Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

οἶδα δ’ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον. διὰ ταῦτα καὶ τὰ τοιαῦτα ὁ θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ., . ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα, γράφων καὶ κατὰ λέξιν τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενον ξύλον διὰ τῶν

τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δὲ που ὁ ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις·
θάρσει, μέγας σοι τοῦδ’ ἐγὼ φόβου μοχλός.
κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν
ναῦται δ’ ἐμηρύσαντο νηὸς ἰσχάδα.
καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δ᾽ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα, πόθεν δέ σοι, ὦ Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι;

πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας

ἀλλὰ μὴ βάυζε,
εἶπεν,

ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ’ Ἀργείοις ἐπιτελουμένης, χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ι

ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ἔφη χορτασθείς.Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ·
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Σοφοκλῆς τε ἐν Τυροῖ·
σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Εὔβουλος δ’ ἐν Δόλωνι·
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
Σώφιλος δ’ ἐν Φυλάρχῳ·
γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια ὁρῶ ---χορτασθήσομαι. νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
καὶ Ἄμφις ἐν Οὐρανῷ·
εἰς τὴν ἑσπέραν χορτάζομαι ἐν ἅπασιν ἀγαθοῖς.
ταῦτα μὲν οὖν, ὦ Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἢ ἔνηφι τὴν γὰρ εἰς τρίτην ʽ Ἡσίοδος εἴρηκεν οὕτως πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.

σιωπήσαντος δ’ ἐκείνου

ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, ὦ κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι οὕτω κέκληκε· τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ’ ἂν ἀποδῶ σοι τὰς πληγάς.

ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων

ἀλλὰ μήν,
ἔφη ὁ Οὐλπιανός,

καὶ τὸν περὶ τῆς μήτρας λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων φησὶν

ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν.
ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος, μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως
ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις· μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας· μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος.
εὔφρων δ’ ἐν Παραδιδομένῃ·
οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.
Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ·
οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν ἤνυστρα, μήτρας, χόλικας.
ἐν δὲ Ἱστοριογράφῳ ·
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.
Εὔβουλος δ’ ἐν Δευκαλίωνι·
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ᾽ μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος

ἐκεῖσε δ’ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις·
ἀλλὰ λοπὰς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δ’ ἐν κλιβάνῳ ἡδέα ὄζων.
Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησὶν
ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας,
ἐν δὲ Φυσιολόγῳ·
μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
ἐν δὲ Σίλφαις·
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.

οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ’ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν·

ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἒν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε βρωτά. τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα πέφυκε πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ’ ἐρέβινθοι καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν Ἀττικόν, ὡς τοῦτ’ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν. οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.

θαυμάζειν δ’ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὃς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὅς ἐν Συντρόφοις φησιν

Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ
ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα. β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει, θεοί, ποῖος μάγειρος, ἡ φύσις πάσης τέχνης ἀρχέγονὸν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲ ἓν νοεῖν σοφώτερον, πᾶν τ’ εὐχερὲς τὸ πρᾶγμα, τοῦ λόγου τριβὴν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ, καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς, τοῦτο δεῖ γάρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν, τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ . τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται, χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ’ ἀρθριτικόν. β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. α. καὶ πᾶς ὁ φύσεως ἐντός, ἡ δ’ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ’ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατά μέρος προσπαρδέτω. β. ὥς μοι κεχάρισαι. α. τί γὰρ ἂν εὖ γένοιτ’ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. β. ἀλλὰ τί; α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ᾽, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· ‘ὀξὺ τὸ περίκομμ᾽, ἄνες.’ β. ἁρμονικός, οὐ μάγειρος· α.α ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος· ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως
νοεῖς τὸν τύπον; β. Ἄπολλον. α. καί τι φαίνεται τέχνη; εἶτ’ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις, βρῶμ᾽, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν. β. πῶς; α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτ’ ἐφεστὼς παρακελεύομαι ᾽ πόθεν ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα· διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ;᾽ σοφὸν Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν ἐμασᾶτ’ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν οἱ δ’ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἷὸν ἐστ’ οὐκ εἰδότες. οὐκοῦν ὃ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ’ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ· ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.

καὶ Βάτων δ’ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησὶν

ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς εὖ ζῶσ’ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί; α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, ὥστ’ ἐκπεπλῆχθαι πάντας.

καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν

ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν. ἢ γάρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ, οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.

.

εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ τῶν

φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν·
---ἐκ τούτων --- ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· ‘ἀλλότριὸν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.

ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι ἢ Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως·

τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας
μερῶν ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων
ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες; β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽, α. οὐδὲ βατίς; β. οὒ φημ’ ἐγώ. α. οὐ χόριον οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος οὐδ’ ἐγχέλειον οὐδὲ κάραβον μέγαν γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι. καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ’ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις.
ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας, τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει. εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
καὶ Ἐπίχαρμος δ᾽· ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως·
ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι’ ἔχει μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.

ἴδιον δ’ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ’ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ō ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν·

κἀστακοὶ γαμψώνυχοι.
Σπεύσιππος δὲ ἐν β᾽, Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ’ ὁ Καρύστιός φησι·
καρῖδες, καρκίνοι, κάραβοι, ἀστακοὶ εὔστομα καὶ διουρητικά
κολύβδαιναν δ’ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις, ὡς μὲν Νίκανδρός φησι, τὸ θαλάσσιον αἰδοῖον, ὡς δ’ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων
τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ ἤδη γὰρ ὦπται ἡ ὀχεία πάντων τῶν τοιούτων, ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ’ οἱ μὲν κάραβοι ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι, διὸ καὶ· ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες.
Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας.

περὶ δὲ τῶν καρίδων , ὅτι καὶ πόλις ἦν

Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γ’ ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι καρίδας. ὁ δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε·
ἢν δὲ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι, καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι· ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαὶ
ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι·
αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος.
καὶ Εὔβουλος ἐν Ὀρθάννῃ·
καρῖδα καθῆκα κάτω κἀνέσπασ’ αὖθις.
Ἀναξανδρίδης Λυκούργῳ·
καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων καὶ ψητταρίοις μετὰ κωθαρίων καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ὁ δ’ αὐτὸς κἀν Πανδάρῳ φησὶν
οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη, ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος,
ἐν δὲ Κερκίῳ·
ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ.
Εὔβουλος Τιτθαῖς·
καρῖδάς τε τῶν κυφῶν.
καὶ ᾽ Ὠφελίων Καλλαίσχρῳ·
κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
καὶ ἐν Ἰαλέμῳ·
ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι πηδῶσι κυρταί.
συνεσταλμένως δ’ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν οὕτως·
πλὴν ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας.
καὶ ἐν Δήμοις·
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. ᾽

ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς.

περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει

τῶν δ’ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ’ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ, οἱ δὲ κάραβοι καὶ γραψαῖοι λέγονται· τῶν καρκίνων δ’ εἰσὶν σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν
κάραβοι,
φησί,
καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ’ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ’ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι.
κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν γυναικείοις οὕτως· ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα· θᾶσαι μὰν ὡς ἐρυθραὶ τ’ ἐντὶ καὶ λειοτριχιῶσαι. Ἐπίχαρμος δ’ ἐν Γᾷ καὶ Θαλάσσᾳ·
κουρίδες τε ταὶ φοινίκιαι.
ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν
ἀφύας τε κωρίδας τε καμπύλας.
Σιμωνίδης δέ·
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.

ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ἐπίπλῳ , ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοον εἴρηκεν. εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος

λέγε ἡμῖν,
ἔφη,
ὦ σοφὲ Οὐλπιανέ, εἲ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.
καὶ ὅς·
ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.
ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη·
ὁ μὲν ἐπίπλους παρ’ Ἐπιχάρμῳ ἐν Βάκχαις·
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ἐν Θεαροῖς·
ὀσφύος τε πέρι κἠπιπλόου.
καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη· τῷ ἐπίπλῳ ἐπικαλύψας.᾽ ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν’ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν
ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δ’ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ’ οὕτως ὁ κωμικός·
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι ἰδὼν γέροντι φυκί’ ἠμφιεσμένα ἔλαβον ἐχίνους τ’ ἐστὶ γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου. τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’ οὐδὲ ἓν φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησὰ τ’ αὐτὸ ποικιλώτερον ταῶ. κρεᾴδι’ ἄττα, ποδάρια, ῥύγχη τινά, ὠτάρι’ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεισ’ οὐδ’ ὄψεται· οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ’ ἐγὼ σοφῶς ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν, προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.

ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν·
ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί.
μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως·
καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ Εὔβουλὸς τ’ ἐν Δευκαλίωνι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ·
χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λὴδᾳ οὐκ ἔχειν χολήν·
οὐκ ᾤου σύ με χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου; ἐγὼ δὲ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.
Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.

Ταγηνιστῶν δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι. Εὔβουλος Ὀρθάννῃ·
πᾶσα δ’ εὔμορφος γυνὴ ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα τριβαλλοποπανόθρεπτα μειρακύλλια, ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ. ῥιπὶς δ’ ἐγείρει φύλακας ʽ Ἡφαίστου κύνας θερμῇ παροξύνουσα τηγάνου πνοῇ· ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη κοίλη φάραγγος δακτύλου πιέσματι σύρει τριήρους ἐμβολὰς μιμουμένη, δείπνου πρόδρομον ἄριστον.
ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησὶν
οὔποτ’ ἂν αὖθις αὖ σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. ʽ
Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις·
μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.

ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου Εὐβούλου ἰαμβεῖα εἰπών·
ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου ὁ θεοῖσιν ἐχθρὸς
Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ Εὐβούλου ἰαμβεῖα τάδε ·
τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς, πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος, ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος Ἀντιφάνους τάδε·
παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο, ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν, μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.

ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν

ἄρτου δεῖ καὶ οὐ τοῦ
Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι. μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζ’ καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων·
κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους· ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς. β. ξένος γε χαρίεις. α. ἦν ἐκεῖ ---μέγας καὶ λαμπρὸς ἦν.
οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος, οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου. ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.
ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ’ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη·
τοῖς ἄρτοις ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ. ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ἄρτων.

προφθάσας δ’ αὐτὸν ὁ Ποντιανὸς ἔφη·

Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην,

συγκομιστόν τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως ι
καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.

ἐσχαρίτης. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ·

λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ; τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ ·
καὶ σκάφην λαβών τινα τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησὶν ᾽ ἔτι δὲ σεμνυνομένων παρ’ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ· καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.

ἀταβυρίτην. Σώπατρος ἐν Κνιδίᾳ

Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.

Ἀχαΐνας. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν η᾽] Δηλιάδος λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων

ἀχαΐνην στέατος ἔμπλεων τράγον.

κριβανίτην. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων

τουτὶ τί ἦν τὸ πρᾶγμα; β. θερμούς, ὦ τέκνον. α. ἀλλ’ ἦ παραφρονεῖς; β. κριβανίτας, ὦ τέκνον. α. τί κριβανίτας; β. πάνυ δὲ λευκούς, ὦ τέκνον.

ἐγκρυφίαν. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι.

δίπυρον. Εὔβουλος ἐν Γανυμήδει. διπύρους τε θερμούς. β. οἱ δίπυροι δ’ εἰσὶν τίνες; β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος Γανυμήδει.

λάγανον. τοῦτο ἐλαφρὸν τ’ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων

λάγανα πέττεται,
τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν α Ὑγιεινῶν οὑτωσὶ λέγων
ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.
ἔοικε δὲ καὶ οὗτος ἐπ’ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.