Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
Ἀλέξανδρος δὲ ὁ πολίτης μου οὗτος δ’ οὐ πρὸ πολλοῦ τετελεύτηκε δημοσίᾳ ἐπιδειξάμενος ἐν τῷ τριγώνῳ ἐπικαλουμένῳ ὀργάνῳ οὕτως ἐποίησε πάντας Ῥωμαίους μουσομανεῖν ὡς τοὺς πολλοὺς καὶ ἀπομνημονεύειν αὐτοῦ τὰ κρούσματα, μνημονεύει δὲ τοῦ τριγώνου τούτου καὶ Σοφοκλῆς ἐν μὲν Μυσοῖς οὕτως ·
πολὺς δὲ Φρύξ τρίγωνος ἀντίσπαστὰ τε Λυδῆς ἐφυμνεῖ πηκτίδος συγχορδίᾳ,καὶ ἐν Θαμύρᾳ. ι Ἀριστοφάνης δ’ ἐν Δαιταλεῦσι καὶ Θεόπομπος ἐν Πηνελόπῃ· Εὔπολις δ’ ἐν Βάπταις φησὶνὃς καλῶς μὲν τυμπανίζει καὶ διαψάλλει τριγώνοις.τοῦ δὲ καλουμένου πανδούρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης ἐν β περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. Πυθαγόρας δὲ ὁ γεγραφὼς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς Τρωγλοδύτας φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ’ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ᾽ ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλεῖν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ’ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ’ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς, τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.
ταῦτα ἔχεις παρ’ ἡμῶν τῶν Ἀλεξανδρέων, Οὐλπιανὲ ὀνοματοθήρα, τῶν περὶ τοὺς μοναύλους ἐσπουδακότων. οὐ γὰρ οἶδας ἱστοροῦντα Μενεκλέα τὸν Βαρκαῖον συγγραφέα ἔτι τε Ἄνδρωνα ἐν τοῖς Χρονικοῖς τὸν Ἀλεξανδρέα, ὅτι Ἀλεξανδρεῖς εἰσιν οἱ παιδεύσαντες πάντας τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, ἐκλειπούσης ἤδη τῆς ἐγκυκλίου παιδείας διὰ τὰς γενομένας συνεχεῖς κινήσεις ἐν τοῖς κατὰ τοὺς Ἀλεξάνδρου διαδόχους χρόνοις. ἐγένετο οὖν ἀνανέωσις πάλιν παιδείας ἁπάσης κατὰ τὸν ἕβδομον βασιλεύσαντα Αἰγύπτου Πτολεμαῖον, τὸν κυρίως ὑπὸ τῶν Ἀλεξανδρέων καλούμενον Κακεργέτην. οὗτος γὰρ πολλοὺς τῶν Ἀλεξανδρέων ἀποσφάξας, οὐκ ὀλίγους δὲ καὶ φυγαδεύσας τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ ἐφηβησάντων ἐποίησε πλήρεις τάς τε νήσους καὶ πόλεις ἀνδρῶν γραμματικῶν, φιλοσόφων, γεωμετρῶν, μουσικῶν, ζωγράφων, παιδοτριβῶν τε καὶ ἰατρῶν καὶ ἄλλων πολλῶν τεχνιτῶν οἳ διὰ τὸ πένεσθαι διδάσκοντες ἃ ἠπίσταντο πολλοὺς κατεσκεύασαν ἄνδρας
ἐπὶ τούτοις τέλος ἐχέτω καὶ ἥδε ἡ βίβλος, ἑταῖρε Τιμόκρατες, ἱκανὸν εἰληφυῖα μῆκος.ἐλλογίμους. ἔμελεν δὲ τοῖς πάλαι πᾶσιν Ἕλλησι μουσικῆς· διόπερ καὶ ἡ αὐλητικὴ περισπούδαστος ἦν. χαμαιλέων γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ἐπιγραφομένῳ Προτρεπτικῷ Λακεδαιμονίους φησὶ καὶ Θηβαίους πάντας αὐλεῖν μανθάνειν Ἡρακλεώτας τε τοὺς ἐν τῷ Πόντῳ καθ’ ἑαυτὸν ἔτι Ἀθηναίων τε τοὺς ἐπιφανεστάτους, Καλλίαν τε τὸν Ἱππονίκου καὶ Κριτίαν τὸν Καλλαίσχρου. Δοῦρις δ’ ἐν τῷ περὶ Εὐριπίδου καὶ Σοφοκλέους Ἀλκιβιάδην φησὶ μαθεῖν τὴν αὐλητικὴν οὐ παρὰ τοῦ τυχόντος, ἀλλὰ Προνόμου τοῦ μεγίστην ἐσχηκότος δόξαν. Ἀριστόξενος δὲ καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον αὐλεῖν μαθεῖν παρὰ Ὀλυμπιοδώρῳ καὶ Ὀρθαγόρᾳ. καὶ τῶν Πυθαγορικῶν δὲ πολλοὶ τὴν αὐλητικὴν ἤσκησαν, ὡς Εὐφράνωρ τε καὶ Ἀρχύτας Φιλόλαός τε ἄλλοι τε οὐκ.ὀλίγοι, ὁ δ’ Εὐφράνωρ καὶ σύγγραμμα περὶ αὐλῶν κατέλιπεν ὁμοίως δὲ καὶ ὁ Ἀρχύτας. ἐμφανίζει δὲ καὶ ὁ Ἀριστοφάνης ἐν τοῖς Δαιταλεῦσι τὴν περὶ τὸ πρᾶγμα τοῦτο σπουδὴν ὅταν λέγῃ
ὅστις αὐλοῖς καὶ λύραισι κατατέτριμμαι χρώμενος, εἶτά με σκάπτειν κελεύεις;Φρύνιχος Ἐφιάλτῃ·οὐ τουτονὶ μέντοι σὺ κιθαρίζειν ποτὲ αὐλεῖν τ’ ἐδίδαξας;καὶ τὴν Ἀθηνᾶν δέ φησιν Ἐπίχαρμος ἐν Μούσαις ἐπαυλῆσαι τοῖς Διοσκόροις τὸν ἐνόπλιον. Ἴων δ’ ἐν Φοίνικι ἢ Καινεῖ ἀλέκτορα τὸν αὐλὸν καλεῖ ἐν τούτοις·ἐπὶ δ’ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.ἐν δὲ Φρουροῖς τὸν ἀλεκτρυόνα Ἰδαῖον εἴρηκε σύριγγα διὰ τούτωνῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.ἐν δὲ τῷ β Φοίνικι ὁ αὐτὸς Ἴων φησίνἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,οὕτω λέγων τῷ Φρυγίῳ· βαρὺς γὰρ οὗτος· παρ᾽· ὃ καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.