Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor
τεθαύμακα δὲ καὶ πῶς οὐκ ἐζήτησας ᾽ ὁ δὲ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός; ᾽ ὅθεν καὶ Μυρτίλος ἐστίν.καὶ ὁ Οὐλπιανὸς
παύομαι,ἔφη,
ἐσθίων ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.καὶ ὁ Αἰμιλιανὸς ἔφη:
ἀλλ’ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν.καὶ ὃς δυσχεράνας ἔφη:
πόθεν σοι καὶ τὰ ἐδέσματα; μὴ γὰρ ἀναπαύσασθαι ἔστι ζητοῦντα ἀεί τι πρὸς τοὺς ὀψιμαθεῖς τούτους σοφιστάς;
ἀλλὰ μήν,ἔφη,
καὶ περὶ τούτου σοι τὸν λόγον, ὁ Αἰμιλιανός, ἀποδώσω. λέξω δὲ πρῶτον περὶ τοῦ χόνδρου Ἀντιφάνους παρατιθέμενος ἐξ Ἀντείας τάδε:ἐχέτω τέλος καὶ ἥδε ἡ βίβλος ἐπὶ τοῖς λόγοις τοῖς περὶ τῶν ἐδεσμάτων ἔχουσα τὴν καταστροφὴν ἀρχὴν γὰρ τοῦ δείπνου ἀπὸ τῶν ἑξῆς ποιησόμεθα—οὐ πρότερόν γε, ὦ Ἀθήναιε, πρὶν ἡμῖν διελθεῖν καὶ τὸ τοῦ Ἱππολόχου τὸ Μακεδονικὸν συμπόσιον. ἀλλ’ εἰ τοῦτό σοι φίλον, ὦ Τιμόκρατες, οὕτω παρασκευαζώμεθα,ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστιν, φίλτατε; β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ; β ---τῆς.. Φοινίκης.. σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη.τὸ δ’ αὐτὸ τοῦτο δρᾶμα φέρεται καὶ ὡς Ἀλέξιδος ἐν ὀλίγοις σφόδρα διαλλάττον. ἐν δὲ Πονήρᾳ πάλιν ὁ Ἄλεξις:καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.χόνδρον δὲ εἴρηκε τὸ ῥόφημα Ἀριστοφάνης ἐν Δαιταλεῦσιν οὕτως:ἢ χόνδρον ἕψων εἶτα μυῖαν ἐμβαλὼν ἐδίδου ῥοφεῖν ἄν.καὶ σεμιδάλεως δὲ μέμνηται, καὶ εἰ μὴ τὰ μαρτύρια κρατῶ, Στράττις ἐν Ἀνθρωπορέστῃ καὶ Ἄλεξις ἐν Ἰσοστασίῳ. τὴν γενικὴν δὲ σεμιδάλιδος εἴρηκεν ὁ Στράττις ἐν τῷ αὐτῷ δράματι οὕτω :τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος ---τὰ δὲ ἐδέσματα ὠνόμασεν Ἀντιφάνης ἐν Διδύμοις οὑτωσί:ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων, πιών τε προπόσεις τρεῖς ἴσως ἤ τέτταρας ἐστρηνίων πως, καταβεβρωκὼς σιτία ἴσως ἐλεφάντων τεττάρων.