Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

οὐκ ἠπόρει δ’ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν ὁ Χρύσιππος ἐν τῷ αὐτῷ γράφει·
φιλοσκώπτης τις μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι ἔτι ἕν τι ἔφη θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δ’ ἐκείνου ἔσκωψεν.
ὑπὸ δὴ τῶν τοιούτων πολλάκις ὁ Μυρτίλος σκωφθέντα καὶ ἀγανακτήσαντα εἶπεν καλῶς Λυσίμαχον τὸν βασιλέα πεποιηκέναι. Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην γυνὴ δ’ ἦν τοῦ Λυσιμάχου ὡς ἐμετικὴν οὖσαν, εἰπών
κακῶν κατάρχεις τήνδ’ ἐμοῦσαν εἰσάγων,
ὁ Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν, σὺ δέ, ὦ Οὐλπιανέ, εἰ τὴν γαλεάγραν
ζητεῖς, ἔχεις παρ’ Ὑπερείδῃ τῷ ῥήτορι· ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ’ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ’ ἦλθεν αὐτῷ συμμαχήσων ἦν γὰρ βραχὺς τὸ σῶμα, ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας, τὸ δὲ σκῶμμα τοῦτ’ ἦν·
ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.
ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη
φανήσομαὶ σοί ποτε καὶ λέων.
ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.

πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων
καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν ὃ μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς·
ἁ μὲν Ἀθάνα τὤργαν’ ἔρριψέν ʽ ἱερᾶς ἀπὸ χειρὸς
εἶπέ τ᾽
ἔρρετ’ αἴσχεα, σώματι λύμα, οὔ με τᾷ δ’ ἐγὼ κακότατι δίδωμι.
πρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη·
ἀλλ’ ὅ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη—ὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς·
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν αὖθις ἐκ χερῶν βαλεῖν νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος. τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν, ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ’ ἀπένειμε Κλωθώ;
ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι·
ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων φάμα προσέπταθ’ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
μετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει·
ἃν συνεριθοτάταν Βρομίῳ παρέδωκε σεμνᾶς
δαίμονος ἀερθὲν πνεῦμ’ αἰολοπτερύγων σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν.
κομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ ὁ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις·
ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα, Λυδὸν ὃς ἥρμοσε πρῶτος Δωρίδος ἀντίπαλον μούσης νόμον αἰολον, ὀμφᾷ πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

Πρατίνας δὲ ὁ Φλιάσιος αὐλητῶν καὶ χορευτῶν μισθοφόρων κατεχόντων τὰς ὀρχήστρας ἀγανακτήσας ἐπὶ τῷ τοὺς αὐλητὰς μὴ συναυλεῖν τοῖς χοροῖς, καθάπερ ἦν πάτριον, ἀλλὰ τοὺς χοροὺς συνᾴδειν τοῖς αὐληταῖς· ὃν οὖν εἶχεν κατὰ τῶν ταῦτα ποιούντων θυμὸν ὁ Πρατίνας ἐμφανίζει διὰ τοῦδε τοῦ Ὑπορχήματος·
τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν;
ἐμός, ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον μετὰ Ναιάδων οἷά τε κύκνον ἄγοντα· ποικιλόπτερον μέλος. τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς ὕστερον χορευέτω · καὶ γάρ ἐσθ’ ὑπηρέτας· κώμῳ ὁ μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων ἔμμεναι στρατηλάτας. παῖε τὸν φρυνέου ποικίλου πνοὰν ἔχοντα, φλέγε τὸν ὀλεσισιαλοκάλαμον λαλοβαρύοπα παραμελορυθμοβάταν θῆτα τρυπάνῳ δέμας πεπλασμένον. ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε κισσόχαιτ’ ἄναξ· ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.

περὶ δὲ τῆς· αὐλῶν πρὸς λύραν κοινωνίας, ἐπεὶ
πολλάκις καὶ αὐτὴ ἡμᾶς ἡ συναυλία ἔθελγεν, Ἔφιππος ἐν Ἐμπολῇ φησιν
κοινωνεῖ γάρ, ὦ μειρακίδιον, ἡ ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον, τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
τὴν δὲ συναυλίαν τί ποτ’ ἐστὶν ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως·
ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.
ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων·
ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν; β. ταύτην ἐπίστανται παρ’ ἀλλήλων ἔτι μαθόντες αὐλεῖν. ὥστε τοὺς αὐλοὺς σύ τε αὔτη τε λήψετ᾽, εἶθ’ ἃ μὲν σὺ τυγχάνεις αὐλῶν πέραινε, δέξεται δὲ τἄλλα σοι ἥδ᾽. οὗ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν,
συννεύματ᾽, οὐ προβλήμαθ᾽, οἷς σημαίνεται ἕκαστα.
Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί,
φησὶ Δοῦρις ἐν β’ τῶν περὶ Ἀγαθοκλέα,
ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος· εὑρεῖν τὴν αὐλητικὴν Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος.
αὐλήσεων δ’ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν, αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν τὸ δ’ αὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ’ ὀρχήσεως ηὐλεῖτο.

καὶ ᾠδῆς δὲ ὀνομασίας καταλέγει ὁ Τρύφων τάσδε·
ἱμαῖος ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλέτους ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δ’ ἐστὶν παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλεύρων. ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὡς Ἐπίχαρμος ἐν Ἀταλάνταις ἱστορεῖ, ἡ δὲ τῶν ταλασιουργῶν ἴουλος.
Σῆμος δ’ ὁ Δήλιος ἐν τῷ περὶ Παιάνων φησί·
τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ’ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰούλους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρποὺς καὶ τοὺς ὕμνους τοὺς εἰς τὴν θεὸν οὔλους καλοῦσι καὶ ἰούλους.
δημήτρουλοι καὶ καλλίουλοι. καὶ
πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει.
ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. αἱ δὲ τῶν τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται, ἦν δὲ καὶ ἐπὶ ταῖς ἐώραις τις ἐπ’ Ἠριγόνῃ, ἣν καὶ ἀλῆτιν λέγουσιν, ᾠδή. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων Πολιτείᾳ φησίν
ἀπέθανεν δὲ καὶ αὐτὸς ὁ Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν. ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾄδουσιν αὐτοῦ μέλη περὶ τὰς ἐώρας.
ἡ δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται. καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς
φοιτώντων, ὡς Τηλεκλείδης φησὶν ἐν Ἀμφικτύοσιν καὶ βαλανέων ἄλλαι, ὡς Κράτης ἐν Τόλμαις· καὶ τῶν πτισσουσῶν ἄλλη τις, ὡς Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις καὶ Νικοχάρης ἐν Ἡρακλεῖ Χορηγῷ. ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων ὁ βουκολιασμὸς καλούμενος. Δίομος δὲ ἦν βουκόλος Σικελιώτης ὁ πρῶτος εὑρὼν τὸ εἶδος· μνημονεύει αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ. ἡ δ’ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. ἡ δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὁ ὡς Τελέσιλλα παρίστησιν οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ’ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν. Ἀριστοφάνης δ’ ἐν Ἀττικαῖς φησιν Λέξεσιν
ἱμαῖος ᾠδὴ μυλωθρῶν ἐν δὲ γάμοις ὑμέναιος· ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ
αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ᾽ ἐπ’ εὐτυχεῖ μολπᾷ κατὰ τὸν Εὐριπίδην.

Κλέαρχος δ’ ἐν πρώτῳ Ἐρωτικῶν νόμιον καλεῖσθαὶ τινά φησιν ᾠδὴν ἀπ’ Ἠριφανίδος, γράφων οὕτως·
Ἠριφανὶς ἡ μελοποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους· ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν· τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστιν ᾽ μακραὶ δρύες, ὦ Μέναλκα.᾽
Ἀριστόξενος δὲ ἐν τετάρτῳ περὶ Μουσικῆς
ᾖδον, φησίν, αἱ ἀρχαῖαι γυναῖκες Καλύκην τινὰ ᾠδήν. Στησιχόρου δ’ ἦν ποίημα, ἐν ᾧ Καλύκη τις ὄνομα ἐρῶσα Εὐάθλου νεανίσκου σωφρόνως εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ. ἐπεὶ δὲ ὑπερεῖδεν ὁ νεανίσκος, κατεκρήμνισεν ἑαυτήν. ἐγένετο δὲ τὸ πάθος περὶ Λευκάδα.
σωφρονικὸν δὲ πάνυ κατεσκεύασεν ὁ ποιητὴς τὸ τῆς παρθένου ἦθος, οὐκ ἐκ παντὸς τρόπου θελούσης συγγενέσθαι τῷ νεανίσκῳ, ἀλλ’ εὐχομένης εἰ δύναιτο γυνὴ τοῦ Εὐάθλου γενέσθαι κουριδία ἢ εἰ τοῦτο μὴ δυνατόν, ἀπαλλαγῆναι τοῦ βίου.
ἐν δὲ τοῖς κατὰ βραχὺ Ὑπομνήμασιν ὁ Ἀριστόξενος
Ἴφικλος, φησίν, Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν. ἡ δὲ ἀπέθανεν καὶ γίνεται ἐπ’ αὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἥτις Ἁρπαλύκη, φησί, καλεῖται.
Νύμφις δ’ ἐν πρώτῳ περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενός φησιν
ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρ’ αὐτοῖς ἑορτὴν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν ὃν ἐφεστῶτα ἔργοις ἰδίοις καὶ βουλόμενον τοῖς θερίζουσιν δοῦναι πιεῖν βαδίζοντα ἐφ’ ὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι. τοιοῦτος δ’ ἐστὶ καὶ ὁ παρ’ Αἰγυπτίοις καλούμενος Μάνερως.

οὐκ ἀπελείποντο δὲ ἡμῶν τῶν συμποσίων οὐδὲ ῥαψῳδοί. ἔχαιρε γὰρ τοῖς Ὁμήρου ὁ Λαρήνσιος ὡς ἄλλος οὐδὲ εἷς, ὡς λῆρον ἀποφαίνειν Κάσανδρον
τὸν Μακεδονίας βασιλεύσαντα, περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν ὅτι οὕτως ἦν φιλόμηρος ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. ὅτι δ’ ἐκαλοῦντο οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταὶ Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ περὶ Χορῶν. τοὺς δὲ νῦν Ὁμηριστὰς ὀνομαζομένους πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. χαμαιλέων δὲ ἐν τῷ περὶ Στησιχόρου καὶ μελῳδηθῆναί φησιν οὐ μόνον τὰ Ὁμήρου, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου, ἔτι δὲ Μιμνέρμου καὶ Φωκυλίδου. Κλέαρχος δ’ ἐν τῷ προτέρῳ περὶ Γρίφων
τὰ Ἀρχιλόχου, φησίν, Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψῴδει.
Λυσανίας δ’ ἐν τῷ πρώτῳ περὶ Ἰαμβοποιῶν Μνασίωνα τὸν ῥαψῳδὸν λέγει ἐν ταῖς δείξεσι τῶν Σιμωνίδου τινὰς ἰάμβων ὑποκρίνεσθαι. τοὺς δ’ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός, ὥς φησιν Δικαίαρχος ἐν τῷ Ὀλυμπικῷ. Ἰάσων δ’ ἐν τρίτῳ περὶ τῶν Ἀλεξάνδρου Ἱερῶν ἐν Ἀλεξανδρείᾳ φησὶν ἐν τῷ μεγάλῳ θεάτρῳ ὑποκρίνασθαι Ἡγησίαν τὸν κωμῳδὸν τὰ Ἡσιόδου, Ἑρμόφαντον δὲ τὰ Ὁμήρου.

καὶ οἱ καλούμενοι δὲ ἱλαρῳδοί, οὓς νῦν τινες
σιμῳδοὺς καλοῦσιν, ὡς Ἀριστοκλῆς φησιν ἐν αʹ περὶ Χορῶν, τῷ τὸν Μάγνητα Σῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιητῶν, συνεχῶς ἡμῖν ἐπεφαίνοντο, καταλέγει δ’ ὁ Ἀριστοκλῆς καὶ τούσδε ἐν τῷ περὶ Μουσικῆς γράφων ὧδε·
μαγῳδός· οὗτος δ’ ἐστὶν ὁ αὐτὸς τῷ λυσιῳδῷ.
Ἀριστόξενος δέ φησι τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδὸν τὰ αὐτὰ δὲ μέλη ᾄδουσιν, καὶ τἄλλα πάντα δ’ ἐστὶν ὅμοια. ὁ δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται.
καλεῖται δ’ οὗτος καὶ κιναιδολόγος. ἤκμασεν δ’ ἐν τῷ εἴδει τούτῳ Σωτάδης ὁ Μαρωνείτης, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ περὶ αὐτοῦ, συγγράμματι καὶ ὁ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος. ἔγραψεν δὲ καὶ οὗτος περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα ἐξ οὗ ἔστι κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων διόπερ τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν, καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνον—εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ μὲν καὶ ἄλλα δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν ᾽ Ἀρσινόην ἐγεγαμήκει·
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς
Πάτροκλος οὖν ὁ τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ’ ἐστὶν αὐτοῦ ἡ ποίησις· Θεοδώρου τοῦ αὐλητοῦ Φιλῖνος ἦν πατήρ, εἰς ὃν ταῦτ’ ἔγραψεν
ὁ δὲ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης,
διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.

σεμνότερος δὲ τῶν τοιούτων ἐστὶ ποιητῶν ὁ ἱλαρῳδὸς καλούμενος· οὐδὲ. γὰρ σχινίζεται. χρῆται δ’ ἐσθῆτι λευκῇ ἀνδρείᾳ καὶ στεφανοῦται χρυσοῦν στέφανον, καὶ τὸ μὲν παλαιὸν ὑποδήμασιν ἐχρῆτο, ὥς φησιν ὁ Ἀριστοκλῆς, νῦν δὲ κρηπῖσιν. ψάλλει δ’ αὐτῷ ἢ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. δίδοται δὲ ὁ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷ αὐλῳδῷ, οὐ τῷ ψάλτῃ οὐδὲ τῷ αὐλητῇ. ὁ δὲ μαγῳδὸς καλούμενος τύμπανα ἔχει καὶ κύμβαλα καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεται τε καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲν γυναῖκας καὶ μοιχοὺς καὶ μαστροπούς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγινόμενον πρὸς τὴν ἐρωμένην. φησὶ δὲ ὁ Ἀριστόξενος τὴν μὲν ἱλαρῳδίαν σεμνὴν οὖσαν παρὰ τὴν τραγῳδίαν εἶναι, τὴν δὲ μαγῳδίαν παρὰ τὴν κωμῳδίαν. πολλάκις δὲ οἱ μαγῳδοὶ καὶ κωμικὰς ὑποθέσεις λαβόντες ὑπεκρίθησαν κατὰ τὴν ἰδίαν ἀγωγὴν καὶ διάθεσιν. ἔσχεν δὲ τοὔνομα ἡ
μαγῳδία ἀπὸ τοῦ οἱονεὶ μαγικὰ προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις.

παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιός, ὥς φησι Σωσίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν
ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ
τρυβλίον τούτῳ δότε πτισάνης ἕωθεν,
καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάνας καὶ τρουβλίον, θαυμάζομεν. καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
ἐκαλοῦντο δ’ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δεικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. τοῦ δὲ εἴδους τῶν
δεικηλιστῶν πολλοὶ κατὰ τόπους εὶς προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ’ αὐτοκαβδάλους, οἱ δὲ φλύακας, ὡς Ἰταλοί, σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ καὶ τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες ἐθελοντάς. ὅτι δὲ καινουργοῦσιν κατὰ τὰς φωνὰς οἱ Θηβαῖοι Στράττις ἐπιδείκνυσιν ἐν Φοινίσσαις διὰ τούτων
ξυνίετ’ οὐδέν, πᾶσα Θηβαίων πόλις, οὐδέν ποτ’ ἀλλ’· οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε· τὸν ἀλεκτρυόνα δὲ ὀρτάλιχα, τὸν δ’ ἰατρὸν αὖ σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν, ὁ νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον ᾖ.

Σῆμος δ’ ὁ Δήλιος ἐν τῷ περὶ Παιάνων
οἱ αὐτοκάβδαλοι, φησί, καλούμενοι ἐστεφανωμένοι
κιττῷ στάδην ἐπέραινον ῥήσεις. ὕστερον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα αὐτῶν, οἱ δὲ ἰθύφαλλοι, φησί, καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσιν καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις καὶ περιέζωνται ταραντῖνον καλύπτον αὐτοὺς μέχρι τῶν σφυρῶν, σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον λέγοντες
ἀνάγετ᾽, ἀνάγετ᾽, εὐρυχωρίαν ποιεῖτε. τῷ θεῷ θέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος διὰ μέσου βαδίζειν.
οἱ δὲ φαλλοφόροι, φησίν, προσωπεῖον μὲν οὐ λαμβάνουσιν, προπόλιον δ’ ἐξ ἑρπύλλου περιτιθέμενοι καὶ παιδέρωτος ἐπάνω τούτου ἐπιτίθενται στέφανον δασὺν ἴων καὶ κιττοῦ· καυνάκας τε περιβεβλημένοι παρέρχονται οἱ μὲν ἐκ παρόδου, οἱ δὲ κατὰ μέσας τὰς θύρας, βαίνοντες ἐν ῥυθμῷ καὶ λέγοντες·
σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινάν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος κεχρημέναν ᾠδαῖσιν, ἀλλ’ ἀκήρατον κατάρχομεν τὸν ὕμνον.
εἶτα προτρέχοντες· ἐτώθαζον οὓς· προέλοιντο, στάδην δὲ ἔπραττον, ὁ δὲ φαλλοφόρος ἰθὺ βαδίζων καταπασθεὶς αἰθάλῳ.

ἐπεὶ δ’ ἐνταῦθα τοῦ λόγου ἐσμέν, οὐκ ἄξιον ἡγοῦμαι παραλιπεῖν τὰ περὶ Ἀμοιβέως τοῦ καθ’ ἡμᾶς κιθαρῳδοῦ, ἀνδρὸς τεχνίτου κατὰ νόμους τοὺς μουσικούς. οὗτός ποτε βράδιον ἥκων ἐπὶ τὸ συμπόσιον ἡμῶν ὡς ἔμαθεν παρά τινος τῶν οἰκετῶν ἀποδειπνήσαντας, ἐβουλεύετο τί χρὴ ποιεῖν, ἕως παρελθὼν ὁ Σόφων αὐτῷ μάγειρος γεγωνότερον δ’ ἐφθέγγετο ὡς πάντας ἀκούειν τὰ ἐξ Αὔγης εἶπεν Εὐβούλου·
τί, ὦ πόνηρ᾽, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλ’ οὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα, κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος κατῃσίμωται πάντα τἀκροκώλια,
νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, παρεγκέκαπται κρανί’ ἐννέ’ ἢ δέκα. ὥστ’ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν, ἔπειγ’ ἔπειγε, μὴ ποθ’ ὡς λύκος χανὼν καὶ τῶνδ’ ἁμαρτὼν ὕστερον σαυτὸν δάκνῃς. πάντ’ ἐστὶν ἡμῖν
κατὰ τὸν ἥδιστον Ἀντιφάνην, ὃς ἐν τῷ Φιλοθηβαίῳ φησίν·
ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται, προσκάεθ᾽, ὥστε μηδ’ ἂν εἰ χαλκοῦς ἔχων μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν εἰκῇ· τοσαύτην ἐξακοντίζει πνοήν. β. λέγεις μάγειρον ζῶντα. α. πλησίον δέ γε ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ’ ὅλην
κεστρεὺς λοπισθείς, ἁλσὶ πασθείς, ἐκστραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δ’ ἐφέστηκε ῥανῶν ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. β. εἶτ’ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές; ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. α. ἥ τε σύννομον τῆς κυφονώτου σῶμ’ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστε γ’ εἴσιθι, μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.
καὶ ὃς. πάνυ ἐμμελέστατα ἀπαντήσας αὐτῷ ἀνεφώνησε τὰ ἐκ τοῦ Κλεάρχου Κιθαρῳδοῦ τάδε·
γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ τὸ φωνάριον ἡμῶν περίσαρκον γίνεται.
κρότου δ’ ἐπὶ τούτοις γενομένου καὶ πάντων ὁμοθυμαδὸν αὐτὸν καλεσάντων εἰσελθὼν καὶ πιὼν ἀναλαβών τε τὴν κιθάραν εἰς τοσοῦτον ἡμᾶς ἧσεν ὡς πάντας θαυμάζειν τήν τε κιθάρισιν μετὰ τῆς τέχνης ταχίστην οὖσαν καὶ τῆς φωνῆς τὴν ἐμμέλειαν. ἐμοὶ μὲν γὰρ οὐδὲν ἐλάττων εἶναι νομίζεται τοῦ παλαιοῦ Ἀμοιβέως, ὅν φησιν Ἀριστέας ἐν τῷ περὶ Κιθαρῳδῶν ἐν Ἀθήναις κατοικοῦντα καὶ πλησίον τοῦ θεάτρου οἰκοῦντα, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν τῆς ἡμέρας λαμβάνειν.

περὶ δὲ μουσικῆς τῶν μὲν τάδε λεγόντων, ἄλλων δ’ ἄλλα γ’ ὁσημέραι, πάντων δ’ ἐπαινούντων τὴν παιδιὰν ταύτην, Μασούριος ὁ πάντα ἄριστος καὶ σοφὸς καὶ γὰρ νόμων ἐξηγητὴς οὐδενὸς δεύτερος καὶ περὶ μουσικὴν ἐνδιατρίβων αἰεί· ἅπτεται γὰρ καὶ τῶν ὀργάνων ἔφη ὁ μὲν κωμῳδιοποιὸς Εὔπολις, ἄνδρες φίλοι, φησί
ἡ μουσικὴ πρᾶγμ’ ἐστὶ βαθύ καὶ καμπύλον,
αἰεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις . διόπερ καὶ Ἀναξίλας ἐν Ὑακίνθῳ φησίν·
ἡ μουσικὴ δ’ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν αἰεί τι καινὸν κατ’ ἐνιαυτὸν θηρίον τίκτει.
μέγας γάρ, ὦ μακάριοι, κατὰ τὸν Θεοφίλου Κιθαρῳδόν,
θησαυρός ἐστιν καὶ βέβαιος μουσικὴ ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραύνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῷ βίῳ καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν δι’ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν
πραύνομαι.
καὶ ὁ Ὁμηρικὸς δὲ Ἀχιλλεὺς τῇ κιθάρᾳ κατεπραύνετο, ἣν αὐτῷ ἐκ τῶν Ἠετίωνος λαφύρων μόνην Ὅμηρος χαρίζεται, καταστέλλειν τὸ πυρῶδες αὐτοῦ δυναμένην. μόνος γοῦν ἐν Ἰλιάδι ταύτῃ χρῆται τῇ μουσικῇ. ὅτι δὲ καὶ νόσους ἰᾶται μουσικὴ
Θεόφραστος ἱστόρησεν ἐν τῷ περὶ Ἐνθουσιασμοῦ. ἰσχιακοὺς φάσκων ἀπόνους διατελεῖν εἰ καταυλήσοι τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ ταύτην δὲ τὴν ἁρμονίαν Φρύγες πρῶτοι εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρὰ τοῖς Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς τὰς προσηγορίας ἔχειν οἷός ἐστιν ὁ παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, παρὰ δὲ Ἱππώνακτι Κίων καὶ Κώδαλος καὶ Βάβυς, ἐφ’ ᾧ καὶ ἡ παροιμία ἐπὶ τῶν αἰεὶ πρὸς τὸ χεῖρον αὐλούντων
κάκιον Βάβυς αὐλεῖ.
ὁ δ’ Ἀριστόξενος τὴν εὕρεσιν αὐτῆς Ὑάγνιδι τῷ Φρυγὶ ἀνατίθησιν.

ʽ ʽἩρακλείδης δ’ ὁ Ποντικὸς ἐν τρίτῳ περὶ Μουσικῆς οὐδ’ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, καθάπερ οὐδὲ τὴν Λύδιον. ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας. οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια

διαφυλάττουσιν, Θεσσαλοὶ δὲ οὗτοι γάρ εἰσιν οἱ τὴν ἀρχὴν τοῦ γένους Αἰολεῦσιν μεταδόντες παραπλήσιον αἰεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγὴν Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς αἰεὶ δυναστεύουσιν αὐτοῖς τῶν βαρβάρων, τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν ἐκάλουν δὲ καὶ Αἰολίδα ἁρμονίαν ἣν Αἰολεῖς ᾖδον Ἰαστὶ δὲ τὴν τρίτην ἔφασκον ἣν ἤκουον ᾀδόντων τῶν Ἰώνων. ἡ μὲν οὖν Δώριος ἁρμονία τὸ ἀνδρῶδες ἐμφαίνει καὶ τὸ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδ’ ἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλὰ ἐξηρμένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖὸν ἐστ’ αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ τὴν δίαιταν ἄνεσις. διόπερ ἔχουσι· τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστι, φησὶν ὁ Ἡρακλείδης, ἣν ἐκάλουν Αἰολίδα, ὡς καὶ Λᾶσος ὁ Ἑρμιονεὺς ἐν τῷ εἰς τὴν ἐν Ἑρμιόνι ὁ Δήμητρα Ὕμνῳ λέγων οὕτως·
Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον,
μελιβόαν ὕμνον ἀναγνέων Αἰολίδ᾽ ἀνὰ βαρύβρομον ἁρμονίαν.
ταῦτα δ’ ᾄδουσιν πάντες ὑποδώρια τὰ μέλη. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος. καὶ Πρατίνας δὲ πού φησι·
μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ὁ ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει.
ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν
πρέπει τοι πᾶσιν ἀοιδὰ λαβράκταις Αἰολὶς ἁρμονία.
πρότερον μὲν οὖν, ὡς ἔφην, Αἰολίδα αὐτὴν ἐκάλουν, ὕστερον δ’ ὑποδώριον, ὥσπερ ἔνιοί φασιν, ἐν τοῖς αὐλοῖς τετάχθαι νομίσαντες αὐτὴν ὑπὸ τὴν Δώριον ἁρμονίαν. ἐμοὶ δὲ δοκεῖ ὁρῶντας αὐτοὺς τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν οὐ νομίζειν, προσεμφερῆ δέ πως ἐκείνῃ· διόπερ ὑποδώριον ἐκάλεσαν, ὡς τὸ προσεμφερὲς τῷ λευκῷ ὑπόλευκον καὶ τὸ μὴ γλυκὺ μὲν ἐγγὺς δὲ τούτου
λέγομεν ὑπόγλυκυ· οὕτως καὶ ὑποδώριον τὸ μὴ πάνυ Δώριον.

ἑξῆς ἐπισκεψώμεθα τὸ τῶν Μιλησίων ἦθος, ὃ διαφαίνουσιν οἱ Ἴωνες, ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις βρενθυόμενοι καὶ θυμοῦ πλήρεις, δυσκατάλλακτοι, φιλόνεικοι, οὐδὲν φιλάνθρωπον οὐδ’ ἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν καὶ σκληρότητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διόπερ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτ’ ἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλὰ αὐστηρὸν καὶ σκληρόν, ὄγκον δ’ ἔχον οὐκ ἀγεννῆ· διὸ καὶ τῇ τραγῳδίᾳ προσφιλὴς ἡ ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυφερώτερα καὶ πολὺ παραλλάττον τὸ τῆς ἁρμονίας ἦθος. φασὶ δὲ Πύθερμον τὸν Τήιον ἐν τῷ γένει τῆς ἁρμονίας τούτῳ ποιῆσαι σκολιὰ μέλη, καὶ διὰ τὸ εἶναι τὸν ποιητὴν Ἰωνικὸν Ἰαστὶ κληθῆναι τὴν ἁρμονίαν. οὗτός ἐστι Πύθερμος οὗ μνημονεύει Ἀνάνιος ἢ Ἱππῶναξ ἐν τοῖς Ἰάμβοις ---καὶ ἐν ἄλλῳ οὕτως·

χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἄλλα.
λέγει δ’ οὕτως ὁ Πύθερμος·
οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός.
οὐκοῦν καὶ κατὰ τοῦτον τὸν λόγον πιθανόν ἐστι τὸν
Πύθερμον ἐκεῖθεν ὄντα ποιήσασθαι τὴν ἀγωγὴν τῶν μελῶν ἁρμόττουσαν τοῖς ἤθεσι τῶν Ἰώνων. διόπερ ὑπολαμβάνω οὐχ ἁρμονίαν εἶναι τὴν Ἰαστί, τρόπον δέ τινα θαυμαστὸν σχήματος ἁρμονίας. καταφρονητέον οὖν τῶν τὰς μὲν κατ’ εἶδος διαφορὰς οὐ δυναμένων θεωρεῖν, ἐπακολουθούντων δὲ τῇ τῶν φθόγγων ὀξύτητι καὶ βαρύτητι καὶ τιθεμένων ὑπερμιξολύδιον ἁρμονίαν καὶ πάλιν ὑπὲρ ταύτης ἄλλην. οὐχ ὁρῶ γὰρ οὐδὲ τὴν ὑπερφρύγιον ἴδιον ἔχουσαν ἦθος· καίτοι τινές φασιν ἄλλην ἐξευρηκέναι καινὴν ἁρμονίαν ὑποφρύγιον. δεῖ δὲ τὴν ἁρμονίαν εἶδος ἔχειν ἤθους ἢ πάθους, καθάπερ ἡ Λοκριστί· ταύτῃ γὰρ ἔνιοι τῶν γενομένων κατὰ Σιμωνίδην καὶ Πίνδαρον ἐχρήσαντό ποτε, καὶ πάλιν κατεφρονήθη.

τρεῖς οὖν αὗται, καθάπερ ἐξ ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν. Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς Λυδίας· Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλ’ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἴδοις δ’ ἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα

μεγάλα, ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων, διὸ καὶ Τελέστης ὁ Σελινούντιός φησιν
πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας Φρύγιον ἄεισαν νόμον τοὶ δ’ ὀξυφώνοις πηκτίδων ψαλμοῖς κρέκον Λύδιον ὕμνον.

οὐ παραληπτέον δὲ τὴν μουσικήν,
φησὶν Πολύβιος ὁ Μεγαλοπολίτης,
ὡς Ἔφορος ἱστορεῖ, ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους ᾽ Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, ὥστε μὴ μόνον παισὶν ἀλλὰ καὶ νεανίσκοις γενομένοις ἕως λ’ ἐτῶν κατ’ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους, παρὰ γοῦν μόνοις Ἀρκάσιν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι. μετὰ
δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ παρ’ ὅλον δὲ τὸν βίον ἐν ταῖς συνουσίαις ταῖς κοιναῖς οὐχ οὕτω ποιοῦνται τὰς ἀγωγὰς διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς δι’ αὑτῶν· ἀν μέρος ᾄδειν ἀλλήλοις προστάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδὲν αἰσχρόν ἐστιν, τὸ δὲ ᾄδειν ἀποτρίβεσθαι αἰσχρὸν παρ’ αὐτοῖς νομίζεται, καὶ μὴν ἐμβατήρια μετ’ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δὲ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατ’ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπι δείκνυνται. ταῦτ’ οὖν αὐτοὺς εἴθισαν οἱ παλαιοὶ οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες τὴν ἑκάστου κατὰ τὸν βίον σκληρότητα καὶ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, οἷς καὶ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι διὸ καὶ κατὰ τὰς ἐθνικὰς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσι καὶ μορφαῖς καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς
καὶ θυσίας ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, σπεύδοντες τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραύνειν. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καίτοι σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, πρὸς αὐτὰς τὰς ἐν ἀλλήλοις παρατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες τέλος ἀπεθηριώθησαν οὕτως ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθ’ οὓς δὲ καιροὺς τὴν μεγάλην σφαγὴν ἐποιήσαντο, εἰς ἅς ποτε πόλεις Ἀρκαδικὰς κατὰ τὴν δίοδον εἰσῆλθον, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καθαρμὸν τῆς πόλεως ἐποιήσαντο σφάγια περιαγαγόντες κύκλῳ τῆς χώρας ἁπάσης.

Ἀγίας δὲ ὁ μουσικὸς ἔφη τὸν στύρακα τὸν ἐν ταῖς ὀρχήστραις θυμιώμενον τοῖς Διονυσίοις φρύγιον ποιεῖν ὀδμὴν τοῖς αἰσθανομένοις.

τὸ δ’ ἀρχαῖον ἡ μουσικὴ ἐπ’ ἀνδρείαν προτροπὴ
ἦν. Ἀλκαῖος γοῦν ὁ ποιητής, εἴ τις καὶ ἄλλος μουσικώτατος γενόμενος, πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρείαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησιν
μαρμαίρει δὲ μέγας δόμος χαλκῷ· πᾶσα δ’ Ἄρῃ κεκόσμηται στέγη λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν ἵππιοι λόφοι νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα· χάλκιαι δὲ πασσάλοις κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος ἰσχυρῶ βέλευς θόρρακές τε νέω λίνω, κόιλαι τε κατ’ ἀσπίδες βεβλημέναι, πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ καὶ κυπάσσιδες. τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθ’ ὑπὸ ἔργον ἕσταμεν τόδε.
καίτοι μᾶλλον ἴσως ἥρμοττε τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλ’ οἱ παλαιοὶ τὴν ἀνδρείαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολλὰ προσνέμειν ---οὐ τοῖς ἄλλοις. Ἀρχίλοχος γοῦν ἀγαθὸς ὢν
ποιητὴς πρῶτον ἐκαυχήσατο τῷ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δὲ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων
εἰμὶ δ’ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας·
ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.

διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ’ αὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ, πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μετ’ αὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς. Θεόπομπος δ’ ἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Ἱστορίῶν

Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες
τὰς ἐπικηρυκείας ποιοῦνται.
ὅθεν ἔοικεν καὶ Ὅμηρος διατηρῶν τὴν ἀρχαίαν τῶν Ἑλλήνων κατάστασιν λέγειν,
φόρμιγγός θ᾽, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην,
ὡς καὶ τοῖς εὐωχουμένοις χρησίμης οὔσης τῆς τέχνης, ἦν δ’ ὡς ἔοικε τοῦτο νενομισμένον, πρῶτον μὲν ὅπως ἕκαστος τῶν εἰς μέθην καὶ πλήρωσιν ὡρμημένων ἰατρὸν λαμβάνῃ τῆς ὕβρεως καὶ τῆς ἀκοσμίας τὴν μουσικήν, εἶθ’ ὅτι τὴν αὐθάδειαν πραύνει· περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον, ὅθεν καὶ Ὅμηρος εἰσήγαγε τοὺς θεοὺς χρωμένους ἐν τοῖς πρώτοις τῆς Ἰλιάδος τῇ μουσικῇ, μετὰ γὰρ τὴν περὶ τὸν Ἀχιλλέα φιλοτιμίαν διετέλουν ἀκροώμενοι
φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων, Μουσάων θ᾽, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
παύσασθαι γὰρ ἔδει τὰ νείκη καὶ τὴν στάσιν, καθάπερ ἐλέγομεν. ἐοίκασιν οὖν οἱ πολλοὶ τὴν ἐπιστήμην ἀποδιδόναι ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας· ἀλλὰ μὴν οἱ ἀρχαῖοι καὶ περιέλαβον ἔθεσι καὶ νόμοις τοὺς τῶν θεῶν ὕμνους ᾄδειν ἅπαντας ἐν ταῖς ἑστιάσεσιν, ὅπως καὶ διὰ τούτων τηρῆται τὸ καλὸν καὶ σωφρονικὸν ἡμῶν. ἐν ἁρμονίων γὰρ ὄντων τῶν ᾀσμάτων προσγενόμενος ὁ τῶν θεῶν λόγος ἀποσεμνύνει τὸν ἑκάστων τρόπον.
Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλ’ ὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ, τὸν δ’ Ἀπόλλωνα μεθ’ ἡσυχίας καὶ τάξεως μέλποντες. Ἀρχίλοχος γοῦν φησιν
ὡς Διωνύσοι᾽ ἄνακτος καλὸν ἐξάρξαι μέλος οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας.
καὶ Ἐπίχαρμος δ’ ἐν Φιλοκτήτῃ ἔφη·
οὐκ ἔστι διθύραμβος ὅκχ’ ὕδωρ πίῃς.
ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς ἡ μουσικὴ προῆλθεν κατ’ ἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δ’ εἰ μὲν ἐμάνθανον τὴν μουσικήν, οὐδὲν λέγουσιν, ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ’ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.

καὶ πρὸς γυμνασίαν δὲ καὶ ὀξύτητα διανοίας συμβάλλεται ἡ μουσικὴ· διὸ καὶ τῶν ʽἙλλήνων

ἕκαστοι καὶ τῶν βαρβάρων οἱ γινωσκόμενοι τυγχάνουσιν χρώμενοι. οὐ κακῶς· δὲ λέγουσιν οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι καὶ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς· καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δ’ ἐναντίαι τὰς ἐναντίας, ὅθεν καὶ τὸ Κλεοσθένους τοῦ Σικυωνίων τυράννου χαρίεν καὶ σημεῖον διανοίας πεπαιδευμένης. ἰδὼν γάρ, ὣς φασι, φορτικῶς ὀρχησάμενον ἕνα τῶν τῆς θυγατρὸς μνηστήρων (Ἱπποκλείδης δ’ ἦν ὁ ᾽ Ἀθηναῖοσ) ἀπωρχῆσθαι τὸν γάμον αὐτὸν ἔφησεν, νομίζων ὡς ἔοικεν καὶ τὴν ψυχὴν τἀνδρὸς εἶναι τοιαύτην. καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες αἰεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπ’ αὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον. εἰ δὲ τις ἀμέτρως διαθείη τὴν σχηματοποιίαν καὶ ταῖς ᾠδαῖς ἐπιτυγχάνων μηδὲν λέγοι κατὰ τὴν ὄρχησιν, οὗτος δ’ ἦν ἀδόκιμος. διὸ καὶ Ἀριστοφάνης ἢ
Πλάτων ἐν ταῖς Σκευαῖς, ὡς Χαμαιλέων φησίν, εἴρηκεν οὕτως·
ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν οὐδέν, ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.
ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγαλοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον. ὅθεν καὶ Σωκράτης ἐν τοῖς ποιήμασιν τοὺς κάλλιστα χορεύοντας ἀρίστους φησὶν εἶναι τὰ πολέμια λέγων οὕτως
οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι ἐν πολέμῳ.
σχεδὸν γὰρ ὥσπερ ἐξοπλισία τις ἦν ἡ χορεία καὶ ἐπίδειξις οὐ μόνον τῆς λοιπῆς εὐταξίας, ἀλλὰ καὶ τῆς τῶν σωμάτων ἐπιμελείας.