Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα·

τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι τὸν μὲν ὑγιείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου, ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων ἕβδομος δ’ ὑπωπίων· ὁ δ’ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ, πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
Ἐπίχαρμος δέ φησιν
ἐκ μὲν θυσίας θοίνα ---,
ἐκ δὲ θοίνας πόσις ἐγένετο. β. χάριεν, ὣς γ᾽
ἐμοὶ δοκεῖ. α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία
ἐκ δ’ ὑανίας δίκα ---, ἐκ δίκας, ἐκ δὲ καταδίκα, ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, ῝ Ὥραις, καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι·
πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν. τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος. ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου· εἴ τις τὸν γε πίοι καὶ ἀπότροπος· οἴκαδ’ ἀπέλθοι δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι· ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει. ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο, στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους· δείδια γάρ, τριτάτης μοίρης μελιηδέος οἴνου πινομένης, μὴ σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ, ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν. ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ’ ὀπηδεῖ.
κατὰ γὰρ τὸν Εὐριπίδην
πληγὰς ὁ κῶμος λοίδορὸν θ’ ὕβριν φέρει.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.