Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.
τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη·
ἐγὼ δ’ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.καὶ ὁ Οὐλπιανὸς
κεῖται μὲν ὁ φιλοτάριχος,ἔφη,
παρ’ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως·οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.Ἄλεξις δ’ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις·ὁ δὲ Κίλιξ ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.
οὐ γὰρ μέλει σοι,ἔφη ὁ Μυρτίλος,
ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ. Καλλίστρατος ἐν ζ’ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς ᾽ κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα·πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός·τὴν ῥὰ ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης· ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη ζώνη Πιερίην γῆν ἐπιεσσαμένη· ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.
ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;
τὰ μὲν οὖν τοῦ Ἀσίου,ἔφη ὁ Μυρτίλος,
ἔπη ταῦτ’ ἐστί·χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως·ὀψοφάγος εἶ καὶ κνισολοιχός.ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοιςὁ πορνοβοσκὸς γὰρ μ’ ὑπὸ κνισολοιχίας χορδὴν τιν’ αἱματῖτιν αὑτῷ σκευάσαι ἐκέλευσε ταυτηνί με.τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ, ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ·εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ οὔτε φιάλῃ μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.