Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

καὶ ὁ Κύνουλκος

ταυτὶ καὶ τολμᾶς σὺ λέγειν,
οὐ
ῥοδοδάκτυλος οὖσα
κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος·
ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδ’ ἂν οἰκέτης ἐτόλμησεν.
σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι.
Ὑπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος ὁ λόγος, τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον. σὺ δέ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησι Ἑταιρίδων. ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ’ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν ἐρωτοδιδάσκαλε· οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ ᾽ Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει οὐκ ἂν ἁμάρτοι δὲ τίς σε καὶ πορνογράφον καλῶν, ὡς Ἀριστείδην καὶ Παυσίαν ἔτι τε Νικοφάνη τοὺς ζωγράφους, μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων, ὢ τῆς καλῆς πολυμαθίας, ἄνδρες φίλοι, τῆς τοῦ γραμματικοῦ τοῦδε,
ὃς οὐδ’ ἐγκαλύπτεται, ἀλλ’ ἀναφανδὸν τὰ Εὐβούλου αἰεὶ ἐκ Κερκώπων λέγει·
Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων· Ὤκιμον διεφθάρην κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι Ὤκιμον ἑταίρας ὄνομα. καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου Ἄντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, Ἀλέξιδος Ὀπώρα, Εὐβούλου Κλεψύδρα. οὕτω δ’ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.

ἐστὶν δ’ ἑταίρα, ὡς Ἀντιφάνης φησὶν ἐν Ἀγροίκῳ,

τῷ τρέφοντι συμφορά εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμολέους ; ἐν Νεαίρᾳ·
ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς Φρύνης ἐρασθεὶς ἡνίκ’ ἔτι τὴν κάππαριν συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας ἀπεκλειόμην.
καὶ ἐν τῷ ἐπιγραφομένῳ δ’ Ὀρεσταυτοκλείδης ὁ αὐτὸς Τιμοκλῆς φησι·
περὶ δὲ τὸν πανάθλιον εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη, Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
τούτων τῶν ἑταιρῶν καὶ Ἄμφις μνημονεύει ἐν Κουρίδι λέγων·
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, · ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται.

Ἄλεξις δ’ ἐν τῷ ἐπιγραφομένῳ δράματι Ἰσοστάσιον τὴν ἑταιρικὴν παρασκευὴν καὶ τὰς δι’ ἐπιτεχνήσεως κομμώσεις τῶν ἑταιρῶν οὕτως ἐκτίθεται·

πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ’ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε,
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης. εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ’ ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ᾽ ἐρραμμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει· στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχουσ’ οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ’ εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστιν παιδέρωτ’ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δείκνυται. εὐφυεῖς ὀδόντας ἔσχεν ἐξ ἀνάγκης δεῖ γελᾶν,
ἵνα θεωρῶσ’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε, ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή ---, ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.

διὸ συμβουλεύω σοι,

Θετταλὲ ποικιλόδιφρε,
τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα, ὄντως γὰρ
ἄριστα χωλὸς οἰφεῖς,
τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίσαντος καὶ διδάξαντος σκύτη βλέπειν. ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλου Παννυχίδα· τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, ---πώλους Κύπριδος ἐξησκημένας,
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρ’ ὧν βεβαίως ἀσφαλῶς τ᾽· ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
καὶ ἐν Ναννίῳ εἰ Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου, φησὶν
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ, πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος; ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας, ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας, μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν, καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν. Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω, ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
ἐπιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μεγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι, ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν εἰληθερούσας, στέρν’ ἀπημφιεσμένας, γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ, μὴ κλίμακα· στησάμενον· εἰσβῆναι λάθρᾳ, μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ. αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους, καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς, μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους· ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ᾽, οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς, αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον.., δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα. ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι, βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;

καὶ Φιλήμων δὲ ἐν Ἀδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ· Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ’ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων, ἀλλ’ ὅ γε Φιλήμων οὕτως φησί

σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους νόμον· σὲ γὰρ λέγουσιν τοῦτ’ ἰδεῖν πρῶτον, Σόλων, δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον ʽ καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων ʼ , μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν, στῆσαι πριάμενὸν τοι γυναῖκας κατὰ τόπους κοινὰς ἅπασι καὶ κατεσκευασμένας. · ἑστᾶσι γυμναί, μὴ ᾽ ξαπατηθῇς· πάνθ’ ὅρα. οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ἔχεις λυποῦν τι. πως; ἀλλ’ ἡ θύρα ᾽ στ’ ἀνεῳγμένη. εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν
ἀλλ’ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον, ἐξῆλθες· οἰμώζειν λέγ᾽, ἀλλοτρία ᾽ στί σοι.
καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς καὶ ὁ χαρίεις Ἀριστοφάνης παρασημαίνεται, λέγων τὸν Πελοποννησιακὸν πόλεμον ὅτι Περικλῆς διὰ τὸν Ἀσπασίας ἔρωτα καὶ τὰς ἁρπασθείσας ἀπ’ αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν·
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνασδύο· κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.

τῶν οὖν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι

τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον, --- Διὸς νόμον αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον,
Ἐπικράτης φησὶν ἐν Ἀντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει·
αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις, τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος· ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας. καὶ Λαῒς οὖν ὀρθῶς νομίζοιτ’ ἂν τέρας, αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἂν ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι· ἐξέρχεταί τε πανταχόσ’ ἤδη πετομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον. οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
μνημονεύει δὲ τῆς Λαίδος καὶ Ἀναξανδρίδης ἐν
Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκαταλέγει διὰ τούτων·
τὴν ἐκ Κορίνθου Λαΐδ᾽ οἶσθα; β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειόν. α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον. α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ.

ταῦτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα·

παῦσαι, γέρων ὢν, τοὺς τρόπους, οὐκ οἶσθ’ ὅτι οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ’ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;
ἢ ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς·
ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί, ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες, τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ πληγὰς λαβεῖν ἁπαλαῖσι χερσὶν ἡδύ γε νὴ τὸν Δία τὸν μέγιστον.
ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ
τοὐλπιανοῦ ἐπιρραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ Μυρτίλου, φθάσας ὁ Μυρτίλος ʽ διήχθρευεν γὰρ τῷ Σύρᾠ ἔφη·
οὐχ ὧδ’ ἐμόγησαν ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι,
φησὶν ὁ Καλλίμαχος. οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε;
ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν ἔα, ἐπ’ ἀριστέρ’ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,
κατὰ τὴν Ἐφίππου Φιλύραν. δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
ὥς τις ἔφη τῶν παρῳδῶν.

ἐγὼ γάρ, ὦ ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας ἢ τὸν Ἀρισταγόρου Μαμμάκυθον
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι, τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων,
ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας, ἢ ἀπὸ τῆς παρὰ τοῖς Ἀθηναίοις καλουμένης Ἑταίρας τῆς Ἀφροδίτης, περὶ ἧς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως·
ἑταίραν δὲ τὴν Ἀφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν τοῦτο δ’ ἐστὶν φίλας.
καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ·
τάδε νῦν ἑταίραις ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
καὶ ἔτι·
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί·
πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γάρ, φίλαι, μὰ Δί᾽ ἀλλ’ ἑταίρων ᾽ ταὐτὰ δ’ ὄντα γράμματα τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ.

χ περὶ δὲ τῶν ἑταιρῶν Ἔφιππος ἐν Ἐμπολῇ τάδε φησὶν
ἔπειτὰ γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως· ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις χανοῦσ’ ὁμοίως, ἧσε, παρεμυθήσατο ἐποίησὲ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Εὔβουλος δ’ ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράγων φησὶν
ὡς δ’ ἐδείπνει κοσμίως, οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.
Ἀντιφάνης Ὑδρίᾳ·
οὗτος δ’ ὃν λέγω ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο, ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν, ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας, αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
Ἀναξίλας Νεοττίδι·
ἐὰν δέ τις μετρίως ἔχουσα χρημάτων τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις πόρνης, ἑταίρας ᾽ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν ἁπλῆ τις; β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.

δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον Ἄλεξις ἢ Ἀντιφάνης ἐν Ὕπνῳ παράγει·
διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν τοῦτο δ’ ἦν ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
καλῶς δὲ περὶ τῶν τοιούτων Ἔφιππος ἐν Σαπφοῖ φησιν
ὅταν γὰρ ὢν νέος ἀλλότριον εἰσελθὼν τις οἶκον διαλάθῃ ἀσύμβολὸν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.

περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
οἶδα δὲ καὶ ἑορτὴν Ἑταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι’ ἑτέραν αἰτίαν, ἧς μνημονεύει Ἡγήσανδρος ἐν Ὑπομνήμασι γράφων ὧδε·
τὴν τῶν Ἑταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ἱστοροῦσι δὲ πρῶτον Ἰάσονα τὸν Αἴσονος συναγαγόντα τοὺς Ἀργοναύτας Ἑταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν Ἑταιρίδεια προσαγορεῦσαι. θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ Ἑταιρίδεια.
πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβέσθαι ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς . τοὺς δ’ αὐτίκα μεθ’ ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι. Ἄλεξις δ’ ὁ Σάμιος ἐν δευτέρῳ ῝ Ὥρων Σαμιακῶν
τὴν ἐν Σάμῳ
Ἀφροδίτην, ἣν οἱ μὲν ἐν καλάμοις καλοῦσιν, οἱ δὲ ἐν ἕλει, Ἀττικαί, φησίν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.
Εὐάλκης δ’ ἐν τοῖς Ἐφεσιακοῖς καὶ ἐν Ἐφέσῳ φησὶν ἱερὸν ἱδρῦσθαι Ἑταίρᾳ ᾽ Ἀφροδίτῃ. Κλέαρχος δ’ ἐν πρώτῳ Ἐρωτικῶν
Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας, ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.
Δημοσθένης, δ’ ὁ ῥήτωρ ἐν τῷ κατὰ Νεαίρας λόγῳ, εἰ γνήσιος, ὃν Ἀπολλόδωρος εἴρηκε, φησί·
τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθ’ ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν.

καταλέξω δέ σοι, Κύνουλκε, Ἰωνικήν τινα ῥῆσιν, μακρὰν ἐκτείνας κατὰ τὸν Αἰσχύλου Ἀγαμέμνονα· περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. νόμιμὸν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας ἐπὶ τοῖς ἱεροῖς συνέθηκε τόδε τὸ ἐπίγραμμα·
αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ· οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας,

ὑπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θεὸν Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς Ὀλυμπίαν ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον οὗ ἡ ἀρχὴ
τρισολυμπιονίκαν ἐπαινέων οἶκον,
ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν ᾀσθέν, ἐν ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ Ἀφροδίτῃ συνέθυσαν. διόπερ ἔφη·
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις ἐπήγαγ’ εὐχωλαῖς ἰανθείς.
ἤρξατο δ’ οὕτως τοῦ μέλους·
πολύξεναι νεάνιδες ἀμφίπολοι πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
αἵ τε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐρανίαν πτάμεναι νόημα ποττὰν Ἀφροδίταν· ὑμῖν ἄνευθεν ἐπαγορίας ἔπορεν, ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι. σὺν δὲ ἀνάγκᾳ πᾶν καλόν.
ἀρξάμενος θ’ οὕτως ἑξῆς φησιν
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ, ξυνάορον ξυναῖς γυναιξί.
δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνία ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. πιστεύων δέ, ὡς ἔοικεν, αὐτὸς αὑτῷ πεποίηκεν εὐθέως·
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ, βασάνῳ.
ὅτι δὲ καὶ Ἀφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, Ἄλεξις ἐν Φιλούσῃ φησὶν
Ἀφροδίσι᾽ ἦγε ταῖς ἑταίραις ἡ πόλις, ἕτερα δὲ χωρὶς ἐστι ταῖς ἐλευθέραις.
ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε μεθύειν μεθ’ ἡμῶν.

ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι Ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησιν καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως·
καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. ἀνάθημα δ’ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.
Ἀλκιβιάδης δὲ ὁ καλός, ἐφ’ οὗ τις τῶν κωμικῶν ἔφη
Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν,
ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς, ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς Ἀττικάς. Μεδοντίδος γοῦν τῆς Ἀβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς Ἑλλήσποντον σὺν Ἀξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησιν Λυσίας ὁ ῥήτωρ ἐν τῷ
κατ’ αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. καὶ ἑτέρας δὲ δύο ἑταίρας περιήγετο αἰεὶ ὁ Ἀλκιβιάδης, Δαμασάνδραν τὴν Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην ὑφ’ ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ Ἀλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι· ἐφ’ ᾧ καὶ κατ’ ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως· ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην.

οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν τῶν περὶ Ἀλέξανδρόν φησιν πολλοὺς ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν γράφει δὲ οὕτως·
Ὑστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι ὅτι ἐξ Ἀφροδίτης καὶ Ἀδώνιδος ἐγεννήθησαν. ἐκυρίευσεν δὲ ὁ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος
Ὁμάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ἦν ὄνομα Ὀδάτις· περὶ ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ’ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτήν. διετέλουν γοῦν ἀλλήλων ἐπιθυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. ἦν δὲ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ τὴν Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός, πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος, ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. καὶ μετ’ οὐ πολὺν χρόνον ὁ Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα, ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν ὁ πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων ᾽ ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι· τούτου γὰρ κεκλήσῃ γυνή κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν ἐπεστάλκει· γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. ὁ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν
διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους. πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρ’ αὐτὴν ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης.᾽ ἡ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην· καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευται. μνημονεύεται δὲ ὁ ἔρως οὗτος παρὰ τοῖς τὴν Ἀσίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς ἱεροῖς καὶ τοῖς βασιλείοις, ἔτι δὲ ταῖς ἰδιωτικαῖς οἰκίαις· καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.

τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ γράφων οὕτως·
Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δὲ ὁ Φωκαεὺς Νάννῳ ὁ τῷ βασιλεῖ τοῦτο δ’ ἦν αὐτῷ ὄνομα ἦν ξένος, οὗτος
ὁ Νάννος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων ᾧ δὲ δοίη, τοῦτον εἶναι νυμφίον. ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δι’ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ· ὄνομα δ’ ἦν τῇ παιδὶ Πέττα. τούτου δὲ συμπεσόντος καὶ τοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως ἔχειν αὐτήν, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ συνῴκει μεταθέμενος τοὔνομα Ἀριστοξένην. καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.

. Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεύς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; ἦσαν αὗται Λάμια καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα Ἀβροτόνου; ὡς Ἀμφικράτης ἱστορεῖ ἐν τῷ περὶ Ἐνδόξων Ἀνδρῶν συγγράμματι
ἈβρότονονΘρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
Νεάνθης δ’ ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν Ἑλληνικῶν Ἱστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησιν υἱόν. Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην καὶ καλλίστην λεγομένην εἶχε συστρατευομένην; ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην Ἀσπασίαν μετονομασθῆναι. συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ὁ δὲ μέγας Ἀλέξανδρος οὐ Θαίδα εἶχε μεθ’ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν; περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια, αὕτη δὲ ἡ Θαῒς μετὰ τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς, καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δ’ ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Ὑπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ’ εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ Ἀγαθόκλειαν καὶ
Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἱστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχοούσης αὐτῷ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν Ἀλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρίς, ἦν δὲ καὶ Ποθεινὴ αὐλητρίς, Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ καινῶν δεικτηριάδων. τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου οὐκ Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ Ἀννίβαν Ἱστοριῶν Ἱερώνυμὸν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα μίαν· τῶν ἐπ’ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα.

Τιμόθεος δ’ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δ’ ἄλλως τοὺς τρόπους. μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῳ σεμνυνομένων εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρὸς
καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα, ὅτι δι’ αὐτὴν Κόνωνός εἰμι
υἱός.
φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος, ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασιν. Ἀριστοφῶν δ’ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ’ Εὐκλείδου ἄρχοντος ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων. Δημήτριος δ’ ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; τὴν δὲ Λάμιαν Πολέμων φησὶν ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνορος Ἀθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. ἤρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας Ἀττικῆς ὁ Δημήτριος καὶ ἄλλων δὲ πλειόνων.

Μάχων δ’ ὁ κωμῳδιοποιὸς ἐν ταῖς ἐπιγραφομέναις Χρείαις φησὶν οὕτως·
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ ἐπαινεθῆναὶ θ᾽. ἡ δὲ τοῦτ’ ἀπεκρίθη·
πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει.
ἦν δὲ ἡ Λάμια σφόδρα εὔθικτος καὶ ἀστική πρὸς τὰς ἀποκρίσεις, καθάπερ καὶ Γνάθαινα, περὶ ἧς ἐροῦμεν. πάλιν δὲ περὶ τῆς Λαμίας ὁ Μάχων οὕτω γράφει·
δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ἡ Λάμια δ’ ἦν αὐλητρὶσι ἧς σφόδρ’ ἡδέως σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον. ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ , νάρδον τινὰ διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε ταἰδοῖον ἀποτρίψας, θιγὼν τοῖς δακτύλοις
τουτὶ γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.
κείνη δὲ γελάσασ᾽
ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν, ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.
Δημήτριος δ’ εἶπ᾽·
ἀλλὰ μήν, νὴ τοὺς θεούς, ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.

Πτολεμαῖος δ’ ὁ τοῦ Ἀγησάρχου ἐν ταῖς περὶ τὸν Φιλοπάτορα Ἱστορίαις βασιλέων ἐρωμένας ἀναγράφων φησίν·
Φιλίππου τοῦ Μακεδόνας αὐξήσαντος Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς καὶ γεννῆσαι Ἀρριδαῖον τὸν μετ’ Ἀλέξανδρον βασιλεύσαντα, Δημητρίου δὲ τοῦ Πολιορκητοῦ μετὰ τὰς προειρημένας Μανίαν, Ἀντιγόνου δὲ Δημώ, ἐξ ἧς Ἀλκυονέα γεννηθῆναι, Σελεύκου δὲ τοῦ νεωτέρου Μύσταν καὶ Νῦσαν.
ʽ Ἡρακλείδης δὲ ὁ Λέμβος ἐν τῇ ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν Δημὼ φησιν ἐρωμένην γενέσθαι τοῦ Δημητρίου· ᾗ ἐπιμανῆναι καὶ τὸν πατέρα αὐτοῦ Ἀντίγονον καὶ ἀποκτεῖναι Ὀξύθεμιν ὡς καὶ πολλὰ συνεξαμαρτάνοντα τῷ Δημητρίῳ, καὶ ὅτι ἀπέκτεινε τὰς τῆς Δημοῦς θεραπαίνας στρεβλῶν.