Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφὸς ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων ταῦτα δὲ πνευματικώτερὰ ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς, ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα, ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος,

ὕπνον τε ποιεῖ, ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι, , καὶ αἱ μὲν θερινοὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωρινοὶ ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ’ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίας ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται.

κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι ·

κύναρος ἄκανθα πάντα πληθύει γύην.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον Καλλίμαχος γὰρ Νησιώτου αὐτὸ ἀναγράφει· ὅστις οὖν ἐστιν ὁ ποιήσας, λέγει οὕτως·
περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.
καὶ ἑξῆς·
Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα· ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.
καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει·
εἶναι δὲ τὴν γῆν ὑδρηλὴν
κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.
καὶ ἐν τοῖς ἑξῆς·
ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.
Δίδυμος δ’ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα
μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γάρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν,
ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου,
ὥς φησι Θεόφραστος,
καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ, ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες,

Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν κάκτον Σικελικήν τινα καλεῖ, ἀκανθῶδες φυτόν, ὡς καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν

ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ’ οὐκ ἔστι. ἀφίησι δ’ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους· τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ’ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ,
ἐδώδιμον καὶ τοῦτο· καλοῦσι δ’ αὐτὸ ἀσκάληρον.
τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακράν, ὄντων τῆς Σικελίας, περιφανῶς δ’ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην; ἀλλαγῇ] γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἴη. σαφῶς δ’ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως ---μήκων ---
μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν ἐντὶ λαχάνοις ---
εἶτα προιών
αἲ κά τις ἐκτρίψας καλῶς παρατιθῇ νιν, ἁδὺς ἐστ’ αὐτὸς δ’ ἐφ’ αὑτοῦ χαιρέτω,
καὶ πάλιν
θρίδακας, ἐλάταν, σχῖνον, .., ῥαφανίδας, κάκτους ---
καὶ πάλιν
ὁ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν, ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον, πτέριν, κάκτον, ὀνόπορδον.
καὶ Φιλίτας ὁ Κῷος·
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα, ὀξείης κάκτου τύμμα φυλαξαμένη.

ἀλλὰ μὴν καὶ κινάραν ὠνόμασε παραπλησίως ἡμῖν Σώπατρος ὁ Πάφιος γεγονὼς τοῖς χρόνοις κατ’ Ἀλέξανδρον τὸν Φιλίππου, ἐπιβιοὺς δὲ καὶ

ἕως τοῦ δευτέρου τῆς Αἰγύπτου βασιλέως, ὡς αὐτὸς ἐμφανίζει ἔν τινι τῶν συγγραμμάτων αὑτοῦ. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ ὑπομνημάτων γράφει οὕτως·
περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποτάμιον, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. πολλῆς δ’ ἐν τοῖς τόποις κινάρας φυομένης οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι σίτῳ ἐχρῶντο καὶ ἡμῖν προσέφερον, ψιλοῦντες τῶν ἀκανθῶν.
οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος.

ἐγκέφαλος φοίνικος φοίνικος. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει·

ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀπ’ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.
καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε·
ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.
Νίκανδρος Γεωργικοῖς·
σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
Δίφιλος δ’ ὁ Σίφνιος ἱστορεῖ·
οἱ τῶν φοινίκων
ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.
ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.

— ᾽ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσας πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον ὁ δ’ ἐπινεύει πᾶσι τούτοις,
φησὶ Μένανδρος, πάλιν
τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
Ἀντιφάνης·
τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδ’ ἔδομαι ---καί τις ὄψεται.
ὁ αὐτός·
εὐτρέπιζε δὴ ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.