχίδη, μὴ τῶν χειμερινῶν ἀργυρωμάτων ἡμῖν παραθῇς, ἀλλὰ τῶν θερινῶν.
τοιοῦτός ἐστι καὶ ὁ παρὰ Νικοστράτῳ ἐν τῷ ἐπιγραφομένῳ δράματι Βασιλεῖς. ἀλαζὼν δ’ ἐστὶ στρατιώτης περὶ οὗ λέγει·
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον τῆς εὐπαρύφου λεπτότερον.
ἐξήλαυνον γάρ τινες τὸν ἄργυρον καὶ τότε εἰς ὑμένος ἰδέαν.

καὶ Ἀντιφάνης δὲ ἐν Λημνίαις φησί
παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.
καὶ Σώπατρος δ’ ὁ παρῳδὸς ἐν ᾽Ὀρέστῃ·
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
ἐν δὲ τῷ ἐπιγραφομένῳ δράματι Φακῇ φησιν
ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ἠρμένην τορεύμασιν, οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
Θεόπομπος δ’ ὁ Χῖος ἐν ταῖς πρὸς Ἀλέξανδρον συμβουλαῖς περὶ Θεοκρίτου τοῦ πολίτου τὸν λόγον ποιούμενός φησιν
ἐξ ἀργυρωμάτων δὲ καὶ χρυσῶν πίνει καὶ τοῖς σκεύεσιν χρῆται τοῖς ἐπὶ τῆς τραπέζης ἑτέροις τοιούτοις, ὁ πρότερον οὐχ ὅπως ἐξ ἀργυρωμάτων ἔχων πίνειν ἀλλ’ οὐδὲ χαλκῶν, ἀλλ’ ἐκ κεραμέων καὶ τούτων ἐνίοτε κολοβῶν.
Δίφιλος δ’ ἐν Ζωγράφῳ·
ἄριστον ἐπεχόρευσεν ἐκλελεγμένον, εἴ τι νέον ἢ ποθεινὸν ὀστρέων γένη παντοδαπά, λοπάδων παρατεταγμένη φάλαγξ, ὀπτῶν ἐπῇττε σωρὸς ἀπὸ τοῦ τηγάνου, τριμμάτια τούτοις ἐν θυΐαις ἀργυραῖς.
Φιλήμων Ἰατρῷ·
καὶ γυλιὸν τιν’ ἀργυρωμάτων.
Μένανδρος Ἑαυτὸν τιμωρουμένῳ
λουτρόν, θεραπαίνας, ---ἀργυρώματα.
καὶ ἐν Ὑμνίδι·
ἀλλὰ τἀργυρώματα ἥκω λαβεῖν βουλόμενος.
Λυσίας δ’ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος·
ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.
οἱ δ’ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.

τοσαῦτα εἰπόντος τοῦ Αἰμιλιανοῦ ὁ Ποντιανὸς ἔφη·

σπάνιος γὰρ ὄντως ἦν τὸ παλαιὸν παρὰ τοῖς Ἕλλησιν ὁ μὲν χρυσὸς καὶ πάνυ, ὁ δὲ ἄργυρος ὀλίγος ἦν ἐν τοῖς μετάλλοις. διὸ καὶ Φίλιππον τὸν τοῦ μεγάλου βασιλέως Ἀλεξάνδρου πατέρα φησὶν Δοῦρις ὁ Σάμιος φιάλιον χρυσοῦν κεκτημένον ἀεὶ τοῦτ’ ἔχειν κείμενον ὑπὸ τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα, περὶ ἣν γεγόνασιν ἡλίου τε ἐκλείψεις καὶ βασιλέων μεταβολαὶ ἔτι τε τῆς τραγῳδίας ἡ πολλή, φιάλην ἀργυρᾶν φησι γεγονέναι Ἡρόδωρος ὁ Ἡρακλεώτης ἔχουσαν ἐν μέσῳ ἄρνα χρυσῆν. Ἀναξιμένης δ’ ὁ Λαμψακηνὸς ἐν ταῖς πρώταις ἐπιγραφομέναις ἱστορίαις τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρὰ τοῖς Ἕλλησι· καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον. μετὰ δὲ τὴν Δελφῶν ὑπὸ Φωκέων κατάληψιν πάντα τὰ τοιαῦτα δαψίλειαν εἴληφεν. ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα δοκοῦντες πλουτεῖν καὶ τὰς θήκας τούτων ὠνόμαζον
χαλκοθήκας. ʽ Ἡρόδοτός τέ φησι τοὺς Αἰγυπτίων ἱερεῖς χαλκοῖς ποτηρίοις πίνειν, τοῖς τε βασιλεῦσιν αὐτῶν θύουσί ποτε κοινῇ οὐχ εὑρεθῆναι πᾶσι δοθῆναι φιάλας ἀργυρᾶς· Ψαμμήτιχον γοῦν νεώτερον ὄντα τῶν ἄλλων βασιλέων χαλκῇ φιάλῃ σπεῖσαι τῶν ἄλλων ἀργυραῖς σπενδόντων. συληθέντος δ’ οὖν τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ τῶν Φωκικῶν τυράννων ἐπέλαμψε παρὰ τοῖς Ἕλλησιν ὁ χρυσός, εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος, ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας θησαυροὺς ἀνελομένου ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος.

καὶ τὰ ἐν Δελφοῖς δὲ ἀναθήματα τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ὑπὸ πρώτου Γύγου τοῦ Λυδῶν βασιλέως ἀνετέθη· καὶ πρὸ τῆς τούτου βασιλείας ἀνάργυρος, ἔτι δὲ ἄχρυσος ἦν ὁ Πύθιος, ὡς Φαινίας τέ φησιν ὁ Ἐρέσιος καὶ Θεόπομπος ἐν τῇ τεσσαρακοστῇ τῶν Φιλιππικῶν. ἱστοροῦσι γὰρ οὗτοι κοσμηθῆναι τὸ Πυθικὸν ἱερὸν ὑπό τε τοῦ Γύγου καὶ τοῦ μετὰ τοῦτον Κροίσου, μεθ’ οὓς ὑπό τε Γέλωνος καὶ Ἱέρωνος τῶν Σικελιωτῶν, τοῦ μὲν τρίποδα καὶ Νίκην χρυσοῦ πεποιημένα ἀναθέντος καθ’ οὓς χρόνους Ξέρξης ἐπεστράτευε τῇ Ἑλλάδι, τοῦ δ’ Ἱέρωνος τὰ ὅμοια, λέγει δ’ οὕτως ὁ Θεόπομπος·
ἦν γὰρ τὸ παλαιὸν τὸ ἱερὸν κεκοσμημένον χαλκοῖς ἀναθήμασιν, οὐκ ἀνδριᾶσιν ἀλλὰ λέβησι καὶ τρίποσι χαλκοῦ πεποιημένοις. Λακεδαιμόνιοι οὖν χρυσῶσαι βουλόμενοι τὸ πρόσωπον
τοῦ ἐν Ἀμύκλαις Ἀπόλλωνος καὶ οὐχ εὑρίσκοντες ἐν τῇ Ἑλλάδι χρυσίον πέμψαντες εἰς θεοῦ ἐπηρώτων τὸν θεὸν παρ’ οὗ χρυσίον πρίαιντο. ὁ δ’ αὐτοῖς ἀνεῖλεν παρὰ Κροίσου τοῦ Λυδοῦ πορευθέντας ὠνεῖσθαι. καὶ οἳ πορευθέντες παρὰ Κροίσου ὠνήσαντο. Ἱέρων δ’ ὁ Συρακόσιος βουλόμενος ἀναθεῖναι τῷ θεῷ τὸν τρίποδα καὶ τὴν Νίκην ἐξ ἀπέφθου χρυσοῦ ἐπὶ πολὺν χρόνον ἀπορῶν χρυσίου ὕστερον ἔπεμψε τοὺς ἀναζητήσοντας εἰς τὴν Ἑλλάδα, οἵτινες μόλις ποτ’ εἰς Κόρινθον ἀφικόμενοι καὶ ἐξιχνεύσαντες εὗρον παρ’ Ἀρχιτέλει τῷ Κορινθίῳ, ὃς πολλῷ χρόνῳ συνωνούμενος κατὰ μικρὸν θησαυροὺς εἶχεν οὐκ ὀλίγους, ἀπέδοτο γοῦν τοῖς παρὰ τοῦ ʽ Ἱέρωνος ὅσον ἠβούλοντο καὶ μετὰ ταῦτα πληρώσας καὶ τὴν ἑαυτοῦ χεῖρα ὅσον ἠβούλοντο χωρῆσαι ἐπέδωκεν αὐτοῖς. ἀνθ’ ὧν Ἱέρων πλοῖον σίτου καὶ ἄλλα πολλὰ δῶρα ἔπεμψεν ἐκ Σικελίας.

ἱστορεῖ τὰ αὐτὰ καὶ Φαινίας ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ τυράννων, ὡς χαλκῶν ὄντων τῶν παλαιῶν ἀναθημάτων καὶ τριπόδων καὶ λεβήτων καὶ ἐγχειριδίων, ὧν ἐφ’ ἑνὸς καὶ ἐπιγεγράφθαι φησίν
θάησαί μ’· ἐτεὸν γὰρ ἐν Ἰλίου εὐρέι πύργῳ ἦν ὅτε καλλικόμῳ μαρνάμεθ’ ἀμφ’ Ἑλένῃ· καὶ μ’ Ἀντηνορίδης ἐφόρει κρείων Ἑλικάων νῦν δέ με Λητοΐδου θεῖον ἔχει δάπεδον.
ἐπὶ δὲ τρίποδος, ὃς ἦν εἷς τῶν ἐπὶ Πατρόκλῳ ἄθλων τεθέντων
χάλκεός εἰμι τρίπους, Πυθοῖ δ’ ἀνάκειμαι ἄγαλμα.
καὶ μ’ ἐπὶ Πατρόκλῳ θῆκεν πόδας ὠκὺς Ἀχιλλεύς · Τυδείδης δ’ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον.

Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῇ τριακοστῇ τῶν ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν·
Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρῳ γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένῳ πῶς ἂν τῆς μανίας ἀπαλλαγείη·
τιμῆὲν μ’ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ’ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις·
Μενελάῳ δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο
πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ’ Ἑλένῃ μέγα χάρμα ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.
συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται. καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥρᾳ διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης
ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῷ ἀνδρὶ θάνατον ἐβούλευσεν.

Πλάτων δὲ ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ’ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ’ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ’ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν πόλεων. Ζήνων δὲ ὁ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών. τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ περιττῶν προηγουμένως· ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἄλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ’ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ’ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας
πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλλεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν ἔστιν οὗπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἲ γ’ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ὁ ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ’ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια ἔστι δὲ τῆς Γαλατίας αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα, χαριεντιζόμενος γοῦν φησιν ὅτι
πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες.

Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι
εἰς φέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν. εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος, τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι,

τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες τὸν ἄργυρον οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους ἀφ’ οὗ καὶ τὴν ὁδὸν δι’ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον ἀργύρῳ δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν.
καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ’ ἦν παρ’ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν.

τοσαῦτα καὶ τοῦ Ποντιανοῦ εἰπόντοσ—ἐφιλοτιμήσαντο γὰρ οἱ πολλοὶ τὰς τοῦ Οὐλπιανοῦ ἀπολύσασθαι προτάσεις· ὧν τὰς ὑπολειπομένας διελόμενοι ὁ μὲν Πλούταρχος ἔφη·

τὸ δὲ τοῦ παρασίτου ὄνομα πάλαι μὲν ἦν σεμνὸν καὶ ἱερόν. πολέμων γοῦν ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ’ Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης ʽ Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ’ ἄλλων πόλεων ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε γράψας περὶ παρασίτων φησὶν οὕτως· “τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον. ἐν Κυνοσάργει μὲν οὖν ἐν τῷ Ἡρακλείῳ στήλη τίς ἐστιν ἐν ᾗ ψήφισμα μὲν Ἀλκιβιάδου, γραμματεὺς δὲ Στέφανος Θουκυδίδου, λέγεται δ’ ἐν αὐτῷ περὶ τῆς προσηγορίας οὕτως·

τὰ δ’ ἐπιμήνια θυέτω ὁ ἱερεὺς μετὰ τῶν
παρασίτων, οἱ δὲ παράσιτοι ἔστων ἐκ τῶν νόθων καὶ τῶν τούτων παίδων κατὰ τὰ πάτρια, ὃσδ’ ἂν μὴ ᾽θέλῃ παρασιτεῖν, εἰσαγέτω καὶ περὶ τούτων εἰς τὸ δικαστήριον.
ἐν δὲ τοῖς κύρβεσι τοῖς περὶ τῶν Δηλιαστῶν οὕτως γέγραπται·
καὶ τὼ κήρυκε ἐκ τοῦ γένους τῶν Κηρύκων τοῦ τῆς μυστηριώτιδος. τούτους δὲ παρασιτεῖν ἐν τῷ Δηλίῳ ἐνιαυτόν.
ἐν δὲ Παλληνίδι τοῖς ἀναθήμασιν ἐπιγέγραπται τάδε·
ἄρχοντες καὶ παράσιτοι ἀνέθεσαν οἱ ἐπὶ Πυθοδώρου ἄρχοντος στεφανωθέντες χρυσῷ στεφάνῳ. ἐπὶ Διφίλης ἱερείας παράσιτοι Ἐπίλυκος ---στράτου Γαργήττιος, Περικλῆς Περικλείτου Πιτθεύς, Χαρῖνος Δημοχάρους Γαργήττιος.
κἀν τοῖς τοῦ βασιλέως δὲ νόμοις γέγραπται·
θύειν τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους.
Κλέαρχος δ’ ὁ Σολεύς, εἷς δ’ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει·
ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, ὁ τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.
Κλείδημος δ’ ἐν τῇ Ἀτθίδι φησί
καὶ παράσιτοι δ’ ᾑρέθησαν
τῷ Ἠρακλεῖ.
καὶ Θεμίσων δ’ ἐν Παλληνίδι·
ἐπιμελεῖσθαι δὲ τὸν βασιλέα τὸν ἀεὶ βασιλεύοντα καὶ τοὺς ἄρχοντας καὶ τοὺς παρασίτους οὓς ἂν ἐκ τῶν δήμων προσαιρῶνται καὶ τοὺς γέροντας καὶ τὰς γυναῖκας τὰς πρωτοπόσεις.

ἔχεις δὲ κἀκ τούτων, καλέ μου Οὐλπιανέ, ζητεῖν τίνες αἱ πρωτοπόσεις γυναῖκες, ἀλλὰ μὴν περὶ γὰρ τῶν παρασίτων ὁ λόγος κἀν τῷ Ἀνακείῳ ἐπί τινος στήλης γέγραπται·

τοῖν δὲ βοοῖν τοῖν ἡγεμόνοιν τοῖν ἐξαιρουμένοιν τὸ μὲν τρίτον μέρος εἰς τὸν ἀγῶνα, τὰ δὲ δύο μέρη τὸ μὲν ἕτερον τῷ ἱερεῖ , τὸ δὲ τοῖς παρασίτοις.
Κράτης δ’ ἐν δευτέρῳ Ἀττικῆς διαλέκτου φησί·
καὶ ὁ παράσιτος νῦν ἐπ’ ἄδοξον μετάκειται πρᾶγμα, πρότερον δ’ ἐκαλοῦντο παράσιτοι οἱ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκλογὴν αἱρούμενοι καὶ ἦν ἀρχεῖόν τι παρασίτων. διὸ καὶ ἐν τῷ τοῦ βασιλέως νόμῳ γέγραπται ταυτί·
ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν τε ἀρχόντων ὅπως ἂν καθιστῶνται καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶνται κατὰ τὰ γεγραμμένα, τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς ὄντας Ἀθηναίων ἐν τῷ ἱερῷ
κατὰ τὰ πάτρια, τὸν δ’ ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα τῷ Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν.
ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν ἐν τῷ αὐτῷ νόμῳ τάδε γέγραπται·
εἰς τὴν ἐπισκευὴν τοῦ νεὼ καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν.
ἐκ τούτου δῆλόν ἐστιν ὅτι ἐν ᾧ τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ παράσιτοι τοῦτο παρασίτιον προσηγορεύετο.
ταὐτὰ ἱστορεῖ καὶ Φιλόχορος ἐν τῇ ἐπιγραφομένῃ Τετραπόλει μνημονεύων τῶν καταλεγομένων τῷ Ἡρακλεῖ παρασίτων καὶ Διόδωρος ὁ Σινωπεὺς κωμῳδιοποιὸς ἐν Ἐπικλήρῳ, οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον παραθήσομαι. Ἀριστοτέλης δ’ ἐν τῇ Μεθωναίων πολιτείᾳ
παράσιτοι
φησί,
τοῖς μὲν ἄρχουσι δύο καθ’ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς· τεταγμένα δὲ ἐλάμβανον παρ’ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.

τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν οὑτωσὶ λέγων

ἀλλ’ ἄλλος ἔστειχ’ ὧδε τοῦδε κατὰ πόδας, τὸν ῥᾳδίως λαψῇ τὺ κὰτ τὸ νῦν γά θην
εὔωνον ἀείσιτον. ἀλλ’ ἔμπας ὅδε ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.
καὶ αὐτὸν ποιεῖ τὸν παράσιτον λέγοντα τοιάδε πρὸς τὸν πυνθανόμενον
συνδειπνέων τῷ λῶντι, καλέσαι δεῖ μόνον, καὶ τῷ γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν τηνεὶ δὲ χαρίης τ’ εἰμὶ καὶ ποιέω πολὺν γέλωτα καὶ τὸν ἱστιῶντ’ ἐπαινέω. καἴ κά τις ἀντίον τι λῇ τήνῳ λέγειν, τήνῳ κυδάζομαί τε κἀπ’ ὦν ἠχθόμαν. κἤπειτα πολλὰ καταφαγών, πόλλ’ ἐμπιὼν ἄπειμι· λύχνον δ’ οὐχ ὁ παῖς μοι συμφέρει· ἕρπω δ’ ὀλισθράζων τε καὶ κατὰ σκότος ἔρημος· αἴ κα δ’ ἐντύχω τοῖς περιπόλοις, τοῦθ’ οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς ὅτι οὐ λῶντι πλεῖον, ἀλλὰ μαστιγῶντί με. ἐπεὶ δὲ χ’ εἵκω οἴκαδις καταφθαρείς, ἄστρωτος εὕδω, καὶ τὰ μὲν πρᾶτ’ οὐ κοῶ, ἇς κά μ’ ἔχων ὥκρατος ἀμφέπῃ φρένας.

καὶ ἄλλα δὲ τοιαῦτα ἐπιλέγει ὁ τοῦ Ἐπιχάρμου παράσιτος, ὁ δὲ παρὰ τῷ Διφίλῳ τάδε φησίν

ὅταν με καλέσῃ πλούσιος δεῖπνον ποιῶν, οὐ κατανοῶ τὰ τρίγλυφ’ οὐδὲ τὰς στέγας, οὐδὲ δοκιμάζω τοὺς Κορινθίους κάδους,
ἀτενὲς δὲ τηρῶ τοῦ μαγείρου τὸν καπνόν. κἂν μὲν σφοδρὸς φερόμενος εἰς ὀρθὸν τρέχῃ, γέγηθα καὶ χαίρω τε καὶ πτερύττομαι· ἂν δὲ πλάγιος καὶ λεπτός, εὐθέως νοῶ ὅτι τοῦτό μοι τὸ δεῖπνον ἀλλ’ οὐδ’ αἷμ’ ἔχει.
πρῶτος δ’ Ὅμηρος, ὥς τινές φασιν, εἰσήγαγε παράσιτον, τὸν Ποδῆν εἶναι λέγων φίλον εἰλαπιναστὴν τοῦ Ἕκτορος·
ἦν δέ τις ἐν Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος, ἀφνειὸς τ’ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ δήμου, ἐπεὶ οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
τὸν γὰρ ἐν εἰλαπίνῃ φίλον εἴρηκεν τὸν ἐν τῷ δειπνεῖν. διὸ καὶ ποιεῖ αὐτὸν ὑπὸ Μενελάου τιτρωσκόμενον κατὰ τὴν γαστέρα· φησὶν δ’ ὁ Σκήψιος Δημήτριος ὡς καὶ Πάνδαρον διὰ τὸ ἐπιωρκηκέναι κατὰ τῆς γλώττης. τιτρώσκει δ’ αὐτὸν Σπαρτιάτης ἄνθρωπος τὴν αὐτάρκειαν ἐζηλωκώς.

οἱ δ’ ἀρχαῖοι ποιηταὶ τοὺς παρασίτους κόλακας ἐκάλουν, ἀφ’ ὧν καὶ Εὔπολις τῷ δράματι τὴν ἐπιγραφὴν ἐποιήσατο, τὸν χορὸν τῶν Κολάκων ποιήσας τάδε λέγοντα·

ἀλλὰ δίαιταν ἣν ἔχουσ’ οἱ κόλακες πρὸς ὑμᾶς λέξομεν ἀλλ’ ἀκούσαθ᾽, ὡς ἐσμὲν ἅπαντα κομψοὶ ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸς αὐτοῦ.
ἱματίω δέ μοι δύ’ ἐστὸν χαρίεντε τούτω, οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω εἰς ἀγοράν. ἐκεῖ δ’ ἐπειδὰν κατίδω τιν’ ἄνδρα ἠλίθιον, πλουτοῦντα δ᾽, εὐθὺς περὶ τοῦτον εἰμί. κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ’ ἐπαινῶ καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν. εἶτ’ ἐπὶ δεῖπνον ἐρχόμεσθ’ ἄλλυδις ἄλλος ἡμῶν μᾶζαν ἐπ’ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ τὸν κόλακ’ εὐθέως λέγειν ἢ ᾽ κφέρεται θύραζε. οἶδα δ’ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα· σκῶμμα γὰρ εἶπ’ ἀσελγές, εἶτ’ αὐτὸν ὁ παῖς θύραζε ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.

τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων

οὐκ ἔσθ’ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε· ὁ δ’ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.
πολὺ δ’ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι· φησὶ γάρ·
καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.
παρασίτων δ’ εἶναί φησι γένη δύο Ἄλεξις ἐν Κυβερνήτῃ διὰ τούτων
δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη, ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς. θάτερον ζῇ τοι γένος,
σεμνοπαράσιτον ἔθνος εὖ καλούμενον, σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖὸν τ’ οὐσίας ι νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; ν. καὶ μάλα. ρ. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε, τοὺς δ’ ἐλάττοσι εἶθ’ οἱ μὲν εὐποροῦμεν, οἱ δ’ ἀλύομεν. ἆρ’ ἐκδιδάσκω, Ναυσίνικ᾽; ν, οὐκ ἀστόχως· ἀλλ’ ἂν σ᾽· ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.

χαρακτηρίζει δ’ οὐκ ἀρρύθμως τὸν παράσιτον ὁποῖὸς τίς ἐστι Τιμοκλῆς ἐν Δρακοντίῳ οὕτως ι

ἔπειτ’ ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ κακῶς λέγειν; ἥκιστά γ’ οὐδὲν ἔστι γὰρ ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος, εἰ δ’ ἐστὶ τὸ φιλέταιρον ἕν τι τῶν καλῶν, ἀνήρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους, ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται. πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ, δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς, ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων, χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις· τίς δ’ οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς
ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν; ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι’ ἡμέρας, τεκμήριόν τι παμμέγεθες οἶμαὶ γ’ ἐρεῖν, ὁ τῶν παρασίτων ὡς τετίμηται βίος. γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια νικῶσι δίδοται χρηστότητος εἵνεκα, σίτησις, οὗ γὰρ μὴ τίθενται συμβολαί, πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.

καὶ Ἀντιφάνης δὲ ἐν Διδύμοις φησίν ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. ἐστὶν πολυτελὴς τῷ βίῳ τις· οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός. ἂν σκώπτῃς, γελᾷ· ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρκημα δεῖπνον εὐτρεπές.

καὶ Ἀριστοφῶν δὲ ἐν Ἰατρῷ φησι· βούλομαι δὲ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι --- ζωμὸς καλοῦμαι, δεῖ τιν’ ἄρασθαι μέσον
τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ’ ὁρᾶν. προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον --- Καπανεύς· ὑπομένειν πληγὰς ἄκμων κονδύλους πλάττειν δὲ Τελαμών τοὺς καλοὺς πειρᾶν καπνός.
κἀν Πυθαγοριστῇ δέ φησι·
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μηδὲ χρίεσθαι τὸ πᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.

Ἀντιφάνης δ’ ἐν Προγόνοις· τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιοῦτὸς εἰμ᾽, ἥδιστε, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή, φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ᾽ ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποεῖν ἅπαντα, καὶ καλοῦσὶ μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτὸν ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
Δίφιλος δ’ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε·
ἀγνοεῖς ἐν ταῖς ἀραῖς ὅ τι ἔστιν, εἴ τις μὴ φράσει’ ὀρθῶς ὁδὸν ἢ πῦρ ἐναύσει’ ἢ διαφθείρει’ ὕδωρ, ἢ δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
Εὔβουλος δ’ ἐν Οἰδίποδι·
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους. ὅστις δ’ ἐπὶ δεῖπνον ἢ φίλον τιν’ ἢ ξένον καλέσας ἔπειτα συμβολὰς ἐπράξατο, φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.