Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι· Σέλευκος μὲν δράμιν ὑπὸ Μακεδόνων οὕτως καλούμενον, δάρατον δ’ ὑπὸ Θεσσαλῶν. ἐτνίταν δέ φησι ἄρτον εἶναι λεκιθίτην, ἐρικίταν δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ξηροπυρίταν τὸν αὐτόπυρον ἄρτον ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν ἄρτους
ὑπ’ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ’ ἄρτον κυλλάστιν καλοῦσιν. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης Δαναίσι·
καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ Φανόδημος ἐν ζ’ Ἀτθίδος, ὁ δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως ·
ἔπειτα πῶς ἦλθες; β. μόλις ὀπτωμένους κατέλαβον. α. ἐξόλοι’ ἀτὰρ πόσους φέρεις; β. ἑκκαίδεκ᾽. α. οἶσε δεῦρο. β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
βλημα δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ’ ἐν αʹ παντοδαπῶν χρηστηρίων πύρνον φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, βραττίμην τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, βραττίμην τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλίτας δ’ ἐν τοῖς Ἀτάκτοις σπολέα καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.

καὶ μάζας δ’ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρ’ ἄλλοις πλείοσιν. παρ᾽ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην,
ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον ---, καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ’ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρ’ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν·
θριδακίσκας τε καὶ κριβάνας νῶντος.
Σωσίβιος δ’ ἐν γ’ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ ʽ Ἡσίοδος δὲ μᾶζὰν τιν’ ἀμολγαίαν καλεῖ·
μᾶζὰ τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων,
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω—ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος ἐν γ’ τῶν πρὸς τὰς ἱερουργίας, ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ’ αὐτοῦ Ἀττικοπέρδιξ.
καὶ ὁ Οὐλπιανὸς ἔφη·
ὁ δ’ ἀπελεύθερος παρὰ τίνι κεῖται;
εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ᾽
ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος. . . πάλιν ἔφη·
τίνι δὲ διαφέρει ἐξελευθέρου;
ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.

καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων

οὐ πρότερον,
ἔφη,
δειπνήσομεν, ἕως ἂν καὶ παρ’ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν ‘ἄρτοι φησίν,’ οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ’ οἱ σεμιδαλῖται, μεθ’ οὓς οἱ ἀλευρῖται, εἶθ’ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.᾽ Φιλιστίων δ’ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθ’ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροὶ τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ’ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ’ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δ’ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ
ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. ὁ δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος, ὁ δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινὰς φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν πέττεσθαι γὰρ αὐτοὺς οὐ μετὰ πολλοῦ πόνου, τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας. εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.

μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη·

Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ’ εἰρηκέναι·
ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ θιοην, γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ’ ἐν στάμνοισι τεθέντα ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.
καὶ ὁ Διονυσοκλῆς ἔφη·
ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν ἀλλ’ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου·
σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,
ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.

Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δὲ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα
τὰ ὡραῖα λεγόμενα, ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ’ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.
τούτοις προσέθηκεν ὁ Ἐφέσιος Δάφνος·
Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί·
καὶ Σικελοῦ θύννου τέμαχος, φίλε Μόσχε, φαγεῖν χρή, τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον. ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν, ὡραίου φάγε μοι τέμαχος πάλιν ἐστὶ γὰρ ἐσθλὸν καὶ μαλακόν.
παρέλιπεν δ’ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν
σκυτίνῃ ποτ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι, καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα. παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων
ἦν μέγα τι χρῆμ’ ἔτι τρυγῳδοποιομουσική, ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο. ᾽

ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ, ὁ δ’ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε
ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον ἡδυντέον τε πῶς ἕκαστὸν ἐστί μοι --- τάριχος πρῶτον ὡραῖον τοδί· διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ μυελὸν ἀφειδῶς τ’ ἐπιγανώσας σιλφίῳ.
ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι·
παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δῷς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. β. δίκαιος ὁ λόγος, ἀβάκιον, ψῆφον. α. λέγε. β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. α. λέγ’ ἕτερον. β. μῦς ἑπτὰ χαλκῶν. α. οὐδὲν ἀσεβεῖς οὐδέπω, λέγε. β. τῶν ἐχίνων ὀβολός. α. ἁγνεύεις ἔτι.
β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε; α. ναί· χρηστὴ γὰρ ἦν. β. ἔδωκα ταύτης δύ’ ὀβολούς. α. τί γὰρ ἐβοῶμεν; β. τὸ κύβιον τριωβόλου. α. ὠνήν, κιχορίων δ’ οὐκ ἐπράξατ’ οὐδὲ ἕν. β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες. α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; β. ὁ ταριχοπώλης ἐστὶν ἐλθὼν πυνθάνου. γόγγρος δέκ’ ὀβολῶν. α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον. β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. α. παπαῖ, ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει. β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.
Ἱκέσιος

δ’ ἐν β’ περὶ ὕλης πηλαμύδας κύβια εἶναί φησι μεγάλα, κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ. Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ’ οὗπερ καὶ ἁλίσκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης, θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ’ οὓς τοὺς περὶ
Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι· καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια. μνημονεύει τῶν μύλλων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσι·
σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.

ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὔαρος·

ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται·
τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος ὀσμαῖσι χαίρει.
καὶ ἐν Παρασίτῳ·
τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν.
Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ·
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω, Γαδειρικὸν θ’ ὑπογάστριον παρεισίτω.
καὶ προελθών
ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί, ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα· ὑπερμέγεθες γάρ ἐστιν.
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη·
μήποτ’ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ’ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ’ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν σιλούρων.
καὶ ὁ Πλούταρχος
ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται; ἀλλ’ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως ·
ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει
Μενδήσιὸς θ’ ὡραῖος ἀκρόπαστος εὖ ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρἈττικοῖς· παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.

ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη ·

Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ ·
ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Πλάτων Διὶ κακουμένῳ ·
ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω.
Ἀριστοφάνης Δαιταλεῦσιν
οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.
Κράτης Θηρίοις·
καὶ τῶν ῥαφάνων ἕψειν χρή, ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι.
ἰδίως δ’ ἐσχημάτισται παρ’ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι·
καὶ τάριχος πίονα.
Σοφοκλῆς τ’ ἐν Φινεῖ·
νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
ὑποκοριστικῶς δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ·
ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
καὶ Κηφισόδωρος ἐν τι·
κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις·
ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον.
καὶ Ἐπίχαρμος δ’ ἀρσενικῶς εἴρηκεν ὁ τάριχος. Ἡρόδοτος δ’ ἐν θ’ οὕτως·
οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.
καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι·
τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ. οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς·
ἆρ’ ἂν φάγοιτ᾽· ἂν καὶ ταρίχους, ὦ θεοί;
ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν
ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
καὶ ἐπὶ αἰτιατικῆς
ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ ς.

τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως ι
τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς Σατύροις εἶναι.
μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ. Εὐθύνου δὲ τοῦ ταριχοπώλου μέμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως ·
ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε, παρ᾽· οὗ φέρειν εἴωθα κἂν οὕτω τύχῃ --- εὔθυνος ---ἀπολογίζων αὐτόθι χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν.
Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις·
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

ἐσθιόντων δ’ ἡμῶν τὸ τάριχος καὶ πολλῶν

ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε·
Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι, ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί· ᾽ ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς· ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα, οἴονται δέ τινες ταῦτ’ εἶναι καὶ κακοστόμαχα—λέγω δὴ λαχάνων καὶ ταρίχων γένη—δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ, ἐν Γῇ καὶ Θαλάσσῃ, καὶ Διοκλῆς ἐν α Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκὸν ʽτὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων᾽, κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ’ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ---μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.᾽ Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ ʽ Ἡφαιστίωνος ταφῆς, οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ’ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε
μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.

Δίφιλος δὲ ὁ Σίφνιός φησι· ᾽ τὰ ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. ὁ κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος· κρείσσων δὲ ὁ Ἀμυνκλανὸς καὶ Σπανὸς ὁ Σαξιτανὸς λεγόμενος· λεπτότερος γὰρ καὶ γλυκύτερος Στράβων δ’ ἐν γ’ Γεωγραφικῶν πρὸς ταῖς ʽ Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως·
ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα.

τὸ δὲ ὠμοτάριχον, φησὶν ὁ Δίφιλος, κήτημα τινὲς λέγουσι, καί ἐστι βαρὺ καὶ γλοιῶδες, προσέτι
δὲ καὶ δύσπεπτον. ὁ δὲ ποτάμιος κορακῖνος, ὃν πέλτην τινὲς καλοῦσιν, ὁ ἀπὸ τοῦ Νείλου, ὃν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν ἰδίως ἡμίνηρον ὀνομάζουσιν, ὑποπίμελος μέν ἐστι καὶ ἥκιστα κακόχυλος, σαρκώδης, τρόφιμος, εὔπεπτος, εὐανάδοτος, κατὰ πάντα τοῦ μύλλου κρείσσων. τὰ μέντοι τῶν ἰχθύων καὶ τῶν ταρίχων ᾠὰ πάντα δύσπεπτα, δύσφθαρτα, μᾶλλον δὲ τὰ τῶν λιπαρωτέρων καὶ μειζόνων σκληρότερα γὰρ μένει καὶ ἀδιαίρετα, γίνεται δὲ εὐστόμαχα μετὰ ἁλῶν σβεσθέντα καὶ ἐποπτηθέντα. πάντας δὲ χρὴ τοὺς ταρίχους πλύνειν ἄχρι ἂν τὸ ὕδωρ ἄνοσμον καὶ γλυκὺ γένηται. ὁ δ’ ἐκ θαλάσσης ἑψόμενος τάριχος γλυκύτερος γίνεται, θερμοί τε οἱ τάριχοι ἡδίονὲς εἰσιν. Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘ἁλυκοί,’ φησίν, ‘καὶ γλυκεῖς χυμοὶ πάντες ὑπάγουσι τὰς κοιλίας, οἱ δὲ ὀξεῖς καὶ δριμεῖς λύουσι τὴν οὔρησιν, οἱ δὲ πικροὶ μᾶλλον μὲν εἰσιν οὐρητικοί, λύουσι δ’ αὐτῶν ἔνιοι καὶ τὰς κοιλίας, οἱ δὲ στρυφνοὶ τὰς ἐκκρίσεις ---’ Ξενοφῶν δὲ ὁ μουσικώτατος ἐν τῷ ἐπιγραφομένῳ Ἱέρωνι ἢ τυραννικῷ διαβάλλων τὰ τοιαῦτα βρώματά φησι· ‘τί γάρ, ἔφη ὁ Ἱέρων, τὰ πολλὰ ταῦτα μηχανήματα κατανενοήκατε ἃ παρατίθεται τοῖς τυράννοις, ὀξέα καὶ δριμέα καὶ στρυφνὰ καὶ τὰ τούτων ἀδελφά; πάνυ μὲν οὖν, ἔφη ὁ Σιμωνίδης, καὶ πάνυ γέ μοι δοκοῦντα παρὰ φύσιν εἶναι ταῦτα ἀνθρώπῳ. ἄλλο τι οἴει, ἔφη ὁ Ἱέρων, ταῦτα ἐδέσματα εἶναι ἢ μὴ διὰ κακῆς καὶ ἀσθενούσης ψυχῆς ἐπιθυμήματα; ἐπεὶ οἵ γε ἡδέως ἐσθίοντες καὶ σὺ
που οἶσθα ὅτι οὐδὲν προσδέονται τούτων τῶν σοφισμάτων.᾽

ἐπὶ τούτοις λεχθεῖσιν ὁ Κύνουλκος πιεῖν ᾔτησε δηκόκταν, δεῖν λέγων ἁλμυροὺς λόγους γλυκέσιν ἀποκλύζεσθαι νάμασι. πρὸς ὃν ὁ Οὐλπιανὸς σχετλιάσας καὶ τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἔφη·

μέχρι πότε βαρβαρίζοντες οὐ παύσεσθε; ἢ ἕως ἂν καταλιπὼν τὸ συμπόσιον οἴχωμαι, πέττειν ὑμῶν τοὺς λόγους οὐ δυνάμενος;
καὶ ὅς·
ἐν Ῥώμῃ τῇ βασιλευούσῃ διατρίβων τὰ νῦν, ὦ λῷστε, ἐπιχωρίῳ κέχρημαι κατὰ τὴν συνήθειαν φωνῇ . καὶ γὰρ παρὰ τοῖς ἀρχαίοις ποιηταῖς καὶ συγγραφεῦσι τοῖς σφόδρα ἑλληνίζουσιν ἔστιν εὑρεῖν καὶ Περσικὰ ὀνόματα κείμενα διὰ τὴν τῆς χρήσεως συνήθειαν, ὡς τοὺς παρασάγγας καὶ τοὺς ἀστάνδας καὶ τοὺς ἀγγάρους καὶ τὴν σχοῖνον ἢ τὸν σχοῖνον μέτρον δ’ ἐστὶ τοῦτο ὁδοῦ μέχρι νῦν οὕτως παρὰ πολλοῖς καλούμενον. μακεδονίζοντὰς τ’ οἶδα πολλοὺς τῶν Ἀττικῶν διὰ τὴν ἐπιμιξίαν. βέλτιον δ’ ἦν μοι
αἷμα ταύρειον πιεῖν, ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος,
ἢ εἰς σὲ ἐμπεσεῖν. οὐ γὰρ ἂν εἴποιμι Ταύρειον ὕδωρ πιεῖν, ὅπερ σὺ οὐκ οἶσθα τί ἐστιν οὐδὲ γὰρ ἐπίστασαι ὅτι καὶ παρὰ τοῖς ἀρίστοις τῶν ποιητῶν καὶ συγγραφέων εἴρηταί τινα καὶ φαῦλα. Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν πρὸς Ἀριστοτέλην λέγει ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἢ δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ
μὲν Ἀρχιλόχῳ τὸ πάντ’ ἄνδρ’ ἀποσκολύπτειν, Θεοδώρῳ δὲ τὸ κελεύειν μὲν πλέον ἔχειν, ἐπαινεῖν δὲ τὸ ἴσον, Εὐριπίδῃ τε τὸ τὴν γλῶτταν ὀμωμοκέναι φάναι καὶ Σοφοκλεῖ τὸ ἐν Αἰθίοψιν εἰρημένον
τοιαῦτὰ τοί σοι πρὸς χάριν τε κοὐ βίᾳ λέγω, σὺ δ’ αὐτὸς ὥσπερ οἱ σοφοὶ τὰ μὲν δίκαι’ ἐπαίνει, τοῦ δὲ κερδαίνειν ἔχου.
καὶ ἀλλαχοῦ δ’ ὁ αὐτὸς ἔφη μηδὲν εἶναι ῥῆμα σὺν κέρδει κακὸν Ὁμήρῳ δὲ τὸ τὴν Ἥραν ἐπιβουλεῦσαι τῷ Διὶ καὶ τὸν Ἄρη μοιχεύειν· ἐφ’ οἷς πάντες κατηγοροῦσιν αὐτῶν.

εἰ οὖν κἀγώ τι ἥμαρτον, ὦ καλλίστων ὀνομάτων καὶ ῥημάτων θηρευτά, μὴ χαλέπαινε. κατὰ γὰρ τὸν Μιλήσιον Τιμόθεον τὸν ποιητὴν
οὐκ ἀείδω τὰ παλαιά· καινὰ γὰρ μάλα κρείσσω, νέος ὁ Ζεὺς βασιλεύει· τὸ πάλαι δ’ ἦν Κρόνος ἄρχων, ἀπίτω μοῦσα παλαιά.
Ἀντιφάνης τ’ ἐν Ἀλκήστιδι ἔφη·
ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον
ὅτι δὲ καὶ οἱ ἀρχαῖοι οἴδασι τὸ οὕτω λεγόμενον ὕδωρ, ἵνα μὴ πάλιν ἀγανακτήσῃς δηκόκταν μου λέγοντος, δείξω, κατὰ γὰρ Φερεκράτους Ψευδηρακλέα
εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων --- ἐγὼ δ’ ἂν ἀντείποιμι μὴ πολυπραγμόνει, ἀλλ’ εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.
ἀλλὰ μὴ φθονήσῃς,
ἔφη ὁ Οὐλπιανός,
δέομαι, μηδὲ τοῦ Ταυρείου ὕδατος ὁποῖόν ἐστι δηλῶσαι· τῶν γὰρ τοιούτων φωνῶν ἐγὼ διψῶ.
καὶ ὁ Κύνουλκος
ἀλλὰ προπίνω σοι,
ἔφη,
φιλοτησίαν διψᾷς γὰρ λόγων παρ’ Ἀλέξιδος λαβὼν ἐκ Πυθαγοριζούσης ·
ὕδατος ἀπέφθου κύαθον ἂν δ’ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες.
τὸ δὲ Ταύρειον ὕδωρ ὠνόμασεν, ὦ φίλε, Σοφοκλῆς Αἰγεῖ ἀπὸ τοῦ περὶ Τροιζῆνα ποταμοῦ Ταύρου, παρ’ ᾧ καὶ κρήνη τις Ὑόεσσα καλεῖται,

ἐπίστανται δ’ οἱ παλαιοὶ καὶ τὸ πάνυ ψυχρὸν ὕδωρ ἐν ταῖς προπόσεσιν, ἀλλ’ οὐκ ἐρῶ, ἐὰν μὴ καὶ σύ με διδάξῃς εἰ ἔπινον θερμὸν ὕδωρ ἐν ταῖς εὐωχίαις οἱ ἀρχαῖοι. εἰ γὰρ οἱ κρατῆρες ἀπὸ τοῦ συμβεβηκότος τῆς ὀνομασίας ἔτυχον οὗτοί τε κερασθέντες παρέκειντο πλήρεις, οὐ ζέον τὸ ποτὸν παρεῖχον, λεβήτων τρόπον ὑποκαιόμενοι. ὅτι γὰρ οἴδασι θερμὸν ὕδωρ Εὔπολις μὲν ἐν Δήμοις παρίστησι·
τὸ χαλκίον θέρμαινέ θ’ ἡμῖν καὶ θύη πέττειν τινὰ κέλευ᾽, ἵνα σπλάγχνοισι συγγενώμεθα.
Ἀντιφάνης δ’ ἐν Ὀμφάλῃ ·
ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι. οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ᾽. ἐὰν δ’ ἄρα στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν, παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς.
ἐν δ’ Ἀλειπτρίᾳ φέρεται τὸ δρᾶμα καὶ ὡς Ἀλέξιδος·
ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι ἐλευθέριον.
Πλάτων δ’ ἐν δ’ Πολιτείας· πλέονος ἄν τινος ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη; οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ ἢ πολλοῦ ἢ ὀλίγου ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ θερμοῦ ἐπιθυμίαν προσπαρέχοιτ’ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ ψυχροῦ, ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος;᾽ Σῆμος δὲ ὁ Δήλιος ἐν β’ Νησιάδος ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτά, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος οὐδὲν διάφορα, τὸ δὲ χλιαρὸν ὕδωρ Ἀθηναῖοι μετάκερας καλοῦσιν, ὡς Σώφιλος ἐν Ἀνδροκλεῖ. Ἄλεξις δ’ ἐν Λοκροῖς·
αἱ δὲ παῖδες παρέχεον ἡ μὲν τὸ θερμόν, ἡ δ’ ἑτέρα τὸ μετάκερας.
καὶ Φιλήμων ἐν Κορινθίᾳ. Ἄμφις δ’ ἐν Βαλανείῳ·
ἀνεβόησ’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

μέλλοντος δὲ τοῦ κυνικοῦ τούτοις ἐπισωρεύειν τινὰ ὁ Ποντιανὸς ἔφη·
οἴδασιν, ὦ φίλτατοι ἀνδρῶν, οἱ ἀρχαῖοι καὶ τὴν τοῦ πάνυ ψυχροῦ πόσιν. Ἄλεξις γοῦν ἐν Παρασίτῳ φησί·
καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἔστι μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι φρεατιαῖον ὕδωρ οὕτως ---ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις ·
εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς, ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας, ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς, τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν γλιχόμεθα τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν. καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δὲ ἐκβακχεύομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, τὸ μὴ γενέσθαι μὲν κράτιστὸν ἐστ’ ἀεί, ἐπὰν γένηται δ᾽, ὡς τάχιστ’ ἔχειν τέλος.
Δεξικράτης δ’ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον ἐπίσταμ’ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ.
Εὐθυκλῆς δ’ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ·
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ’ ὠνία· πρῶτον δ’ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν. Χάρης δ’ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.

ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς·
οἶνον γὰρ πιεῖν οὐδ’ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
καὶ ὁ Λύσιππος ἐν Βάκχαις·
Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; β. τί δ’ ἄλλο γ’ ἢ ὁ πατήρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν, ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
Δίφιλος δ’ ἐν Μνηματίῳ φησὶν
ψῦξον τὸν οἶνον, Δῶρι.
Πρωταγορίδης δ’ ἐν β’ τῶν κωμικῶν ἱστοριῶν τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις· ᾽ τὴν γὰρ ἡμέραν
ἀνηλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι’ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθ’ οὕτως χρῶνται χιόνος οὐδ’ ἡντινοῦν χρείαν ἔχοντες λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως·
ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτὶ γέ σοι νόμιζ’ ὑπάρχειν.
καὶ πάλιν
ἴσως τὸ λακκαῖὸν γ’ ὕδωρ ἀπόλωλ’ ἐμόν.
Ἀπολλόδωρος δ’ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως·
ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς τὰς ἱμονιὰς πεποίηκας.

τούτων ὁ Μυρτίλος ἀκούσας ἔφη·

ἐγὼ δ’ ὢν φιλοτάριχος, ὦ ἑταῖροι, χιόνος πιεῖν βούλομαι κατὰ Σιμωνίδην.
καὶ ὁ Οὐλπιανὸς
κεῖται μὲν ὁ φιλοτάριχος,
ἔφη,
παρ’ Ἀντιφάνει ἐν Ὀμφάλῃ οὕτως·
οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.
Ἄλεξις δ’ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις·
ὁ δὲ Κίλιξ ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.
τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.
οὐ γὰρ μέλει σοι,
ἔφη ὁ Μυρτίλος,
ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον κνισοκόλαξ. Καλλίστρατος ἐν ζ’ Συμμίκτων φησὶν ὡς ἑστιώμενος παρά τισι Σιμωνίδης ὁ ποιητὴς ᾽ κραταιοῦ καύματος ὥρᾳ καὶ τῶν οἰνοχόων τοῖς ἄλλοις μισγόντων εἰς τὸ ποτὸν χιόνος, αὐτῷ δὲ οὔ, ἀπεσχεδίασε τόδε τὸ ἐπίγραμμα·
τὴν ῥὰ ποτ’ Οὐλύμποιο περὶ πλευρὰς ἐκάλυψεν ὠκὺς ἀπὸ Θρῄκης ὀρνύμενος Βορέης· ἀνδρῶν δ’ ἀχλαίνων ἔδακεν φρένας, αὐτὰρ ἐκάμφθη ζώνη Πιερίην γῆν ἐπιεσσαμένη· ἔν τις ἐμοὶ καὶ τῆς χεέτω μέρος, οὐ γὰρ ἔοικε θερμὴν βαστάζειν ἀνδρὶ φίλῳ πρόποσιν.
πιόντος οὖν αὐτοῦ πάλιν ἐζήτει ὁ Οὐλπιανός·
ποῦ κεῖται ὁ κνισολοιχὸς καὶ τίνα ἐστὶ τὰ τοῦ Ἀσίου ἔπη τὰ περὶ τοῦ κνισοκόλακος;
τὰ μὲν οὖν τοῦ Ἀσίου,
ἔφη ὁ Μυρτίλος,
ἔπη ταῦτ’ ἐστί·
χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτῃ ἦλθεν κνισοκόλαξ εὖτε Μέλης ἐγάμει, ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν ἥρως εἱστήκει βορβόρου ἐξαναδύς.
ὁ δὲ κνισολοιχός ἐστι παρὰ μὲν Σωφίλῳ ἐν Φιλάρχῳ οὕτως·
ὀψοφάγος εἶ καὶ κνισολοιχός.
ἐν δὲ τοῖς ἐπιγραφομένοις Συντρέχουσι κνισολοιχίαν εἴρηκεν ἐν τούτοις
ὁ πορνοβοσκὸς γὰρ μ’ ὑπὸ κνισολοιχίας χορδὴν τιν’ αἱματῖτιν αὑτῷ σκευάσαι ἐκέλευσε ταυτηνί με.
τοῦ κνισολοιχοῦ δὲ καὶ Ἀντιφάνης μνημονεύει ἐν Βομβυλιῷ, ὅτι δὲ ἔπινον καὶ γλυκὺν οἶνον μεταξὺ ἐσθίοντες, Ἄλεξίς φησιν ἐν Δρωπίδῃ·
εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν ἐν ἀργυρῷ ποτηρίῳ, πετάχνῳ τινὶ ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ οὔτε φιάλῃ μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.

ἑξῆς ἐπεισηνέχθη πλακοῦς ἐκ γάλακτος ἰτρίων τε καὶ μέλιτος, ὃν Ῥωμαῖοι λίβον καλοῦσι. καὶ ὁ Κύνουλκος ἔφη·

ἐμπίπλασο, Οὐλπιανέ, χθωροδλαψου πατρίου, ὃς παρ’ οὐδενὶ τῶν παλαιῶν μὰ τὴν Δήμητρα γέγραπται πλὴν εἰ μὴ ἄρα παρὰ τοῖς τὰ Φοινικικὰ συγγεγραφόσι Σαγχουνιάθωνι καὶ Μώχῳ, τοῖς σοῖς πολίταις.
καὶ ὁ Οὐλπιανὸς
ἀλλ’ ἐμοὶ μέν,
ἔφη,
ὦ κυνάμυια, μελιπήκτων ἅλις, ἡδέως δ’ ἂν χόνδρου φάγοιμι τῶν ὀστρακίδων ἢ τῶν κοκκάλων ἀφθόνως ἔχοντος.
καὶ κομισθέντος
δότε,
ἔφη,
μυστίλην· οὐ γὰρ ἂν εἴποιμι μύστρον ---παρ’ οὐδενὶ δὲ τῶν πρὸ ἡμῶν εἰρημένον.
ἐπιλήσμων εἶ,
ἔφη,
ὦ θαυμάσιε,
ὁ Αἰμιλιανός.
οὐ σὺ μέντοι τὸν Κολοφώνιον Νίκανδρον ἀεὶ τεθαύμακας τὸν ἐποποιὸν ὡς
φιλάρχαιον καὶ πολυμαθῆ; καὶ ὡς τὸ πεπέρι ὀνομάσαντα παρέθου; οὗτος τοίνυν αὐτὸς ἐν τῷ προτέρῳ τῶν Γεωργικῶν ἐμφανίζων τὴν τοῦ χόνδρου χρῆσιν καὶ μύστρον ὠνόμασε διὰ τούτων·
ἀλλ’ ὁπότ’ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸς ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν, χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ. ζωμὸν δὲ βρομέοντα καταντλας ---πνῖγε δὲ πῶμα ἀμφιβαλών· φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον. ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
διὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος, τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ’ ἔλαιον αὐτοῖς ἀναφύρασον ἡνίκ’ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ’ αὐτὸν ἀπ’ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, ʽ κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα τὸ γὰρ κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ· τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ δι’ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν, ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις
καὶ οὐδὲν φὴς φθέγξασθαι ὃ μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, ὦ φίλτατε, τί ἐστιν ὃ λέγει Νικοφῶν ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ·
μεμβραδοπώλαις, ἀνθρακοπώλαις, ἰσχαδοπώλαις, διφθεροπώλαις, ἀλφιτοπώλαις, μυστριοπώλαις, βιβλιοπώλαις, κοσκινοπώλαις, ἐγκριδοπώλαις, σπερματοπώλαις.
τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι ἀλλ’ ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ᾽ ἄκικύς εἰμι κὠλιγοδρανέω