Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

καὶ Ἄλεξις δ’ ἐν Λεβητίῳ δηλοῖ ὅτι ἡ μαγειρική τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων: πολίτης γάρ τις οὐ ταπεινὸς ἐν αὐτῷ δείκνυται ὁ μάγειρος, καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες ʽ Ἡρακλείδης τε καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ

δούλοισι τὴν μαγειρικήν, ἀλλ’ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.
ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ ὁ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει καπνὸς τ’ ἐξέρχετ’ εὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι λιβανωτοπώλης ἢ μάγειρος Σικελικός, β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν; ---
καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει:
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες.
καὶ Μένανδρος ἐν Φάσματι:
ἐπισημαίνεσθ’ ἐὰν ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
Ποσείδιππος ἐν Ἀναβλέποντι:
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα τὰ τῶν μαγείρων πάνθ’ ἃ καθ’ ἑκάστου. κακὰ ἀντεργολαβοῦντος: ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὁ δὲ ὅτι τὸ στόμα πονηρόν, ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας ἐπιθυμίας ἐμίαινε τῶν ἡδυσμάτων, κάθαλος, κάτοξος,17 χναυστικός, προσκαυστικός ,
καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων, ἐκ τοῦ πυρὸς εἰς τὰς μαχαίρας ἦλθον ὧν εἷς οὑτοσὶ διὰ τῶν μαχαιρῶν τοῦ πυρὸς τ’ ἐλήλυθεν.
Ἀντιφάνης δ’ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησὶν
οὐκοῦν τὸ μὲν γλαυκίδιον,2 ὥσπερ ἄλλοτε, ἕψειν ἐν ἅλμῃ φημί. β. τὸ δὲ λαβράκιον; α. ὀπτᾶν ὅλον. β. τὸν γαλεόν; α. ἐν ὑποτρίμματι ζέσαι. β. τὸ δὲ ἐγχέλειον; α. ἅλες,5 ὀρίγανον, ὕδωρ. β. ὁ γόγγρος; α, ταὐτόν. β. ἡ βατίς; α. χλόη. β. πρόσεστι θύννου τέμαχος. α. ὀπτήσεις. β. κρέας ἐρίφειον; α. ὀπτόν. β. θάτερον; α. τἀναντία. β. ὁ σπλήν; α. σεσάχθω. β. νῆστις; α. ἀπολεῖ μ᾽ οὑτοσί.
ἀοιδίμων δ᾽ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως
εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν οὐδ’ ἀνατετράμμεθ᾽,8 ἀλλὰ καίεται λύχνος, καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. β. αὐτὸς εὕρηκας δὲ τί;
α. τὰ μέγιστα. β. ποῖα ταῦτα; α. τοὺς τεθνηκότας ---

ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν ὁ Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. ᾽ Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα:

μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ, καὶ γητείῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψου.

τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον τὰ προειρημένα ἀλλὰ καὶ ἡμᾶς, ἄλλος ἐπεισῆλθεν τὴν ματτύην κομίζων. ὑπὲρ ἧς καὶ ζητήσεως γενομένης καὶ τοῦ Οὐλπιανοῦ εἰπόντος τὰ ἐκ τῶν Ὀψαρτυτικῶν Γλωσσῶν τοῦ προειρημένου Ἀρτεμιδώρου, Αἰμιλιανὸς Δωροθέῳ ἔφη τῷ Ἀσκαλωνίτῃ σύγγραμμα ἐκδεδόσθαι ἐπιγραφόμενον Περὶ Ἀντιφάνους καὶ περὶ τῆς παρὰ τοῖς νεωτέροις

κωμικοῖς ματτύης: ἣν Θετταλῶν φησιν εἶναι εὕρημα, ἐπιχωριάσαι δὲ κἀν ταῖς Ἀθήναις κατὰ τὴν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δὲ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κριτίας ἐν τῇ Πολιτείᾳ αὐτῶν.. ὠνομάσθη δὲ ἡ ματτύη, ὡς μὲν ὁ Ἀθηναῖος Ἀπολλόδωρός φησιν ἐν τῷ πρώτῳ τῶν ἐτυμολογουμένων, ἀπὸ τοῦ μασᾶσθαι, ὥσπερ καὶ ἡ μαστίχη καὶ ἡ μάσταξ, ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφ’ οὗ καὶ ἡ μᾶζα αὐτὴ ὠνομάσθη καὶ ἡ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ τρυφᾶν καθ’ ὑπερβολὴν ὑπερμαζᾶν. κατ’ ἀρχὰς μὲν οὖν τὴν δημοτικὴν καὶ κοινὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ὠνόμαζον καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλλοντες: τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, τὸ δὲ ματτυάζειν τὸ παρασκευάζειν αὐτά, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε πεμμάτιον. τοῦτο δὲ δῆλόν ἐστιν ἐξ οὗ καὶ ὁ Ἀρτεμίδωρος
παρέθετο μαρτυρίου Ἀλέξιδος: συνεμφῆναι γὰρ βουλόμενος ὁ Ἄλεξις τὴν ἀκολασίαν τῆς παρασκευῆς προσέθηκε τὸ λέπεσθαι. ἔχει δ’ οὕτως ἡ σύμπασα ἐκλογὴ οὖσα ἐκ τοῦ διεσκευασμένου δράματος ὃ ἐπιγράφεται Δημήτριος:
τοὔψον λαβοῦσαι τοῦτο τοὐπεσταλμένον σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε.
τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπ’ ἀσελγοῦς καὶ φορτικῆς δι’ ἀφροδισίων ἡδονῆς.

καὶ ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώτταις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων,5 γράφων οὕτως:

ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν, ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ: ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν, μὴ τετιλμένην.
εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς:
καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτ’ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος
τῶν κρεῶν ἐπιθεὶς παρατίθει: τοῦ θέρους ἀντὶ τοῦ ὄξους τῆς ὄμφακος ἐμβαλὼν εἰς τὸν ζωμὸν ὡς ἔχει τοὺς βότρυς: ἐπειδὰν δὲ ἑφθὴ γένηται, ἔξελε μετὰ τοῦ βοτρυδίου πρὸ τοῦ τὸ γίγαρτον ἐξαφεῖναι, εἶθ’ οὕτως τὸ λάγανον κατάθρυπτε. οὗτος ματτύης ἐν τοῖς ἡδίστοις.
ὅτι μὲν οὖν κοινὸν ἦν τοὔνομα τῶν πολυτελεστάτων ἐδεσμάτων φανερὸν ὅτι δὲ καὶ ὁ τρόπος τῆς τοιαύτης εὐωχίας ὁμοίως ἐλέγετο Φιλήμων φησὶν ἐν Ἁρπαζομένῳ:
γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν ποτηρίων με ματτύης εὐφραινέτω.
καὶ ἐν Ἀνδροφόνῳ :
πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην ποιεῖτε θᾶττον.
Ἄλεξις δ’ ἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν
ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον
οὐ δώσει τις ἡμῖν ματτύην;
ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δ’ ὁ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός: οὐκ ἐδίδαξεν δ’ Ἀθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλ’ ἐν Ἀλεξανδρείᾳ. ἦν δ’ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά: διόπερ ὁ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι
αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί:
ἥδιον οὐδὲν ἐστί μοι τῆς ματτύης, τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί: οὐκ οἶδα: πλὴν γ’ ὅτι μουσικωτάτου τινός ---
ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ’ ἐστὶν ὁ διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει:
εὖ γ᾽,3 ἄνδρες, εὖ σφόδρ᾽, ἀλλὰ μὴν τῇ ματτύῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι οὐδ’ αὐτὸν ἡμῖν τοῦτον: ἀντερεῖν ἔτι.
καὶ ἐν Μαγείρῳ:
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν εἰς ματτύην οὐδέτερος εἶδε πώποτε.
ἄλλος δὲ τίς φησιν
περιφέρειν ματτύην καὶ ποδάριον καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Διονύσιος δ’ ἐν Ἀκοντιζομένῳ: μάγειρος ἐστὶν ὁ λέγων
ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην
σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
Φιλήμων ἐν Πτωχῇ:
ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν, ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλεια, ὅ σημαίνει τὰς ἐπιδειπνίδας, ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις. ὁ δὲ κυνικὸς Μένιππος ἐν τῷ ἐπιγραφομένῳ Ἀρκεσιλάῳ γράφει οὕτως:
πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινάν τις: καὶ εὐθέως περιεφέρετο περδίκεια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων.
τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπάικλον, τῶν δ’ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπιδειπνίδα. τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι: καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.