Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ τοσαῦτα μὲν ἔχω σοι ἐγὼ λέγειν περὶ τοῦ ὑδραυλικοῦ ὀργάνου, Οὐλπιανέ. γιγγραΐνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν ὁ Ξενοφῶν, ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ πῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν

γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ἰατρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ’ ἐν Διθυράμβῳ λέγων οὕτως
ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ᾽, Ἀθήνησιν δὲ κατακεχρημένον ἐν συμποσίοις ἤδη ᾽ στί· β. διὰ τί δ’ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτό; α. διότι φυλὴν περιμένω σφόδρα φιλονικοῦσαν λαχεῖν τιν᾽. οἶδα γὰρ ὅτι πάντα πράγματ’ ἀνατριαινώσει κρότοις.
καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ·
οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου ἄμφω νοσοῦσιν, ὥστε τἄλλ’ αὐτοῖς δοκεῖν εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.

πόσῳ δὲ κρεῖττον, ὦ Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὕρημα. λέγει δ’ οὕτως ·

οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.
καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί·
νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.
Φιλήμων ἐν Μοιχῷ·
ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ’ ἢ νάβλαν τιν᾽. π. ὁ δὲ νάβλας τί ἐστιν; --- α ---οὐκ οἶδας, ἐμβρόντητε σύ; π. μὰ Δία. α. τί φής; οὐκ οἶσθα νάβλαν; οὐδὲν οὖν οἶσθ’ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν;
καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ἰόβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὕρημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα ---σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α ῝ Ὥρων εὕρημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ’ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.

Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι

μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ ὁ φῶτιγξ αὐλὸς παρ’ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως· ·
οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη, λύραι μόναυλοί θ’ οἷς ἐχαίρομεν τέως ναούς τ’ ἐρημοῖ πισσοκωνίας Ἄρης.
Ἀραρὼς δ’ ἐν Πανὸς γοναῖς·
ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο.
Ἀναξανδρίδης δ’ ἐν Θησαυρῷ·
ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.
καὶ ἐν Φιαληφόρῳ· ---
τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. β. ποῖον μόναυλον; α. τὸν κάλαμον.
Σώπατρος Βακχίδι·
καὶ τὸ μόναυλον μέλος ἤχησε.
Πρωταγορίδης δ’ ὁ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησιν
παντὸς δὲ ὀργάνου κατὰ μίτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ, πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ᾽ ἁρμονίας ἀναμινυρίζει.
Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε·
παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ
κεκρυμμένα, πετάσια δ’ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ’ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.
οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.ʼ ᾽ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων
τοῦτο Θέων ὁ μόναυλος ὑπ’ ἠρίον ὁ γλυκὺς οἰκεῖ αὐλητής, μίμων ἡ ʼν θυμέλῃσι Χάρις, τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν, νήπιον ὅντ’ ἐκάλει Σκίρπαλον Εὐπαλάμου, ἀείδων αὐτοῦ τὰ γενέθλια· τοῦτο γὰρ εἶχεν τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων. ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον, ἀλλὰ Θέωνα τὸν καλαμαυλήτην εἴπατε
χαῖρε Θέων.
ὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ

ῥάππῃ τῇ καλάμῃ αὐλοῦντας.