Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Θεόφραστος δέ φησι σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ’ ἄλλους ἀνύδρους.

γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἢ ἐν μελικράτῳ.
ἱστορεῖ δὲ ταῦτα ἐν φυτικοῖς αἰτίοις· θᾶττον αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον ἢ εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δ’ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος ὁ Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δ’ ὁ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον ἑφθὸν δὲ καὶ διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν
ὁ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός.
αὔξονται δ’ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι.

σῦκα.

ἡ συκῆ,
φησὶν ὁ Μάγνος·
οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ· φιλόσυκος γάρ εἰμι δαιμονίως· λέξω τά μοι προσπίπτοντα—ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου
τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ’ ἀπ’ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς, τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις· ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει·
οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει.
Ἴστρος δ’ ἐν τοῖς Ἀττικοῖς οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ’ ἐν Ποιητῇ φησιν
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ, τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.
Φιλόμνηστος δ’ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν
ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ’ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.

Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων
συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν. οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα,
μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ’ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί
τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ’ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς
. τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις·
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας· κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
Τηλεκλείδης δ’ ἐν Ἀμφικτύοσι·
ὡς καλοὶ καὶ φιβάλεῳ.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί·
πρώτιστα δὲ τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι, ἃς διαμασῶμ’ ὅταν τι βουλεύειν δέῃ, τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ---
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ,
εἶτ’ ἔρχεται χελιδονείων μετ’ ὀλίγον σκληρῶν ἁδρὸς πινακίσκος.
Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ ʽ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως·
ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων ὀπωροβασιλίδας δὲ πανταχοῦ, ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος· ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.

τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως·
τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ’ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ’ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.
τῶν δ’ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου· τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα, ἐπαινεῖται δὲ καὶ ἄλλα. σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι.

Παρμένων δ’ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν·
ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα Καναῖα φόρτον.
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε·
πλὴν τὸ γ’ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τῶν δ’ ἐν Πάρῳ τῇ νήσῳ—διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως ·
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα.

λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ’ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως
τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
τῶν δ’ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι·
ἢ προσπηγνύναι κράδαις ἐριναῖς.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί·
ἀλλ’ οὐχ ὅμοιὰ γ’ ἐρινοῖς οὐδαμῶς.
Σοφοκλῆς δ’ ἐν Ἑλένης Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών
πέπων ἐρινὸς ---ἀχρεῖος ὢν ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
πέπων δ’ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι·
καὶ τί δεῖ λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων,
τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις Τρωίλῳ·
ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον νενόηκας ὄντα;
καὶ Ὅμηρος·
τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
Ἀμερίας δ’ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.

Ἑρμῶναξ δ’ ἐν Γλώτταις Κρητικαῖς σύκων γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ’ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαι φησί τινα σῦκα βασίλεια, ἀφ’ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν, φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων
ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι. τὰ δὲ χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κωδωναῖα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς Γλώσσαις. κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων
τῶν φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.
Θεόφραστος δ’ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον ἡ Ἀράτειος καλουμένη, ἐν δὲ τῷ τρίτῳ περὶ τὴν Τρωικήν φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας ·
φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. περὶ δὲ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς ὁ αὐτὸς Θεόφραστος ἐν τῷ τετάρτῳ τῆς φυτικῆς ἱστορίας τάδε γράφει
ἡ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς ᾧ ὁ καρπός, τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις, ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος δὲ ἡλίκον κοκκύμηλον.

τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν ε φυτικῶν αἰτίων οὕτως·

τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς
καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν ὅθεν καὶ οἱ πρόδρομοι.
καὶ προελθὼν τάδε λέγει·
πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ’ οὐ φέρουσι.
Σέλευκος δ’ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις·
ὑμᾶς δὲ τέως θρῖα λαβόντας διφόρου συκῆς.
καὶ Ἀντιφάνης ἐν Σκληρίαις·
ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ’ ἀμπέλους βότρυς, τὰς δ’ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν ὁ Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον οἱ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.

λέγει δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ, φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι, πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ β τῶν αἰτίων

ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν
βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.
ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν
ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἱ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ’ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων ἡ δ’ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.
οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα· βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.

περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων. Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ, Φερένικος δ’ ὁ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι· Ὄξυλον γὰρ τὸν Ὀρείου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ’ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ’ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι·

συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.
Σωσίβιος δ’ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους Συκίτην Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ’ Ἀγλαοσθένης, ἱστοροῦσι Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.

ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν

ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων·
βασιλεῦ, σὺ δ’ ἐπ’ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ’ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ’ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ’ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο
οὐθὲν ἀγαθόν.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ισ’ τῶν ἱστοριῶν
Φίλιππος, φησίν, ὁ Περσέως πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.
καὶ Ἀνάνιος δ’ ὁ ἰαμβοποιὸς ἔφη·
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους, γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
τοσαῦτα

τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη·

Φυλότιμος ἐν γ’ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ’ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ’ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ’ ὑπερβολήν. ἀδύνατον δ’ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς.
ὀπώρας ἀλύπως διάγομεν, ἀλλ’ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας· τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ’ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ’ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες, καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ’ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ’ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.

ʽ ʽἩρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ᾽ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι

ἡ τοῦ ψυχροῦ,
φασί,
πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι ᾽ τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται, μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.
δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων ι

ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας ι νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν. Ἀριστοφάνης δ’ ἐν Προαγῶνι·

κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ’ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι·
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ’ ἐν Σειρῆσιν
ἐὰν δὲ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.

Δίφιλος δ’ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν, τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει· τὰ δ’ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα.

τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ. ᾽τὰ σπάνυδρα δ’ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα. πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν·
ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ’ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδὸν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε·
σῦκον μετ’ ἰχθύν, ὄσπρεον μετὰ κρέα. σῦκα φίλ’ ὀρνίθεσσι, φυτεύειν δ’ οὐκ ἐθέλουσι.

μῆλα. ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ. Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα,

προσλαμβάνοντα δ’ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ’ ἐν γ’ καὶ ι’ περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν ὁ λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς· ἀπεδείχθη δὲ καθόλου τὰ
μῆλα δυσκατεργαστότερα τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.

κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως

πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι, πολλὰ δὲ μύρσινα φύλλα καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας,
καὶ Ἀλκμάν, ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ·
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ σ’ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν.
τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,
φησίν,
εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ
τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.

Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ·

μεῖον ἢ κοδύμαλον.
Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β’ τῆς ἱστορίας. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν
ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως ·
αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν
ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τὰ τ’ ἀέξεται ἠνεμοέσσῃ.

Φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως·

ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων.
καὶ Θεόπομπος ἐν Θησεῖ. Ἀνδροτίων δὲ ἐν τῷ Γεωργικῷ
τὰς δὲ μηλέας,
φησί,
φαυλίας καὶ στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.
ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων, τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων.
ἐπιμηλὶς δὲ καλεῖται,
φησὶ Πάμφιλος,
τῶν ἀπίων τι γένος.
Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ’ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δὲ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ’ Λακωνικῶν
ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.

Περσικά. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε·
ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ’ ἥκιστα· καὶ πάλιν βόας, ἀπίου, μηλέας
Δίφιλος δ’ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν·
τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.
Φυλότιμος δ’ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ’ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀφιέναι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.