Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ ὁ Ποντιανὸς ἔφη·
οἴδασιν, ὦ φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί·
καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἔστι μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι φρεατιαῖον ὕδωρ οὕτως ---ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις ·
εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς, ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας, ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς, τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν γλιχόμεθα τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δὲ ἐκβακχεύομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, τὸ μὴ γενέσθαι μὲν κράτιστὸν ἐστ’ ἀεί, ἐπὰν γένηται δ᾽, ὡς τάχιστ’ ἔχειν τέλος.
Δεξικράτης δ’ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον ἐπίσταμ’ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ.
Εὐθυκλῆς δ’ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ·
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ’ ὠνία· πρῶτον δ’ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν. Χάρης δ’ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.