Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἐπὶ τούτῳ ἐλεγχθεὶς ὁ Σύρος καὶ δηχθεὶς σφόδρα
ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια· ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, ᾽ δώσω σοι ᾽ οὐ ᾽ χρυσέους δέκα στατῆρας ᾽ κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα.
σιωπήσαντος δὲ τοῦ Δημοκρίτου
ἀλλ’ ἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν ὁ Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν·
ψιττάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια.
γράφεται δὲ καὶ
βιστάκια ---ἀμυγδαλόεντα πέφανται.
καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως·
φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον· ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ’ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.
οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γ’ γράφουσιν οὕτως·
καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν.
καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, ὁ δὲ Νίκανδρος δασέως φιττάκια, ὁ Ποσειδώνιος δὲ βιστάκια.

περιβλέψας οὖν ἐν τούτοις τοὺς παρόντας καὶ τυχὼν ἐπαίνου ἔφη·

ἀλλὰ μὴν καὶ περὶ τῶν ἄλλων πάντων τῶν παρακειμένων λελέξεταί μοι, ἵνα με τῆς πολυμαθίας ἀγασθῆτε ἐρῶ δὲ πρότερον περὶ τῶν παρὰ Ἀλεξανδρεῦσιν καλουμένων κοννάρων καὶ παλιούρων. μνημονεύει δ’ αὐτῶν Ἀγαθοκλῆς ὁ Κυζικηνὸς ἐν γ’ τῶν περὶ τῆς πατρίδος λέγων οὕτως

κεραυνοῦ δὲ σκήψαντος εἰς τὸν τάφον ἀνεβλάστησεν ἐκ τοῦ σήματος δενδρίον, ὃ ἐκεῖνοι κόνναρον ἐπονομάζουσιν. ἐστὶ δὲ τὸ δενδρίον μεγέθει μὲν πτελέης καὶ πεύκης οὐθέν τι μεῖον, ἀκρεμόνας δὲ ἔχει θαμέας καὶ δολιχοὺς καὶ ἐπ’ ὀλίγον ἀκανθώδεας, τὸ δὲ φύλλον τέρεν καὶ χλωρόν, τῇ φυῇ περιφερές, καρποφορεῖ δὲ δὶς τοῦ ἔτεος, ἦρός τε καὶ φθινοπώρου, γλυκὺς δὲ πάνυ ὁ καρπός, μέγεθος κατὰ φαυλίην ἐλάην καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ, καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπός· καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ πατέονται ταῦτα οὐ μάξαντες οὐδ’ ὕδατι δεύοντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν.
καὶ Εὐριπίδης ἐν Κύκλωπί φησι·
παλιούρου κλάδῳ.
Θεόπομπός τε ἐν εἰκοστῇ πρώτῃ Φιλιππικῶν μνημονεύει αὐτῶν καὶ Δίφιλος ὁ Σίφνιος ἰατρὸς ἐν τῷ
περὶ τῶν Προσφερομένων τοῖς Ὑγιαίνουσι καὶ τοῖς νοσοῦσιν. τούτων δὲ πρῶτον ἐμνήσθην, ἄνδρες φίλοι, οὐχ ὅτι ἡμῖν παράκειται νῦν, ἀλλ’ ὅτι πολλάκις ἐν τῇ καλῇ Ἀλεξανδρείᾳ ἐπὶ τῶν δευτέρων τραπεζῶν παρακείμενα ἔλαβον καὶ ζητηθέντος ἐκεῖ τοῦ ὀνόματος ἐνθάδε τῷ βιβλίῳ ἐντυχὼν ἀνελεξάμην.

ἑξῆς οὖν λέξω περὶ τῶν παρακειμένων Ἀπίων · ἐπεὶ ἀπ’ αὐτῶν καὶ ἡ Πελοπόννησος Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος ἐν τοῖς Ἀργολικοῖς. ὅτι δὲ τὰς ἀπίους ἐν ὕδατι εἰσέφερον εἰς τὰ συμπόσια Ἄλεξις ἐν Βρεττίᾳ παρίστησι διὰ τούτων

εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι; β. πολλοῖς πολλάκις δήπου. τί οὖν; α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; β. δηλονότι.
αἱ δ’ ἁμαμηλίδες οὔκ εἰσιν ἄπιοι, ὥς τινες οἴονται, ἀλλ’ ἕτερόν τι καὶ ἥδιον καὶ ἀπύρηνον. Ἀριστομένης ἐν Διονύσῳ φησίν
ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ;
ὅτι δ’ ἐστὶν ἕτερον τῆς ἀπίου καὶ ἥδιον Αἰσχυλίδης
παρίστησιν ἐν τρίτῳ Γεωργικῶν. περὶ Κέω γοῦν τῆς νήσου λέγων γράφει οὕτως·
ἀπίους ἡ νῆσος φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἰσὶ γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι.
Ἀέθλιος δὲ ἐν εʹ ῝ Ὥρων Σαμίων, εἰ γνήσια τὰ συγγράμματα, ὁμομηλίδας αὐτὰς καλεῖ. Πάμφιλος δ’ ἐν τοῖς περὶ Γλωσσῶν καὶ Ὀνομάτων ἐπιμηλίς, φησίν, ἀπίου γένος. Ἀνδροτίων δ’ ἐν τῷ περὶ Γεωργικῶν φωκίδας φησὶν εἶδος ἀπίων εἶναι.

ῥοῶν]---δὲ σκληροκόκκων, τῶν γὰρ ἀπυρήνων Ἀριστοφάνης ἐν Γεωργοῖς μνημονεύει, καὶ ἐν Ἀναγύρῳ ·

πλὴν ἀλεύρου καὶ ῥόας.
καὶ ἐν Γηρυτάδῃ. Ἕρμιππος δ’ ἐν Κέρκωψί φησιν
ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας;
ῥοίδιον μέντοι ὡς βοίδιον τὸ ὑποκοριστικόν. Ἀντιφάνης ἐν Βοιωτίδι.
ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν τῶν σκληροκόκκων.
Ἐπίλυκος Κωραλίσκῳ·
μῆλα καὶ ῥόας λέγεις,
Ἄλεξις Μνηστῆρσιν·
ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν.
σίδας δ’ ὅτι τὰς ῥοιὰς καλοῦσι Βοιωτοὶ Ἀγαθαρχίδης ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Εὐρωπιακῶν οὕτως γράφει·
ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δ’ εἰπόντων
ῥόαν
ἀλλ’ ἡμεῖς, εἶπε, σίδαν
ὁ δὲ τόπος τοῦτ’ ἔχει τὸ φυτὸν ἐν αὑτῷ πλεῖστον, ἀφ’ οὗ τὴν ἐξ ἀρχῆς εἴληφε προσηγορίαν· καὶ ἐνίκησεν.
Μένανδρος δ’ ἐν Αὑτὸν Τιμωρουμένῳ ῥοίδια αὐτὰς ὠνόμασεν διὰ τούτων
μετ’ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.
λέγεται δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ, γινόμενον ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες, ὡς ἱστορεῖ Θεόφραστος ἐν τετάρτῳ περὶ φυτῶν, γίνεσθαι λέγων κἀν τῷ Νείλῳ ὁμώνυμόν τι αὐτῇ ἄνευ ῥιζῶν.

Φοίνικες. Ξενοφῶν μὲν ἐν β’ Ἀναβάσεώς φησιν

ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων
καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν, αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο· αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι· τὸ κάλλος καὶ τὸ μέγεθος, ἡ δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ.
Ἡρόδοτος δ’ ἐν τῇ αʹ περὶ Βαβυλῶνος λέγων φησίν
εἰσὶ δ’ αὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ὁ ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ ὁ καρπὸς τοῦ φοίνικος, ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι.
τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος ὁ Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ι ` τῶν Ἱστοριῶν λέγων οὕτως· ἐστὶ δὲ τὸ δένδρον ὁ λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον
τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. ὁ δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον, ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου δι’ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, ᾧ χρῶνται χωρὶς ὕδατος· οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ.

Μελανιππίδης δ’ ὁ Μήλιος ἐν ταῖς Δαναίσιν φοίνικας τὸν καρπὸν οὕτως ὀνομάζει τὸν λόγον ποιούμενος περὶ αὐτῶν τῶν Δαναίδων·

οὐ γὰρ ἀνθρώπων φόρευν μορφᾶεν εἶδος, ὁ οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον ἀλλ’ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντ’ ἀν’ εὐήλι’ ἄλσεα πολλάκι θήραις φρένα τερπόμεναι,
πολλάκι δὲ ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε ματεῦσαι, τέρενα Συρίας σπέρματα.
καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν οὕτως·
φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἱ δ’ ἀπυρήνους.
φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει, εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος ὁ κωμικὸς ἐν Ἀταλάνταις. περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς . τῶν ἀπὸ τοῦ περιπάτου δ’ ὢν ὁ Νικόλαος καὶ ἱστορίαν συνέγραψεν, πολλήν.

ἰσχάδες. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς φησιν

παρετίθεντο δ’ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως ὅσα ἡ γῆ βρώματα φέρει ἧς ἄρχει βασιλεύς, ἀφ᾽· ἑκάστου ὅσον ἀπαρχήν. ξενικῷ δὲ οὐδενὶ οὔτε βρώματι οὔτε ποτῷ ᾤετο δεῖν ὁ Ξέρξης τοὺς βασιλεῖς χρῆσθαι· ὅθεν καὶ νόμος τις ὕστερον ἐγένετο, εἰσενέγκαντος γάρ ποτε τῶν εὐνούχων
τινὸς ἐν τοῖς λοιποῖς τραγήμασιν ἰσχάδας Ἀττικάς, ἐρωτῆσαι ποταπαὶ εἶεν. ἐπεὶ δὲ ἐπύθετο ἐξ Ἀθηνῶν, τοὺς ἀγοραστὰς ἐκώλυεν ὠνεῖσθαι, ἕως ἂν ἐξουσία γένηται αὑτῷ λαμβάνειν ὅταν ἐθέλῃ καὶ μὴ ἀγοράζειν. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνα αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ τὰς Ἀθήνας στρατείας.
Ἄλεξις δ’ ἐν Κυβερνήτῃ φησὶν
εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον ἐπιστολῇ
ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν.
κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως·
ἡ δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βριγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας.
Φοινικίδης δ᾽· ἐν Μισουμένῃ φησὶν
μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων. τούτων ἐγευσάμην καταπλεύσας εὐθέωσ—β. καὶ τῶν προπυλαίων; α. κοὐδὲν ἦν τούτων ὅλως πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων
. ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δ’ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δ’ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δ’ Εἰρήνῃ τὰς Τειθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως·
μᾶζαι πλακοῦντες, ἰσχάδες Τειθράσιαι.
οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδες
ὄντως γὰρ
κατὰ τὸν Ἀριστοφάνην
οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων·
ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος, πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι·
ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.
ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως·
ἀλλ᾽
ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων.
καὶ μετ’ ὀλίγα δέ·
οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις, ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.

βότρυς δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι, δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου, ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων

αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες,
ὅτι δὲ καὶ παρ’ Ὁμήρῳ ἐστὶν παντὶ δῆλον. Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων
ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτ’ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν ν’ ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δ’ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δ’ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δ’ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δ’ ἐξ ἄλλων
μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο, ἐκείνως αἰεὶ ζημιούσθω.
ταῦτα μὲν ὁ θεῖος Πλάτων, ἐγὼ δὲ πάλιν ζητῶ τίς ἡ γενναία σταφυλὴ καί τίνα τὰ γενναῖα σῦκα, ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.” καὶ ὁ Μασσούριος ἔφη·
μηδ’ ἀναβάλλεσθαι ἒς τ’ αὔριον ἒς τε ἔνηφι.
γενναῖα λέγει τὰ εὐγενῆ ὁ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος·
πάρελθε, γενναῖος γὰρ εἶς.
ἢ τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ᾽ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος·
σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων.
Ξενοφῶν ἐν Οἰκονομικῷ·
ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς.
οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησὶν
ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς καὶ βότρυς τρώγειν ἀνάγκαζ᾽· αὐτὸν ἐξ οἴνου συχνούς.
ὁ δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν
ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς καὶ μυελόν.
ὅτι δ’ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις. τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων;
σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο.
Λυγκεὺς δ’ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν·
τῷ δ’ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.

ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα.

περιστέριον οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ·

μικρὸν ἐπιμείνας προστρέχει,
ἠγόρακά σοι περιστέρια ταδί
ὁ λέγων,
ὁμοίως Νικόστρατος Ἅβρᾳ·
ταῦτ’ ἀξιῶ· τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον·
Ἀναξανδρίδης ἐν Ἀντέρωτι·
περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
Φρύνιχος Τραγῳδοῖς ·
περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου.

Φασιανικός. Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν

τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.
αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι ὡμολόγησεν, ἀλλ’ ὥσπερ τι κειμήλιον ἀνακείμενον εἶχε τούσδε τοὺς ὄρνιθας, εἰ δὲ ἑωράκει ὡς ἡμῶν ἑκάστῳ εἷς ἐστι παρακείμενος χωρὶς τῶν ἤδη κατανηλωμένων, προσαναπεπληρώκει ἂν ταῖς πολυθρυλήτοις ἱστορίαις τῶν Ὑπομνημάτων τούτων τῶν εἰκοσιτεσσάρων καὶ ἄλλην μίαν. Ἀριστοτέλης δὲ ἢ Θεόφραστος ἐν τοῖς Ὑπομνήμασι·
τῶν φασιανῶν, φησίν, οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀρρένων, ἀλλὰ πολλῷ μείζων.

εἰ δ’ ὁ προειρημένος βασιλεὺς καὶ τὸ τῶν ταώνων πλῆθος ἑωράκει τῶν κατὰ τὴν ʽ Ῥώμην, καταπεφεύγει ἂν ἐπὶ τὴν ἱερὰν σύγκλητον, ὡς ὑπὸ τοῦ ἀδελφοῦ πάλιν τῆς βασιλείας ἐξεληλαμένος. τοσοῦτον γάρ ἐστι τούτων τῶν ὀρνίθων τὸ πλῆθος ἐν τῇ Ῥώμῃ ὡς δοκεῖν προμεμαντευμένον τὸν κωμῳδιοποιὸν Ἀντιφάνην ἐν Στρατιώτῃ ἢ Τύχωνι εἰρηκέναι τάδε·

τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων. χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας
Ἄλεξις. δ’ ἐν Λαμπάδι·
καταφαγεῖν αὐτὸς τοσοῦτ’ ἀργύριον. οὐδ’ εἰ γάλα λαγοῦ εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
ὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων
πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια, οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων,
Ἀναξανδρίδης ἐν Μελιλώτῳ·
οὐ μανικὸν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς, ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι;
Ἀναξίλας Ὀρνιθοκόμοις·
καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
Μηνόδοτος δ’ ὁ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησὶν
οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.
διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησὶν
ἐν ʽ Ἡλίου μὲν φασι γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.
διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.

ἐπεὶ δὲ καὶ τῶν μελεαγρίδων Μηνόδοτος ἐμνήσθη, λέξομέν τι καὶ ἡμεῖς περὶ αὐτῶν. Κλύτος ὁ Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητής, ἐν τῷ α᾽ περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως·

περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ
καλούμενοι ὄρνιθες μελεαγρίδες. ὁ δὲ τόπος ἐστὶν ἑλώδης ἐν ᾧ τρέφονται, ἐστὶ δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον καὶ ὀλιγωρεῖ τῶν νεωτέρων ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα καὶ ταύτην ψιλήν, ἐπ’ αὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων, τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν, ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ἢ ὄρνις ἔχει. τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων, τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου οὐ μείζοσιν φακῶν, οὗτοι δ’ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι ἧσσον μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντες λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσιν σχήμασιν παρ’ ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθίοις. παραπλήσιαι δ’ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσιν διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν
μελεαγρίδων γένος.
τοσαῦτα καὶ ὁ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.

ὀπτῶν δελφάκων δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ ·

ἐπὶ τοῖς δ’ ἐγὼ μάγειρος, οὔτε Σικελία καυχήσεται τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων, οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα ---
Ἄλεξις δ’ ἐν Πονήρᾳ·
τριωβόλου κρείσκον ἀστεῖον πάνυ ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον, τέρεν, ὅταν ᾖ προσφέρων.
Ἀθηναῖοι δ᾽, ὥς φησι Φιλόχορος, ταῖς ῝ Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλ’ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ’ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδ’ ἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης· τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα.
τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες.
Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ ʽ Ἡρακλέους φησὶν
αὐτίκα δ’ ἥρπασε τεμάχη θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ’ ἅμα.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι·
ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν ταύρου τ’ αὐξίκερω φλογίδες αἱ δολιχαί τε κάπρου φλογίδες.

περὶ δὲ περδίκων τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ’ ὑμῶν; ἀλλ’ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν. φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.

περὶ δὲ λαγών Χαμαιλέων φησὶν τῷ περὶ Σιμωνίδου ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης , οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν·

οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν
Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν
ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.

οὔθατος δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει·

ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ.

σιτευτῶν δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως·

ὣς ἔφαθ’· οἱ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν, ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας.
δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως·
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως·
ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.
Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ·
καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν
χορτάζουσιν.
καὶ ἐν Προτρεπτικῷ δέ·
ἀντὶ δελφακίων τρέφεσθαι.
δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ·
δέλφακα δ’ ὡραιότατον.
Σοφοκλῆς Ὕβρει·
ἐσθίειν ἐθέλων τὸν δέλφακα.
Κρατῖνος Ὀδυσσεῦσιν
δέλφακας μεγάλους,
θηλυκῶς δὲ Νικοχάρης ἔφη·
κύουσαν δέλφακα.
καὶ Εὔπολις Χρυσῷ Γένει·
οὐκ, ἀλλ’ ἔθυον δέλφακ’ ἔνδον θἠστίᾳ καὶ μάλα καλήν.
καὶ Πλάτων Ἰοῖ·
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
Θεόπομπος Πηνελόπῃ·
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.

χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγ’ Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν, ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως

καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ
τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ᾽ δότε, φησί, φέροντες ἐκείνοις δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.
ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως·
τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες ὑπερακμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἁδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν αἰεί.
χηνίζειν δὲ εἴρηται ἐπὶ τῶν αὐλούντων. Δίφιλος Συνωρίδι·
ἐχηνίασας, ποιοῦσι τοῦτο πάντες οἱ παρὰ Τιμοθέῳ.

ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν περνᾶν καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ αὐτῆς, εἴ τις τοῦ ὀνόματος μνημονεύει, κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δ’ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων, ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ’ οὖν ὁ Στράβων οὕτως·

ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.

ἁλιπάστων ; δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ·

ἁλίπαστα ταῦτα παρατίθημί σοι
κρέα. καὶ ἐν Γόησιν·
ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.

ἐπεὶ δὲ καὶ Σικελίας αὔχημα τροφαλὶς

ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ τύρων. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ·
ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν καλούς, ἔτι ταῦτα προσετίθην ἀκηκοώς, ἱμάτια ποικίλ᾽; εἰ λέγοι τις Σικελικά. β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως·
τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικὸς.
οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή·
ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε
γράφων
ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον,
Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ ·
καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι· τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις. σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος, τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα Φιλιππίδης ἐν Αὐλοῖς·
τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες, κώθωνος γὰρ ἡδύσματα ταῦτα.

τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ

κηρύγματι—οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν ἔφη·
ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.
σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.
ἐγὼ δὲ φεύξομαι γ’ ἐλεύθερος γεγώς.
οὐδὲ γὰρ ἂν εὕροι τις ὑμῶν δοῦλον μάγειρόν τινα ἐν κωμῳδίᾳ πλὴν παρὰ Ποσειδίππῳ μόνῳ. δοῦλοι δ᾽ ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτ’ ἐπιτηδευσάντων ἢ δι’ ὕβριν ἢ δι’ ἀτυχίαν τῶν αἰχμαλωτισθεισῶν πόλεων, ἐκάλουν δ’ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δ’ ἐκτόπιον τέττιγα. Χρύσιππος δ’ ὁ φιλόσοφος τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονεν κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπ’ αὐτοῦ καλούμενον μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυζάντιος ἐν τῷ περὶ Προσώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸ τοῦ θεράποντος πρόσωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότως καὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται μαισωνικά. μάλιστα
γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί τινες, ὡς παρὰ Μενάνδρῳ ἐν Ἐπιτρέπουσιν. καὶ Φιλήμων δὲ πού φησιν
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον, εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος πάρεστιν ,
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ’ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησὶν
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
καὶ ἐν Συντρόφοις·
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν; β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν. α. πότερ’ οὖν ἀφεῖσαι; β. κατ’ ἀγορὰν ἐργάζομαι· ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.

οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν

Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα·
σπονδή, δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις; σπονδή, φέρ᾽, ὦ παῖ Σωσία, σπονδή. καλῶς. ἐγχοῦ. θεοῖς Ὀλυμπίοις εὐχώμεθα Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν, ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος·
χὠς ὗν ἄφευσα χὠς ἐμίστυλα κρέα ἱρωστί, καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι.
ἐμφαίνει δ’ αὐτῶν τὴν ἐμπειρίαν καὶ ἡ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη μάγειρον αὑτῇ πρίασθαι θυσιῶν ἔμπειρον ἡ μήτηρ φησί·
Πελίγναν τὸν μάγειρον λαβὲ παρὰ τῆς μητρός, οὗτος γὰρ οἶδε τὰ ἱερά σου τὰ πατρῷα πάντα ὃν τρόπον θύεται καὶ τὰ ἀργαδιστικὰ καὶ τὰ Βακχικά, ὅσα τε Ὀλυμπιὰς προθύεται οὗτος οἶδεν. μὴ οὖν ἀμελήσῃς, ἀλλὰ λαβέ· καὶ ἀπόστειλον πρὸς ἐμὲ τὴν ταχίστην.

ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων, οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων φησὶ γὰρ ὁ ποιητής·

καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ, καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί. οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα, καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ μεγίστη δ’ αὕτη ἀρχὴ τὴν
περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. οὐ παρέργως δὲ παρά τῷ Ὁμήρῳ καὶ τὰ ὅρκια καὶ τὰ ἱερόθυτα κήρυκες κομίζουσιν, ὡς παλαιᾶς οὔσης καὶ προσηκούσης αὐτοῖς τῆς λειτουργίας
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καὶ πάλιν
αὐτὰρ ὁ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν οἰσέμεναι.
καί·
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.

ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἀγείρειν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων

οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως; β. τοιοῦτόν ἐστι τοῦτο; α. πάνυ γε, βάρβαρε, τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
ἀλληλοφαγίας ἤγαγ᾽ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. β. τίνα τρόπον; α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
ἔθυσ’ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρεσ’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γε δρωμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχή γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικήν τέχνην. β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον
προιόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ·
αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. β. ἄνθρωπε χαῖρε, περὶπόδ’ εἶ τῷ δεσπότῃ. α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων. α. ἥμαρτον. β. ἀλλὰ δεῦρο νῦν συνείσιθι ἐμοί, τά τ’ ἔνδον εὐπρεπῆ πόει λαβών.