Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

λέγει δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ, φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι, πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ β τῶν αἰτίων

ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν
βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.
ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν
ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἱ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ’ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων ἡ δ’ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.
οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα· βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.

περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων. Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ, Φερένικος δ’ ὁ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι· Ὄξυλον γὰρ τὸν Ὀρείου Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ’ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ’ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι·

συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.
Σωσίβιος δ’ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους Συκίτην Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ’ Ἀγλαοσθένης, ἱστοροῦσι Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.

ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν

ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ, τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων·
βασιλεῦ, σὺ δ’ ἐπ’ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ’ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ’ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ’ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο
οὐθὲν ἀγαθόν.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ισ’ τῶν ἱστοριῶν
Φίλιππος, φησίν, ὁ Περσέως πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.
καὶ Ἀνάνιος δ’ ὁ ἰαμβοποιὸς ἔφη·
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους, γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
τοσαῦτα

τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη·

Φυλότιμος ἐν γ’ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ’ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ’ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ’ ὑπερβολήν. ἀδύνατον δ’ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς.
ὀπώρας ἀλύπως διάγομεν, ἀλλ’ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας· τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ’ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ’ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες, καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ’ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ’ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.

ʽ ʽἩρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ᾽ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι. καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι

ἡ τοῦ ψυχροῦ,
φασί,
πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι ᾽ τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται, μετὰ δὲ ταῦτα ἑτοίμως καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.
δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων ι

ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας ι νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν. Ἀριστοφάνης δ’ ἐν Προαγῶνι·

κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε ἔτρωγ’ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι·
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ, φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ’ ἐν Σειρῆσιν
ἐὰν δὲ γ’ ἡμῶν σῦκά τις μεσημβρίας τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.