Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες τι ἀφιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν ---τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν οἱ δ’ ἐπὶ τοῦ σκοπέλου· τῆς Σικελίας κοιλίας λυτικοί.
Ἀριστοτέλης δέ φησι τῶν ἐχίνων πλείω γένη εἶναι· ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν, μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως·
δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί·
καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοὶ θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δὲ ἐμπορεύονται μόνοι.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου Λάκωνὰ φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν·
ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖτις ἔτι κα λάβοιμι.
ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως
ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ, στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.

τῶν δὲ λεπάδων,
φησὶν ὁ Δίφιλος,
τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ
δὲ σκληροὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ’ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι, τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι, διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασὶν τ’ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ, κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα, τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ’ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.

Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν·

ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι διὰ τὴν ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν
ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν, τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα, καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας δι’ ὧν ἔκλυτος ἡ κοιλία γίνεται, τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.

Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει·

ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης, νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε, γλίσχρ’ Ἁλοσύδνης τέκνα καὶ αὐτῆς φωλεὰ πίνης.
καὶ Ἀρχέστρατος δ’ ἐν Γαστρονομίᾳ φησί
τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος, τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη· πλείστους δὲ ᾽ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽ αὐτῶν --- Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
τήθεα Καλχηδών, τοὺς κήρυκας δ’ ἐπιτρίψαι ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους, πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δὲ μοί ἐστιν ἑταῖρος Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
καὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί·
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μηθύμνης.
ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος Ἀρχιλόχοις·
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ὄστρεια συμπεφυκότα.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ·
ὀστρέου τρόπον,
φησί,
δεδεσμευμένοι,
καὶ ἐν Τιμαίῳ·
τὸ τῶν ὀστρέων γένος συμπάντων,
ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε·
προσπεφυκέναι ὄστρειά τε καὶ φυκία.
αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον. Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις. καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι.

περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων ὀστρέων—οὐ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως·

τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης
καλούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ’ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.
Ἀνδροσθένης δ’ ἐν τῷ τῆς Ἰνδικῆς Παράπλῳ γράφει οὕτως·
τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ’ ἡμῖν γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται, αὕτη δ’ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ’ ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί, οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ δασύ, οὐδὲ ὦτα ἔχει δύο ὥσπερ ὁ κτεὶς ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὥσπερ ἐν τοῖς συείοις ἡ χάλαζα, καί ἐστιν ἡ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρατεθῇ παρὰ τὸ χρυσίον, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελέως λευκή, ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων.
Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν ἑβδόμῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν φησι·
θηρεύεται δὲ κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως δὲ καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ· τὸ δ’ ἐστὶν ἁδρὸν καὶ πρόμηκες, ἔχον ἐν αὑτῷ σάρκα καὶ μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα, ἐξ ὧν ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσι μὲν μαργαρίτας, κατασκευάζουσι δ’ ἐξ αὐτῶν ὁρμίσκους τε καὶ ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσιν Πέρσαι καὶ Μῆδοι καὶ πάντες
Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων.

Ἰσίδωρος δ’ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ’ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ’ ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη, τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δὲ ἂν πέτραις ἢ σπιλάσι προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα μένουσαι τὴν μαργαρῖτιν γεννῶσι. ζῳογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πινοφύλαξ. διήκει δ’ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ’ ἣν ἡ μαργαρῖτις γεννωμένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δ’ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν ἐμβύθιος πίννα

διαυγεστάτην καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερὴς διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι δύσχρους καὶ ἥσσων· κινδυνεύουσι δ’ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατ’ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνῄσκουσιν. ὅσοι δ’ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀποσπῶσιν.
Μαράγδων δὲ μνημονεύει Μένανδρος ἐν Παιδίῳ· μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.
ἄνευ δὲ τοῦ ς λεκτέον παρὰ γὰρ τὸ μαρμαίρειν ὠνόμασται τῷ διαυγὴς ὑπάρχειν.

μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες τῶν ἐξ ὕδατος κρεῶν πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις.

εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ.
καὶ πάλιν ζητούντων τοὺς ὀνομάσαντάς τι τούτων ὁ μέν τις ἔλεγε·
τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι ᾽ φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν καὶ ἑξῆς ·
τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν
ἐγὼ δὲ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κἆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω,
καὶ πάλιν·
ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
σιαγόνος δὲ Κρατῖνος Πλούτοις·
περὶ σιαγόνος βοείας μαχόμενος,
καὶ Σοφοκλῆς Ἀμύκῳ·
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
Πλάτων δ’ ἐν Τιμαίῳ γράφει·
καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.
καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς σιαγόνα μικρὰν συνεσταλμένην οἱ δὲ διὰ τοῦ υ στοιχείου ἐκφέροντες κατ’ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός.
χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν. Ἀριστοφάνης ἐν Νεφέλαις·
ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.
Κρατῖνος ἐν Πυτίνῃ·
ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος.
καὶ Εὔπολις ἐν Αἰξίν. Ἄλεξις δ’ ἐν Λευκαδίᾳ ἢ Δραπέταις·
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
Ἀντιφάνης ἐν Γάμοις
ἐκτεμὼν χορδῆς μεσαῖον.

ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ· τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι, πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος Παγκρατιαστῇ·

ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους, β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς.
Ἀναξίλας Μαγείροις·
τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ ἰχθύδι’ ὀπτᾶν. β. τί σὺ λέγεις; ἰχθύδια; συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον ἀκροκώλι’ ἕψειν ---ῥύγχη, πόδας.
Ἀναξίλας δ’ ἐν Κίρκῃ·
δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς ῥύγχος, ὦ φίλε Κινησία.
καὶ ἐν Καλυψοῖ·
ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε. ᾽
ὠτάρια δ’ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ. ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν
ζωμὸν ποιῶ θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς τόμον, ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Ἀριστοφάνης Προαγῶνι·
ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
Φερεκράτης Λήροις·
ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ’ ὑός;
καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν σ’ ἱστοριῶν ᾽ Στησίχορός. τέ φησιν ἐν Συοθήραις·
κρύψαι δὲ ῥύγχος ἄκρον γᾶς ὑπένερθεν.
ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται. ὅτι δὲ καὶ ἐπ’ ἄλλων ζῴων Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως·
καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν,
καὶ Ἀραρὼς Ἀδώνιδι·
ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.

ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης Αἰολοσίκωνι

καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα ἥψησα τακερά.
καὶ ἐν Γηρυτάδῃ ·
ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.
Ἀντιφάνης Κορινθίᾳ·
ἔπειτα κἀκροκώλιον ὕειον Ἀφροδίτῃ; γελοῖον. β. ἀγνοεῖς· ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν, ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν.
ὅτι δ’ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε·
ἈργεῖοιἈφροδίτῃ ὗν θύουσι, καὶ ἡ ἑορτὴ καλεῖται Ὑστήρια.
Φερεκράτης δ’ ἐν Μεταλλεῦσι·
σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια.
Ἄλεξις Κυβευταῖς·
ἠριστηκότων σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός,
κἀν Παννυχίδι ἢ Ἐρίθοισιν ι
ἡμίοπτα μὲν τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται, ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.
τῶν δ’ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ ·
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ’ ἡμῖν. β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος, ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Ἀντιφάνης Παρασίτῳ· ·
χοιρίων σκέλη καπύρ᾽. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν, ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.
Ἐκφαντίδης δ’ ἐν Σατύροις·
πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός.
γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων
ἅλις ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ κάπτων. ἀλλὰ φέρετ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου κόλλοπὰ τιν’ εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων χλιαρῶν.

τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς·

Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ἔφη·
κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.
καὶ ὁ Λεωνίδης·
δήμων ἐν δ’ Ἀτθίδος
Ἀφείδαντα,
φησί,
βασιλεύοντα Ἀθηνῶν Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ’ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει, ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.

μήτρα ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν,
οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς
ἄγε δή,
ἔφη,

ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα; ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη ᾽ στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι.

νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν,
ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη. πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν Πρωταγόρᾳ·
τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι.
τοῦτο δ’ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε· πίνοντες, μᾶλλον δ’ ἐκπίνοντες, αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν
Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν, οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ’ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων.

καὶ ὁ Κύνουλκος ὀργισθεὶς

γάστρων,
ἔφη,

καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,

ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα· ---[*](Kaibel marks a lacuna here. He suggests the supplement given in the translation: scire volumus quid strena cum Platonis libro commune habeat.) εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον φαινόλην εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλης εἰπών παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην εἰς βαλανεῖον δέ ποτε
πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον
ποῖ δή;
ἀπολούμενος, ἦν δ’ ἐγώ, ἐπείγομαι;᾽ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ὦ ἑταῖροι φίλτατοι—πρὸς γὰρ ὑμᾶς εἰρήσεται τἀληθῆ προσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε· θεραπευθεὶς οὖν προῄει καὶ πρὸς τοὺς πυνθανομένους
τί τοῦτο, Οὐλπιανέ;
ὑπώπιον
ἔλεγε. κἀγὼ ξυνῆν γὰρ αὐτῷ τότε τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους
τί δὲ σύ;
πρόσκομμα
ἔφασκον.

τῆς δὲ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός, ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ᾽ Στρομβιχίδη, ᾽ ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ’ οὕτως ἀπολούμεθον ὁ δ᾽

αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσι—τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων—ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ᾽ οὐκ εἶδές με, ᾽ ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.᾽ τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ‘γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα.’ ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφη ᾽ θαυμαστὴ δ’ ἡ ʽ Ῥωμαίων ἀρχὴ ἡ ἀνυπόστατος.᾽

τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις ὑπερδραμόντες τὸν Σικελιώτην Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν

ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ’ ἐν αʹ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ ʽ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως· ‘Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτὰ ποτ’ ἐπέστειλε·
ἈλέξαρχοςὉμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.
τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω ᾽ γὼ μηδὲ τὸν Πύθιον ἂν διαγνῶναι.’ κατὰ γὰρ τὸν Ἀντιφάνους Κλεοφάνη ·
τὸ δὲ τυραννεῖν ἐστιν; ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ’ ὅτι τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν, εἴπερ γίνεται, οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται, οὐτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται, ἔστιν γὰρ οὐκ ὂν οὐδέν ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἔσθ’ ἕωσπερ γέγονε, ὅ γε μή γέγονέ πω. ἐκ τοῦ γὰρ εἶναι γέγονεν εἰ δ’ οὐκ ἦν ὅθεν, πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ. εἰ δ’ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται κηποι δεποτις εἴη, πόθεν γενήσεται τοὐκ ὂν εἰς οὐκ ὂν εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται. ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι.

οἶδα δ’ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον. διὰ ταῦτα καὶ τὰ τοιαῦτα ὁ θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ., . ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα, γράφων καὶ κατὰ λέξιν τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενον ξύλον διὰ τῶν

τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δὲ που ὁ ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις·
θάρσει, μέγας σοι τοῦδ’ ἐγὼ φόβου μοχλός.
κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν
ναῦται δ’ ἐμηρύσαντο νηὸς ἰσχάδα.
καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δ᾽ ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς ἐπεσχημένα ἦν τὰ γυναικεῖα, πόθεν δέ σοι, ὦ Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι;

πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας

ἀλλὰ μὴ βάυζε,
εἶπεν,

ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ’ Ἀργείοις ἐπιτελουμένης, χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ι

ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ἔφη χορτασθείς.Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ·
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Σοφοκλῆς τε ἐν Τυροῖ·
σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Εὔβουλος δ’ ἐν Δόλωνι·
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς, ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
Σώφιλος δ’ ἐν Φυλάρχῳ·
γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια ὁρῶ ---χορτασθήσομαι. νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
καὶ Ἄμφις ἐν Οὐρανῷ·
εἰς τὴν ἑσπέραν χορτάζομαι ἐν ἅπασιν ἀγαθοῖς.
ταῦτα μὲν οὖν, ὦ Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἢ ἔνηφι τὴν γὰρ εἰς τρίτην ʽ Ἡσίοδος εἴρηκεν οὕτως πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.

σιωπήσαντος δ’ ἐκείνου

ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, ὦ κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι οὕτω κέκληκε· τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ’ ἂν ἀποδῶ σοι τὰς πληγάς.

ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων

ἀλλὰ μήν,
ἔφη ὁ Οὐλπιανός,

καὶ τὸν περὶ τῆς μήτρας λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων φησὶν

ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν.
ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος, μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως
ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει· μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις· μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας· μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος.
εὔφρων δ’ ἐν Παραδιδομένῃ·
οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.
Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ·
οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν ἤνυστρα, μήτρας, χόλικας.
ἐν δὲ Ἱστοριογράφῳ ·
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.
Εὔβουλος δ’ ἐν Δευκαλίωνι·
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.

Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ᾽ μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος

ἐκεῖσε δ’ οὐ πλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν Αἰγυπτιακὴν Ἰλιάδα συνθεὶς ἐν τούτοις·
ἀλλὰ λοπὰς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα ἐκβολάδος, δέλφαξ δ’ ἐν κλιβάνῳ ἡδέα ὄζων.
Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησὶν
ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας,
ἐν δὲ Φυσιολόγῳ·
μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος, τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
ἐν δὲ Σίλφαις·
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.

οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ’ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν·

ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἒν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε βρωτά. τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα πέφυκε πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ’ ἐρέβινθοι καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν Ἀττικόν, ὡς τοῦτ’ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν. οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.

θαυμάζειν δ’ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὃς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου, ὅς ἐν Συντρόφοις φησιν

Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ
ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα. β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει, θεοί, ποῖος μάγειρος, ἡ φύσις πάσης τέχνης ἀρχέγονὸν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲ ἓν νοεῖν σοφώτερον, πᾶν τ’ εὐχερὲς τὸ πρᾶγμα, τοῦ λόγου τριβὴν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ, καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς, τοῦτο δεῖ γάρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν, τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ . τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται, χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ’ ἀρθριτικόν. β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. α. καὶ πᾶς ὁ φύσεως ἐντός, ἡ δ’ ἀπειρία τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ’ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατά μέρος προσπαρδέτω. β. ὥς μοι κεχάρισαι. α. τί γὰρ ἂν εὖ γένοιτ’ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. β. ἀλλὰ τί; α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ᾽, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· ‘ὀξὺ τὸ περίκομμ᾽, ἄνες.’ β. ἁρμονικός, οὐ μάγειρος· α.α ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος· ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως
νοεῖς τὸν τύπον; β. Ἄπολλον. α. καί τι φαίνεται τέχνη; εἶτ’ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις, βρῶμ᾽, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν. β. πῶς; α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτ’ ἐφεστὼς παρακελεύομαι ᾽ πόθεν ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα· διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ;᾽ σοφὸν Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν ἐμασᾶτ’ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν οἱ δ’ ἐν τῇ στοᾷ ζητοῦσι συνεχῶς, οἷὸν ἐστ’ οὐκ εἰδότες. οὐκοῦν ὃ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ’ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ· ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.