Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν

ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων·
βασιλεῦ, σὺ δ’ ἐπ’ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ’ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ’ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ’ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο
οὐθὲν ἀγαθόν.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ισ’ τῶν ἱστοριῶν
Φίλιππος, φησίν, ὁ Περσέως πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.
καὶ Ἀνάνιος δ’ ὁ ἰαμβοποιὸς ἔφη·
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους, γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
τοσαῦτα

τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη·

Φυλότιμος ἐν γ’ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ’ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ’ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ’ ὑπερβολήν. ἀδύνατον δ’ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς.
ὀπώρας ἀλύπως διάγομεν, ἀλλ’ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας· τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ’ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ’ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες, καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ’ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ’ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.

ʽ ʽἩρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ᾽ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι

ἡ τοῦ ψυχροῦ,
φασί,
πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι ᾽ τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται, μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.
δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων ι

ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας ι νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν. Ἀριστοφάνης δ’ ἐν Προαγῶνι·

κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ’ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι·
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ’ ἐν Σειρῆσιν
ἐὰν δὲ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.

Δίφιλος δ’ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν, τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει· τὰ δ’ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα.

τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ. ᾽τὰ σπάνυδρα δ’ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα. πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν·
ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ’ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδὸν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον. καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε·
σῦκον μετ’ ἰχθύν, ὄσπρεον μετὰ κρέα. σῦκα φίλ’ ὀρνίθεσσι, φυτεύειν δ’ οὐκ ἐθέλουσι.

μῆλα. ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ. Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα,

προσλαμβάνοντα δ’ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ’ ἐν γ’ καὶ ι’ περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν ὁ λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς· ἀπεδείχθη δὲ καθόλου τὰ
μῆλα δυσκατεργαστότερα τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.

κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ οὕτως

πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι, πολλὰ δὲ μύρσινα φύλλα καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας,
καὶ Ἀλκμάν, ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ·
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ τὰ κυδώνια μῆλα στρουθία καλεῖ. Φύλαρχος δ’ ἐν τῇ σ’ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν.
τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,
φησίν,
εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ
τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.

Ἕρμων δ’ ἐν Κρητικαῖς Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ·

μεῖον ἢ κοδύμαλον.
Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β’ τῆς ἱστορίας. διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν
ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως ·
αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν
ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων πορφυρέων, Ἐφύρῃ τὰ τ’ ἀέξεται ἠνεμοέσσῃ.

Φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως·

ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι φαυλίων μήλων.
καὶ Θεόπομπος ἐν Θησεῖ. Ἀνδροτίων δὲ ἐν τῷ Γεωργικῷ
τὰς δὲ μηλέας,
φησί,
φαυλίας καὶ στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.
ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ Ἄλπεων, τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ. ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων.
ἐπιμηλὶς δὲ καλεῖται,
φησὶ Πάμφιλος,
τῶν ἀπίων τι γένος.
Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ’ Δείπνων. καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δὲ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ’ Λακωνικῶν
ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.

Περσικά. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε·
ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ, τούτου δ’ ἥκιστα· καὶ πάλιν βόας, ἀπίου, μηλέας
Δίφιλος δ’ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν·
τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.
Φυλότιμος δ’ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ’ ὑπάρχειν καὶ πιεζόμενον πλεῖστον ἔλαιον ἀφιέναι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν Λακωνικαῖς Γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.

κίτριον. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γάρ ἔφασκεν ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ Πλούταρχος

ἀλλὰ μὴν ἔγωγε,
φησί,
διορίζομαι μηδ’ ὅλως τὸν ʽ Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι’ αὐτὸ τοῦτ’ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ’ ἔχειν
οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου· ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.
Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ’ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν, πρὸς τούτους ἀποβλέψας ὁ Δημόκριτος ἔφη·

εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε τοῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου Θεοφράστου οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα,

φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως·

ἡ δὲ Μηδία χώρα καὶ ἡ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ’ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μὲν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν
εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ, χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον καὶ πρὸς στόματος εὐωδίαν ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ , ποιεῖ τὴν ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς· εἶτ’ ἄρδεται διὰ τετάρτης ἢ πέμπτης ἡμέρας, ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ’ ἀνθεῖ, τὰ δ’ ἐκπέττει. τῶν δ’ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μή, ἄγονα.
κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ὦ ἑταῖροι, ὧν φησιν ὁ Θεόφραστος περὶ χρόας, περὶ ὀδμῆς, περὶ φύλλων, τὸ κιτρίον εἶναι λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ’ ὥς τι μέγα κειμήλιον ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.

ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίδι·

καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους, ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. β. καλά γε. α. καλὰ δῆτ᾽, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Φωσφόρον, φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον.
ἔριφος δ’ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει·
β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν, ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ, τίθημι· λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι. β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον. β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας καὶ τάσδ’ ἐκόμισας; α. οὐ γάρ εἶχον πλείονας.

τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.

ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος κατεδίκασέ τινας γενέσθαι θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἀσπίσι τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θέατρον κατὰ τὴν ὁδὸν κάπηλίς τις γυνὴ κατ’ ἔλεον ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον καὶ μετ’ οὐ πολὺ παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀπορία δὲ κατέσχε τὸν ἄρχοντα, καὶ τὸ τελευταῖον ἀνακρίνων τὸν αὐτοὺς φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε κατὰ ταὐτὸν ἐξ ἀκεραίου τὸ κιτρίον δεδομέναν, τῇ ἐπιούσῃ τῶν ἡμερῶν τῷ μὲν πάλιν ἐκέλευσε δοθῆναι κιτρίου, τῷ δ’ οὔ· καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον παντὸς δηλητηρίου φαρμάκου. ἐὰν δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον κιτρίον ὡς ἔχει φύσεως συνεψήσῃ μετὰ τοῦ σπέρματος, διαλύεται μὲν ἐν τῷ μέλιτι, καὶ ὁ ἀπ’ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδ’ ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται.

τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ, φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ

καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν ἐπειδὴ οὖν, φησί,
πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν.

ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ’ ἐν ταῖς Γλώσσαις Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.

ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας Γάμῳ εὑρίσκω διὰ τούτων

ἄγει δὲ παντοδαπὰ κογχύλια, λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια, --- βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα, τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽ εὐμαρέα· μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια, τὰ γλυκέα μὲν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα, τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία· θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες, ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.

ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ

κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ’ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ., φησὶν εἶναι ᾠδὴν ἧς ἡ ἀρχή·
πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι
ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ’ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ
ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ’ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι·
τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται·
μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.
ἐν δὲ τῷ ἐπιγραφομένῳ Ὡλιεὺς τὸν ἀγροιώταν χηράμβας ὀνομάζει, καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται, τοῦ δ’ ἀναρίτου Ἴβυκος. καλεῖται δ’ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ’ ἐν Συνεργαζομέναις·
προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ’ ἐν Πέρσαις τις ἀνηρει τοὺς
νήσους νηριτοτρόφους
εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται.

Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ’ ἐν Ἰχθύσι·

λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας, περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει·
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ’ ἐν β’ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως·
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα δυναίμεθ’ εὑρεῖν ---
ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. ἀραρὼς δὲ Καμπυλίωνί φησιν
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα, κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
σώφρων δ’ ἐν Μίμοις·
τίνες δ’ ἐντί ποκα, φίλα, τοιδέ τοι μακρογόγγυλοι; β. σωλῆνές θην τοῦτοί γα γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.
τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν ᾽ Ἀρχιλόχοις·
ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι·
πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν, ὄστρειον, χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ Μιτυλήνης· αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς, πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς τοὺς
στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης Βαβυλωνίοις·

ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις·
αἵ γα μὰν κόγχαι, ὥσπερ αἲ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.
ἀρσενικῶς δὲ Αἰσχύλος ἐν Ποντίῳ Γλαύκῳ·
κόγχοι μύες κὤστρεια.
Ἀριστώνυμος Θησεῖ·
κόγχος ἦν βάπτων αὐλῶν ὁμοίως.
παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος Σατύροις. Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς,

τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ’ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε.

οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι, εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽ ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι, οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοὶ τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι, δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν, εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι, τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν, ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ’ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.
μνημονεύει δ’ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν οὕτως
ὥρα περαίνειν· ἐγχέλεια, καράβους, κόγχας, ἐχίνους προσφάτους, μηκώνια, πίνας, τραχήλους, μύας.