Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Ἱππόλοχος ὁ Μακεδῶν, ἑταῖρε Τιμόκρατες, τοῖς χρόνοις μὲν γέγονε κατὰ.Λυγκέα καὶ Δοῦριν τοὺς Σαμίους, Θεοφράστου δὲ τοῦ Ἐρεσίου μαθητάς, συνθήκας δ’ εἶχε ταύτας πρὸς τὸν Λυγκέα, ὡς ἐκ τῶν αὐτοῦ μαθεῖν ἔστιν ἐπιστολῶν, πάντως αὐτῷ δηλοῦν εἴ τινι συμπεριενεχθείη δείπνῳ πολυτελεῖ, τὰ ὅμοια κἀκείνου ἀντιπροπίνοντος αὐτῷ. ἑκατέρων οὖν σῴζονται δειπνητικαί τινες ἐπιστολαί, Λυγκέως μὲν τὸ Λαμίας τῆς Ἀττικῆς αὐλητρίδος ἐμφανίζοντος δεῖπνον Ἀθήνησι γενόμενον Δημητρίῳ τῷ βασιλεῖ, ἐπίκλην δὲ Πολιορκητῇ ἐρωμένη δ’ ἦν ἡ Λάμια τοῦ Δημητρίου, τοῦ δ’ Ἱππολόχου τοὺς Καράνου τοῦ Μακεδόνος ἐμφανίζοντος γάμους, καὶ ἄλλαις δὲ περιετύχομεν τοῦ Λυγκέως ἐπιστολαῖς πρὸς τὸν αὐτὸν γεγραμμέναις Ἱππόλοχον, δηλούσαις τό τε Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον Ἀφροδίσια ἐπιτελοῦντος Ἀθήνησι καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως, δώσομεν δέ σοι ἡμεῖς καὶ αὐτὰς τὰς ἐπιστολάς ἐπεὶ δὲ ἡ τοῦ Ἱππολόχου σπανίως εὑρίσκεται, ἐπιδραμοῦμαί σοι τὰ ἐν αὐτῇ γεγραμμένα διατριβῆς ἕνεκα νῦν καὶ ψυχαγωγίας.

ἐν Μακεδονίᾳ, ὡς ἔφην, τοῦ Καράνου γάμους ἑστιῶντος οἱ μὲν συγκεκλημένοι ἄνδρες ἦσαν

εἴκοσιν· οἷς καὶ κατακλιθεῖσιν εὐθέως ἐδόθησαν φιάλαι ἀργυραῖ ἑκάστῳ μία δωρεά, προεστεφανώκει δὲ καὶ ἕκαστον πρὶν εἰσελθεῖν στλεγγίδι χρυσῇ· πέντε χρυσῶν ἑκάστῃ δ’ ἦν τὸ τίμημα. ἐπεὶ δ’ ἐξέπιον τὰς φιάλας, ἐν χαλκῷ πίνακι τῶν Κορινθίων κατασκευασμάτων ἄρτος ἑκάστῳ ἰσόπλατυς ἐδόθη, ὄρνεις τε καὶ νῆσσαι, προσέτι δὲ καὶ φάτται καὶ χὴν καὶ τοιαύτη τις ἄλλη ἀφθονία σεσωρευμένη, καὶ ἕκαστος λαβὼν αὐτῷ πίνακι τοῖς κατόπιν διεδίδου παισίν. ἄλλα δ’ ἐσθίειν περιεφέρετο πολλὰ καὶ ποικίλα, καὶ μετὰ ταῦτα ἀργυροῦς πίναξ ἕτερος, ἐφ’ ᾧ πάλιν ἄρτος μέγας καὶ χῆνες καὶ λαγωοὶ καὶ ἔριφοι καὶ ἕτεροι ἄρτοι πεπονημένοι καὶ περιστεραὶ καὶ τρυγόνες πέρδικές τε καὶ ὅσον ἄλλο πτηνῶν πλῆθος ἦν.
ἐπεδώκαμεν οὖν, φησί, καὶ ταῦτα τοῖς δούλοις καὶ ὡς ἄδην εἴχομεν βρώσεως ἐχερνιψάμεθα. καὶ στέφανοι εἰσηνέχθησαν πολλοὶ παντοδαπῶν ἀνθέων ἐπὶ πᾶσί τε χρυσαῖ στλεγγίδες, ὁλκὴν ἴσαι τῷ πρώτῳ στεφάνῳ.
ἐπὶ δὲ τούτοις εἰπὼν ὁ Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ, ἥτις ἐγεγόνει τροφὸς Ἀλεξάνδρου τοῦ βασιλέως, ἔπιε πλεῖστον ἦν γὰρ πολυπότης ὡς καὶ ὁ πάππος αὐτοῦ Πρωτέας ὁ συγγενόμενος Ἀλεξάνδρῳ καὶ ὅτι πᾶσι προὔπιεν, ἑξῆς γράφει καὶ ταῦτα·

ἤδη δὲ ἡμῶν ἡδέως ἀπηλλοτριωμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ
μουσουργοὶ καὶ σαμβυκίστριαί τινες Ῥόδιαι, ἐμοὶ μὲν γυμναὶ δοκῶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας, ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη δύο συνδεδεμένας ἱμάντι χρυσῷ, τὴν μὲν ἀργυρᾶν, τὴν δὲ χρυσῆν, κοτυλιαίας, καὶ ἑκάστῳ προσέδωκαν. ἔπειτ’ εἰσφέρεται πλοῦτος ἀντὶ δείπνου, πίναξ ἀργυροῦς ἐπὶ πάχος οὐκ ὀλίγον περίχρυσος, ὅσος δέξασθαι μέγεθος χοίρου τινὸς ὀπτοῦ καὶ σφόδρα μεγάλου, ὃς ὕπτιος ἐπέκειτο τὴν γαστέρα δεικνὺς ἄνω πλήρη οὖσαν πολλῶν ἀγαθῶν ἦσαν γὰρ ἐν αὐτῷ συνωπτημέναι κίχλαι καὶ νῆτται καὶ συκαλλίδων πλῆθος ἄπειρον καὶ ᾠῶν ἐπικεχυμέναι λέκιθοι καὶ ὄστρεα καὶ κτένες· καὶ ἑκάστῳ πεπυργωμένα αὐτοῖς πίναξιν ἐδόθη. μετὰ δὲ ταῦτα πιόντες ἐλάβομεν ἕκαστος ἔριφον ζέοντα ἐφ’ ἑτέρῳ πάλιν πίνακι τοιούτῳ σὺν μύστροις χρυσοῖς. ὁρῶν οὖν τὴν δυσχωρίαν ὁ Κάρανος κελεύει σπυρίδας ἡμῖν καὶ ἀρτοφόρα διὰ ἱμάντων ἐλεφαντίνων πεπλεγμένα δοθῆναι, ἐφ’ οἷς ἡσθέντες ἀνεκροταλίσαμεν τὸν νυμφίον ὡς καὶ τῶν δοθέντων ἡμῖν ἀνασεσωσμένων. ἔπειτα στέφανοι πάλιν καὶ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. ἡσυχίας δὲ γενομένης ἐπεισβάλλουσιν ἡμῖν οἱ κἂν τοῖς Χύτροις τοῖς Ἀθήνησι λειτουργήσαντες. μεθ’ οὓς εἰσῆλθον ἰθύφαλλοι καὶ σκληροπαῖκται καί τινες καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί.

ἐπεὶ δὲ καὶ
τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ, δίπηχύς που τὴν διάμετρον , ἐν θήκῃ κατακείμενος ἀργυρᾷ, πλήρης ἰχθύων ὀπτῶν πάντα γένη συνηθροισμένων, ἅπασί τε προσεδόθη καὶ ἀργυροῦν ἀρτοφόρον ἄρτων Καππαδοκίων, ὧν τὰ μὲν ἐφάγομεν, τὰ δὲ τοῖς θεράπουσιν ἐπεδώκαμεν. καὶ νιψάμενοι τὰς χεῖρας ἐστεφανούμεθα καὶ πάλιν στλεγγίδας ἐλάβομεν χρυσᾶς, διπλασίους τῶν πρότερον, καὶ ἄλλο διλήκυθον μύρου. ἡσυχίας δὲ γενομένης ἐξαλλόμενος τῆς κλίνης ὁ Πρωτέας αἰτεῖ σκύφον χοαῖον καὶ πληρώσας οἴνου Θασίου ὀλίγον τι ἐπιρράνας ὕδατος ἐξέπιεν ἐπειπών
ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται.
καὶ ὁ Κάρανος ἔφη· ᾽ ἐπεὶ πρῶτος ἔπιες, ἔχε πρῶτος καὶ τὸν σκύφον δῶρον τοῦτο δὲ καὶ τοῖς ἄλλοις ὅσοι ἂν πίωσιν ἔσται γέρας ἐφ’ οἷς λεχθεῖσιν οἱ δ’ ἐννέα πάντες ἀνέσταν ἁρπάζοντες κἄλλος ἄλλον φθάνοντες. εἷς δὲ τῶν συνδειπνούντων ἡμῖν ἄθλιος οὐ δυνάμενος πιεῖν ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος, καὶ ὁ Κάρανος αὐτῷ χαρίζεται κενὸν τὸ ἔκπωμα. ἐπὶ τούτοις χορὸς εἰσῆλθεν ἀνθρώπων ἑκατὸν ἐμμελῶς ᾀδόντων γαμικὸν ὕμνον, μεθ’ οὓς ὀρχηστρίδες διεσκευασμέναι τρόπον Νηρηίδων, αἱ δὲ Νυμφῶν,

τοῦ πότου δὴ προιόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης
ἀναπεταννύουσι τὸν οἶκον, ἐν ᾧ κύκλῳ ὀθόναις διείληπτο πάντα λευκαῖς· καὶ ἀναπετασθεισῶν δᾷδες ἐφάνησαν λάθρᾳ κατὰ μηχανὰς σχασθέντων τῶν φραγμάτων καὶ Ἔρωτες καὶ Ἀρτέμιδες καὶ Πᾶνες καὶ Ἑρμαῖ καὶ τοιαῦτα πολλὰ εἴδωλα ἀργυροῖς δᾳδουχοῦντα λαμπτῆρσι. θαυμαζόντων δ’ ἡμῶν τὴν τεχνιτείαν Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι κατὰ πινάκων τετραγώνων χρυσομίτρων σιβύναις ἀργυραῖς διαπεπερονημένοι περιεφέροντο ἑκάστῳ. καὶ τὸ θαυμάσιον, ὅτι παρειμένοι καὶ καρηβαροῦντες ὑπὸ τῆς μέθης ὁπότε τι τῶν ἀγομένων θεασαίμεθα πάντες ἐξενήφομεν, ὀρθοὶ τὸ δὴ λεγόμενον ἀνιστάμενοι. ἔναττον οὖν οἱ παῖδες εἰς τὰς εὐτυχεῖς σπυρίδας, ἕως ἐσάλπισε τὸ εἰωθὸς τοῦ τελευταίου δείπνου σημεῖον οὕτω γὰρ τὸ Μακεδονικὸν οἶσθα ἔθος ἐν ταῖς πολυανθρώποις εὐωχίαις γινόμενον. καὶ ὁ Κάρανος ἄρξας πότου μικροῖς ἐκπώμασι περισοβεῖν ἐκέλευε τοῖς παισίν, ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες, ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου Στράτωνος τοῦ Ἀττικοῦ, ὥς φασιν, ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῖν γέλωτας· καὶ μετὰ ταῦτα ὠρχεῖτο μετὰ τῆς γυναικὸς ἔτη οὔσης ὑπὲρ τὰ ὀγδοήκοντα. καὶ τελευταῖαι ἐπεισῆλθον ἐπιδόρπιαι τράπεζαι, τραγήματὰ τ’ ἐν πλεκτοῖς ἐλεφαντίνοις ἐπεδόθη πᾶσι καὶ πλακοῦντες ἕκαστα γένη, Κρητικῶν καὶ τῶν σῶν, ἑταῖρε Λυγκεῦ, Σαμιακῶν καὶ Ἀττικῶν αὐταῖς ταῖς ἰδίαις τῶν πεμμάτων θήκαις. μετὰ δὲ ταῦτα ἐξαναστάντες
ἀπηλλαττόμεθα νήφοντες νὴ τοὺς θεοὺς διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν. σὺ δὲ μᾶλλον, ἐν Ἀθήναις μένων, εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων, θύμα καὶ εὔζωμα καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. ἡμεῖς δ’ ἐκ τοῦ Καράνου δείπνου πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες νῦν ζητοῦμεν οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ ἀνδράποδ’ ὠνήσασθαι.

εἰς ταῦτα, ὦ ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον; ὁπότε καὶ Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ἐν Οἰνομάῳ ἢ Πέλοπι διαπαίζων ἔφη·

τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι, φυλλοτρῶγες δράσειαν; ὅπου τέτταρα λήψῃ κρέα μίκρ’ ὀβολοῦ. παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους βοῦς ὤπτων, ὗς, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον.
ὁ Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν·
πρ. εἶτ’ ἐξένιζε παρετίθει θ’ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. πρ. καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν ὄνομα δ’ ἦν αὐτῷ φέναξ.
Ἀναξανδρίδης δ’ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο
τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί·

κἂν ταῦτα ποιῆθ’ ὥσπερ φράζω, λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς, οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν βουβαυκαλόσαυλα γενέσθαι· κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἀκάτου, δειπνεῖν δ’ ἄνδρας βουτυροφάγους, αὐχμηροκόμας μυριοπληθεῖς· τοὺς δὲ λέβητας χαλκοῦς εἶναι μείζους λάκκων δωδεκακλίνων αὐτὸν δὲ Κότυν περιεζῶσθαι ζωμόν τε φέρειν ἐν χοὶ χρυσῇ καὶ γευόμενον τῶν κρατήρων πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενείδαν, ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν μέλπειν δ’ ᾠδαῖς τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον, τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους, τὰς ἁρμονίας μεταβάλλοντας, φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας αἰγῶν τ’ ἀγέλην χρυσοῦν τε σάκος ---φιάλην τε λεπαστὴν χιόνος τε πρόχουν κέρχνων τε χύτραν βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην. ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι
Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ’ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐλλείπει δόμος ἡμέτερος, ποίων ἀγαθῶν; οὐ σμύρνης ἐκ Συρίας ὀδμαὶ λιβάνου τε πνοαί, τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ, φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυῶν, καρύων, χόνδρου, κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί,
μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι, συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι, ῥίνης τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆκος, ἐλᾶαι, στέμφυλ᾽, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φυστή, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθ᾽, ᾠά, φακῆ, τέττιγες, ὀποί· κάρδαμα, σήσαμα, κήρυκες, ἅλες, πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις
ὀρνιθαρίων ἄφατον πλῆθος, νηττῶν, φαττῶν, χῆνες, στρουθοί, κίχλαι, κόρυδοι, κίτται, κύκνοι, πελεκάν, κίγκλοι, γέρανος β. τουδὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειεν τὸ μέτωπον. α. οἶνοι δέ σοι, λευκός, --- γλυκύς, αὐθιγενής, ἡδύς, καπνίας.

Λυγκεὺς δ’ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι·

μάγειρ᾽, ὁ θύων ἐστὶ δειπνίζων τ’ ἐμὲ Ῥόδιος, ἐγὼ δ’ ὁ κεκλημένος Περίνθιος. οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω· τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ’ ἐχίνους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ’ ἀντακαίου μικρόν, ἐν ὅσῳ δ’ ἐσθίω, ἕτερος ἐκεῖν᾽, ἐν ὅσῳ δ’ ἐκεῖνος, τοῦτ’ ἐγὼ ἠφάνισα. βούλομαι δὲ γ᾽, ὦ βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ᾽, ἀλλ’ ἀδύνατα βούλομαι οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ’ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλ’ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα· κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις; β. ὄστρεια πολλά. α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ’ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους; β. ἕτερος ἔσται σοι πίναξ· αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν.
α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον. ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ’ ἕτερος ---
δρομέας δ’ ὁ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου.

Δίφιλος δ’ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα·

πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ’ Ἀττικοὶ ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές; β. τί δαὶ τοῦτ’ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; α. τῆς τέχνης ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἷον Ῥοδίους κέκληκας· εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ’ ᾧ χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. β. ἀστεῖον ὁ σιλουρισμός. α. ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γ’ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ᾽· αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ’ ἐν Τροφωνίῳ· ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. β. τίνος; ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ᾽, ἀλλ’ οὕτω παρέργως ἅπτεται· τὰς δ’ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται· Ἰωνικὸς πλούταξ, ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν· Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν

ὦ πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας ἢ σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας στιφράς;
Φιλήμων δ’ ἐν Μετιόντι ἢ Ζωμίῳ·
ἰχθὺς τί σοι ἐφαίνεθ’ οὑφθός; β. μικρὸς ἦν, ἀκήκοας; ἅλμη τε λευκὴ καὶ παχεῖ’ ὑπερβολῇ, κοὐχὶ λοπάδος προσῶζεν οὐδ’ ἡδυσμάτων. ἐβόων δ’ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς,
ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης Ἀναγύρῳ·
πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν καὶ κερκώπην θηρευσαμένη καλάμῳ λεπτῷ.
ἐστὶν δ’ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ, ὡς Σπεύσιππος παρίστησιν ἐν δευτέρῳ
Ὁμοίων, μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ. Ἄλεξις ἐν Θράσωνί φησι·
σοῦ δ’ ἐγὼ λαλιστέραν οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα, οὐ τρυγόν᾽, οὐ τέττιγα.
Νικόστρατος δ’ ἐν Ἅβρᾳ·
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν, θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.

ὅτι δ’ ἤσθιον διὰ ἀναστόμωσιν καὶ τὰς δι’ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως·

γογγυλίδος δισσὴ γὰρ ἰδ’ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. καὶ τὰς μὲν θ’ αὕηνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς· θερμοῖς δ’ ἰκμανθεῖσαι ἀναζώουσ’ ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας (καὶ ἀκαρφέα φλοιὸν ἦκα καθηράμενοσ) λεπτουργέας, ἠελίῳ δὲ αὐήνας ἐπὶ τυτθὸν ὁτὲ ʼν ζεστῷ ἀποβάπτων ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, ἄλλοτε δ’ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ’ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις. πολλάκι δ’ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας σπέρματὰ τ’ ἐνδάκνοντα σινήπυος. εἰν ἑνὶ δὲ τρὺξ ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην ὥριον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης.
Δίφιλος δ’ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ ·
ἔστιν ἔνδον ὄξος ὀξύ σοι; β. ὑπολαμβάνω, παιδάριον ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά, ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται· τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.

Ἄλεξις δ’ ἐν Ταραντίνοις ἐν τοῖς συμποσίοις φησὶ τοὺς Ἀττικοὺς καὶ ὀρχεῖσθαι ὑποπιόντας·

τοῦτο γάρ νῦν ἐστί σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον ὀσμὴν ἴδωσι· συμφορὰν σύ γ’ εἰσορᾶν φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον βαυκιζόμενον τὰ λευκὰ τ’ ἀναβάλλονθ’ ἅμα, ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἐπὶ τοῦ ξύλου λαβών.
μήποτε δὲ καὶ Ἀντιφάνης ἐν Καρσὶ κατὰ τὸ Ἀττικὸν ἔθος τῆς ὀρχήσεως κωμῳδεῖ τινα τῶν σοφῶν ὡς παρὰ δεῖπνον ὀρχούμενον λέγων οὕτως ·
οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.
τούτοις οὐδ’ ἀναρμόστως ἄν τις ἐπενέγκαι τὰ Ἐρίφῳ τῷ κωμικῷ ἐν Αἰόλῳ εἰρημένα τάδε·
λόγος γάρ ἐστ’ ἀρχαῖος οὐ κακῶς ἔχων· οἶνον λέγουσι τοὺς γέροντας, ὦ πάτερ, πείθειν χορεύειν οὐ θέλοντας.
Ἄλεξις δ’ ἐν τῷ ἐπιγραφομένῳ Ἰσοστάσιόν φησιν
ἀπὸ συμβολῶν ἔπινον ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος καὶ Κωβιός, Σεμίδαλις.
Ἀττικὸν δὲ δεῖπνον οὐκ ἀχαρίτως διαγράφει Μάτρων ὁ παρῳδός, ὅπερ διὰ τὸ σπάνιον οὐκ ἂν ὀκνήσαιμι ὑμῖν, ἄνδρες φίλοι,
ὁ Πλούταρχος ἔφη,

ἀπομνημονεῦσαι·

δεῖπνα μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς· ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός, οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους, λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους --- τάων καὶ Βορέης ἠράσσατο πεσσομενάων αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών. σχεδόθεν δέ οἱ ἦν παράσιτος Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς, νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων. τῷ δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας, οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναμεῖναι
ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον, ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα πάντα, βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα, ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον. αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις· οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε· πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα.., τοὺς δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει --- πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ --- ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος. τῇ δ’ ἐγὼ ἐν πρώτοις ἐπέχον κρατερώνυχα χεῖρα οὐδ’ ἔφθην τρώσας μιν, ἄασε δὲ Φοῖβος Ἀπόλλων. ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο, τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ἂψ δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα. ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα, σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε. καὶ Τιτυὸν ἔιδον, λίμνης ἐρικυδέα γόγγρον
κείμενον ἐν λοπάδεσσ᾽· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας. τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι, ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἀγροτεράων, παμμεγέθης, ἣν οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες, οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο, ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. πολλὰ δ’ ἄναντα κάταντα κατὰ στέγος ἦλθ’ ὁ μάγειρος, σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον. τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο, αὐτὰρ ἀπ’ Εὐβοίας λοπάδες τόσαι ἐστιχόωντο. Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος, ὠκέα τευθίς, πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος, ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν. οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα τευχέων αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι.
ῥίνη θ᾽, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες, τρηχεῖ’ ἀλλ’ ἀγαθὴ κουροτρόφος οὐ γὰρ ἔγωγε ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεὺς οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς, καρῖδὲς θ᾽, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδή, αἳ δὴ γήραι κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι. χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς, κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες ἐν στόμασὶν τ’ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον. τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν, οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην γεύσασθ’ ἱμείρων τὸ δὲ γ’ ἀμβροσίη μοι ἔδοξεν, οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες. μύραιναν δ’ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης, ζώνην θ᾽, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσὸν θ᾽, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας δ’ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς. ἐν δ’ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος ἄντα δ’ ἐῆν, γαλέη, σπάρος οὓς ὁ μάγειρος
σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα. τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων εἶναι βρώματ’ ἔδοξεν ἔπειθ’ ὥρμαινον ἐπ’ ἄλλα. κεῖτο δέ τις βατάνη, ἧς οὐδεὶς ἥπτετο δειπνῶν, ἐν καθαρῷ ὅθι περ λοπάδων διεφαίνετο χῶρος --- ἑξῆς κόσσυφος ἦλθ’ ἐμοί, ὃς γεύσασθαι ἕτοιμος ἥμην· οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι. κωλῆν δ’ ὡς ἔιδον, ὡς ἔτρεμον, ἐν δὲ σίναπυ κεῖτ’ ἀγχοῦ γλυκερὸν χρυσὸς ὥς, πλείον’ ἐρῦκον. γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα ὄψομαι, ἀλλά με τυρῷ δεῖ καὶ μάζῃ ὀτρηρῇ --- νηδὺς δ’ οὐχ ὑπέμεινε, βιάζετο γάρ ῥ’ ἀχέεσσι· δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιὰ θ’ ἑφθά. παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας, λίμνης ἐξ ἱερῆς, μάλα πίονας· ἃς ὁ μάγειρος θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες --- Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι. ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ, ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη. χόνδρος δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων, Ἀττικῷ ἐν κεράμῳ πέττων τρισκαίδεκα μῆνας, αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
χεῖρας νιψαμένοισιν ἀπ’ ᾽ Ὠκεανοῖο ῥοάων ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ, ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν, οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες. κρητὴρ δὲ Βρομίου ἐκεράννυτο, πίνετο δ’ οἶνος Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει. δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα, ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι, πρόσφατος ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσι. τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην. ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, ἔγκυκλον, ἁδρὸν Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα, πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην.. .. οὐδ’ εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν, γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη. πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί, ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.

Ἄλεξις δ’ ἐν Συντρέχουσιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνά φησιν

ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει. μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως λιμῷ με παρατεῖναι τὸν ἄνδρα δεῖ καθ’ ἓν ἕκαστον αὐτῷ παρατιθέντα ---μεγαλείως δέ ---
εὐτράπεζοι δ’ εἰσὶν ὄντως οἱ Θετταλοί, καθὰ καὶ Ἔριφός φησιν ἐν Πελταστῇ οὕτως
τάδ’ οὐ Κόρινθος οὐδὲ Λαίς, ὦ Σύρε, οὐδ’ εὐτραπέζων Θετταλῶν ξένων τροφαί, ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο.
ὁ δὲ τοὺς εἰς Χιωνίδην ἀναφερομένους Πτωχοὺς ποιήσας τοὺς Ἀθηναίους φησίν, ὅταν τοῖς Διοσκούροις ἐν πρυτανείῳ ἄριστον προτιθῶνται, ἐπὶ τῶν τραπεζῶν τιθέναι
τυρὸν καὶ φυστὴν δρυπεπεῖς τ’ ἐλάας καὶ πράσα,
ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς. Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. καὶ γὰρ ἐκεῖνος τοὺς ἀριστεῖς συνάγων πρὸς τὸν Ἀγαμέμνονα
φύρετο δ’ ἄλφιτα
φησίν. Χρύσιππός τ’ ἐν τετάρτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς φησιν
ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν τὸν δ’ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς.
Πλάτων δ’ ἐν β’ Πολιτείας οὕτως ἑστιᾷ τοὺς αὑτοῦ νεοπολίτας, γράφων
ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας,
ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δ’ ἐγώ, λέγεις· ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρόν, καὶ βολβοὺς καὶ λάχανά γε, οἷα δὴ ἐν ἀγροῖς ἑψήματα, ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες . καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.

ἑξῆς δὲ λεκτέον καὶ περὶ τῶν Λακωνικῶν συμποσίων. Ἡρόδοτος μὲν οὖν ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν περὶ τῆς Μαρδονίου παρασκευῆς λέγων καὶ μνημονεύσας Λακωνικῶν συμποσίων φησί·

Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν παρασκευὴν κατέλιπε τὴν αὑτοῦ. Παυσανίαν οὖν ἰδόντα τὴν τοῦ Μαρδονίου παρασκευὴν χρυσῷ καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοις κατεσκευασμένην κελεῦσαι τοὺς ἀρτοποιοὺς καὶ ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάσαι. ποιησάντων δὲ τούτων τὰ κελευσθέντα τὸν Παυσανίαν ἰδόντα κλίνας χρυσᾶς καὶ ἀργυρᾶς ἐστρωμένας καὶ τραπέζας ἀργυρᾶς καὶ παρασκευὴν μεγαλοπρεπῆ δείπνου, ἐκπλαγέντα τὰ προκείμενα κελεῦσαι ἐπὶ γέλωτι τοῖς ἑαυτοῦ διακόνοις παρασκευάσαι Λακωνικὸν δεῖπνον. καὶ παρασκευασθέντος γελάσας ὁ Παυσανίας μετεπέμψατο τῶν Ἑλλήνων τοὺς στρατηγοὺς καὶ ἐλθόντων ἐπιδείξας ἑκατέρου τῶν δείπνων τὴν παρασκευὴν εἶπεν· ἄνδρες Ἕλληνες, συνήγαγον ὑμᾶς βουλόμενος
ἐπιδεῖξαι τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην, ὃς τοιαύτην δίαιταν ἔχων ἦλθεν ὡς ἡμᾶς οὕτω ταλαίπωρον ἔχοντας φασὶ δέ τινες καὶ ἄνδρα Συβαρίτην ἐπιδημήσαντα τῇ Σπάρτῃ καὶ συνεστιαθέντα ἐν τοῖς φιδιτίοις εἰπεῖν ᾽ εἰκότως ἀνδρειότατοι ἁπάντων εἰσὶ Λακεδαιμόνιοι· ἕλοιτο γὰρ ἂν τις εὖ φρονῶν μυριάκις ἀποθανεῖν ἢ οὕτως εὐτελοῦς διαίτης μεταλαβεῖν.

πολέμων δ’ ἐν τῷ παρὰ Ξενοφῶντι κανάθρῳ τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν

ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ᾽, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς, ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ;
καὶ Εὔπολις ἐν Εἵλωσι·
καὶ γένηται τοῖσδε σάμερον κοπίς.
δεῖπνον δ’ ἐστὶν ἰδίως ἔχον ἡ κοπίς, καθάπερ καὶ τὸ καλούμενον ἄικλον. ἐπὴν δὲ κοπίζωσι, πρῶτον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεόν, ἐν δὲ ταύταις στιβάδας ἐξ ὕλης, ἐπὶ δὲ τούτων δάπιδας ὑποστρωννύουσιν, ἐφ’ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων, θύουσι δ’ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δ’ οὐδὲν
ἱερεῖον καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ τὴν ἰδέαν. διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς, κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν ὁ βουλόμενος. ἐν δὲ τῇ πόλει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ τῶν παίδων κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρόν, καὶ πρὸς τὴν Κορυθαλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσόν ἐστιν ἐν τοῖς πρὸς τὴν Κλήταν μέρεσι, τὰς κοπίδας παραπλησίως ταῖς λελεγμέναις ἐπιτελοῦσι. θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους. ὅτι ἄικλον ὑπὸ τῶν ἄλλων Δωριέων καλεῖται τὸ δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν
ἐκάλεσε γάρ τύ τις ἐπ’ αἶκλον ἀέκων, τὺ δὲ ἑκὼν ᾤχεο τρέχων.
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ.
ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φιδίτιον μετὰ δεῖπνον τὸ καλούμενον ἄικλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι καὶ κρέας ἑκάστῳ, καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν ὁ διάκονος κηρύττει τὸ ἄικλον προστιθεὶς τοῦ πέμψαντος τὴν ὀνομασίαν.

ταῦτα μὲν ὁ Πολέμων πρὸς ὃν ἀντιλέγων Δίδυμος ὁ γραμματικὸσ—καλεῖ δὲ τοῦτον Δημήτριος ὁ Τροιζήνιος βιβλιολάθαν διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων ἐστὶ γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοισ—φησὶ τάδε·
Πολυκράτης,
φησί,

ἐν τοῖς Λακωνικοῖς ἱστορεῖ ὅτι τὴν μὲν τῶν Ὑακινθίων θυσίαν οἱ Λάκωνες ἐπὶ τρεῖς ἡμέρας συντελοῦσι καὶ διὰ τὸ πένθος τὸ γινόμενον περὶ τὸν Ὑάκινθον οὔτε στεφανοῦνται ἐπὶ τοῖς δείπνοις οὔτε ἄρτον εἰσφέρουσιν οὔτε ἄλλα πέμματα καὶ τὰ τούτοις ἀκόλουθα διδόασι καὶ τὸν εἰς τὸν θεὸν παιᾶνα οὐκ ᾄδουσιν οὐδ’ ἄλλο τι τοιοῦτον εἰσάγουσιν οὐδὲν καθάπερ ἐν ταῖς ἄλλαις θυσίαις ποιοῦσιν, ἀλλὰ μετ’ εὐταξίας πολλῆς δειπνήσαντες ἀπέρχονται, τῇ δὲ μέσῃ τῶν τριῶν ἡμερῶν γίνεται θέα ποικίλη καὶ πανήγυρις ἀξιόλογος καὶ μεγάλη· παῖδές τε γὰρ κιθαρίζουσιν ἐν χιτῶσιν ἀνεζωσμένοις καὶ πρὸς αὐλὸν ᾄδοντες πάσας ἅμα τῷ πλήκτρῳ τὰς χορδὰς ἐπιτρέχοντες ἐν ῥυθμῷ μὲν ἀναπαίστῳ, μετ’ ὀξέος δὲ τόνου τὸν θεὸν ᾄδουσιν ἄλλοι δ’ ἐφ’ ἵππων κεκοσμημένων τὸ θέατρον διεξέρχονται· χοροί τε νεανίσκων παμπληθεῖς εἰσέρχονται καὶ τῶν ἐπιχωρίων τινὰ ποιημάτων ᾄδουσιν, ὀρχησταί τε ἐν τούτοις ἀναμεμιγμένοι τὴν κίνησιν ἀρχαικὴν ὑπὸ τὸν αὐλὸν καὶ τὴν ᾠδὴν ποιοῦνται, τῶν δὲ παρθένων αἱ μὲν ἐπὶ κανάθρων φέρονται πολυτελῶς κατεσκευασμένων , αἱ δ’ ἐφ’ ἁμίλλαις ἁρμάτων ἐζευγμένων πομπεύουσιν, ἅπασα

δ’ ἐν κινήσει καὶ χαρᾷ τῆς θεωρίας ἡ πόλις καθέστηκεν. ἱερεῖά τε παμπληθῆ θύουσι τὴν ἡμέραν ταύτην καὶ δειπνίζουσιν οἱ πολῖται πάντας τοὺς γνωρίμους καὶ τοὺς δούλους τοὺς ἰδίους· οὐδεὶς δ’ ἀπολείπει τὴν θυσίαν, ἀλλὰ κενοῦσθαι συμβαίνει τὴν πόλιν πρὸς τὴν θέαν. τῆς δὲ κοπίδος μνημονεύει καὶ Ἀριστοφάνης ἢ Φιλύλλιος ἐν ταῖς Πόλεσιν, Ἐπίλυκός τε ἐν Κωραλίσκῳ λέγων οὕτως·
ποττὰν κοπίδ᾽, οἰῶ, σώμαι ἐν Ἀμυκλαῖον παρ’ Ἀπέλλω, εἷ βάρακες πολλαὶ κἄρτοι καὶ δωμὸς τοι μάλα ἁδύς,
διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαι—τοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, ἢ τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένησ—καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν ἡ κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ γράφων οὕτως ᾽ ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας· ἐστὶν δ’ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμόν, - ζωμός, σῦκον, τράγημα, θέρμος ἀλλὰ μὴν οὐδ’ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλ᾽ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ καὶ Διοσκουρίδης ἐν β’ πολιτείας καὶ Ἀριστοκλῆς ἐν τῷ προτέρῳ
καὶ οὗτος τῆς Λακώνων πολιτείας ἔτι φησὶν ὁ Πολέμων καὶ τὸ δεῖπνον ὑπὸ τῶν Λακεδαιμονίων ἄικλον προσαγορεύεσθαι, παραπλησίως ἁπάντων Δωριέων οὕτως αὐτὸ καλούντων. Ἀλκμὰν μὲν γὰρ οὕτω φησί·
κἠπὶ τᾷ μύλᾳ δρυφῆται κἠπὶ ταῖς συναικλίαις,
οὕτω τὰ συνδείπνια καλῶν. καὶ πάλιν ᾽ ἄικλον Ἀλκμάων ἁρμόξατο ἄικλον δ’ οὐ λέγουσιν οἱ Λάκωνες τὴν μετὰ τὸ δεῖπνον μοῖραν, ἀλλ’ οὐδὲ τὰ διδόμενα τοῖς φιδίταις μετὰ τὸ δεῖπνον ἄρτος γάρ ἐστι καὶ κρέας, ἀλλ’ ἐπάικλα μὲν λέγεται ταῦτα, ὄντα οἷον ἐπιχορηγήματα τοῦ συντεταγμένου τοῖς φιδίταις ἀίκλον· παρὰ γὰρ τοῦτο οἶμαι τὴν φωνὴν πεποιῆσθαι. καί ἐστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαίκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή· ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα. ὅτι δὲ ἔθος ἦν τοῖς πάλαι καὶ φύλλα δάφνης τραγηματίζεσθαι Καλλίας ἢ Διοκλῆς ἐν τοῖς Κύκλωψί φησιν οὕτως ·
φυλλὰς ἡ δείπνων κατάλυσις ἥδε καθάπερ σχημάτων.
ἣν δ’ εἰς τὰ τῶν ἀνδρῶν φιδίτια κομίζουσι, σκευοποιεῖται ἔκ τινων ζῴων ὡρισμένων,
παραχορηγοῦντος αὐτὰ τοῖς φιδίταις ἑνὸς τῶν εὐπορούντων, ἔσθ’ ὅτε δὲ καὶ πλειόνων. ὁ δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάικλα.

περὶ δὲ τῶν ἐπαίκλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὑτωσὶ γράφει· ‘καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημιοῖ εἰς ἐπάικλα· ταῦτα δέ ἐστιν μετὰ δεῖπνον τραγήματα· τοῖς δ’ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπάικλα κάπτειν μετὰ δεῖπνον γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δ’ ὅλον ὥσπερ πολίτευμά τι τοῦτο δὴ συνίσταται μικρόν, καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεῖσθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπάικλα.’ τὰ ὅμοια ἱστορεῖ καὶ Διοσκουρίδης περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· ᾽ διακούσας δε πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν ἢ καμματίσιν. ἐστὶ δὲ τὰ μὲν κάμματα ψαιστά, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.’

περὶ δὲ τοῦ τῶν φιδιτίων δείπνου Δικαίαρχος τάδε ἱστορεῖ ἐν τῷ ἐπιγραφομένῳ Τριπολιτικῷ· ᾽ τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν ᾖ θυμὸς ἑκάστῳ

κώθων παρακείμενός ἐστιν. ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὕειον κρέας ἑφθόν, ἐνίοτε δ’ οὐδ’ ὁτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα, καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον, εἶτ’ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα, συμφέρει δ’ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα ᾽ Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς Σφαῖρος δ’ ἐν τρίτῳ Λακωνικῆς πολιτείας γράφει· ‘φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται· καὶ τῶν μὲν ἀγρευομένων ὑφ’ αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ’ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὥρα ἐκ τῶν ἀγρῶν ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι.’ Μόλπις δέ φησι· ʽ μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ’ αὐτοῖς κατ’ οἶκον ἠρτυμένη ματτύη, ὃ καλοῦσιν ἐπάικλον. τῶν δὲ
κομιζομένων οὐδεὶς οὐθὲν ἀγοράσας εἴωθεν φέρειν οὔτε γὰρ ἡδονῆς οὐδ’ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι, πολλοὶ δὲ καὶ ποίμνια αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἐστὶ δ’ ἡ ματτύα φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι. οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες εἰδῶσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ α τοῦ Τρωικοῦ διακόσμου τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι θ τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται σκηναῖς ἔχοντες παραπλήσιόν τι· καὶ ἐννέα καθ’ ἕκαστον ἄνδρες δειπνοῦσι, πάντα τε ἀπὸ προστάγματος κηρύσσεται, ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας ʽ.

τὴν δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν. Φύλαρχος γοῦν ἐν τῇ ε καὶ κ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν·

Λακεδαιμόνιοι εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος· ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ σκιάδεια αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως
ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες παρ’ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν ---εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τ’ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δ’ αὕτως οἴνων καὶ τραγημάτων. καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατ’ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθ’ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον.

Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα, καίτοι νέος ὢν, καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει διότι τὰ παρὰ ἐκείνοις τῶν παρ’ αὐτὸν οὐδὲν καταδεέστερον εἴη παρασκευαζόμενα, πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ, πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. καὶ πρόσταγμα οὐκ ἐγίνετο δι’ ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ’ ὁ
πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή. τιν’ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, ἡ δ’ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο εἰ μή τις αἰτήσειεν ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ· καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί, τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθ’ ὑπεραίρειν μήτ’ ἐλλείπειν, ἀλλ’ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης, τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ’ ὑπερήφανον. ὁ δ’ οἶνος ἦν μικρῷ βελτίων ὅτε παρείησάν τινες, ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ὅ τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε, τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεπορεύετο, διετέλει δ’ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.
διακωμῳδῶν δ’ Ἀντιφάνης τὰ Λακωνικὰ δεῖπνα ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἄρχων φησὶν οὕτως·
ἐν Λακεδαίμονι γέγονας· ἐκείνων τῶν νόμων μεθεκτέον ἐστίν. βάδιζ’ ἐπὶ δεῖπνον εἰς τὰ φιδίτια, ἀπόλαυε τοῦ ζωμοῦ, φορεῖν τοὺς βύστακας μὴ καταφρόνει· μηδ’ ἕτερ’ ἐπιζήτει καλά· ἐν τοῖς δ’ ἐκείνων ἔθεσιν ἴσθ’ ἀρχαικός.