Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ἔθος δ’ ἦν Ἀθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις, ὡς Κηφισόδωρος μὲν ἐν Τροφωνίῳ φησίν

ἔπειτ’ ἀλείφεσθαι τὸ σῶμά μοι· πρίω μύρον ἴρινον καὶ ῥόδινον, ἄγε μοι, Ξανθία· καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκκαριν.
Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι·
ἐν θαλάμῳ μαλακῶς κατακείμενον ἐν δὲ κύκλῳ νιν
παρθενικαὶ τρυφεραί, χλιδαναὶ μάλα καὶ κατάθρυπτοι, τὸνπόδ’ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.
ἐν δὲ Προκρίδι λέγει τις πῶς δεῖ ἐπιμελεῖσθαι τοῦ τῆς Προκρίδος κυνὸς ὡς περὶ ἀνθρώπου τοῦ κυνὸς τὸν λόγον ποιούμενος· οὐκοῦν
ὑποστορεῖτε μαλακῶς τῷ κυνί κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων ἐρίων, ἄνωθεν δ’ ἐπιβαλεῖτε ξυστίδα. β. Ἄπολλον. α. εἶτα χόνδρον αὐτῷ δεύσετε γάλακτι χηνός. β. Ἡράκλεις. α. καὶ τοὺς πόδας ἀλείψετ’ αὐτοῦ τῷ Μεγαλλείῳ ὁ μύρῳ.
Ἀντιφάνης δὲ ἐν μὲν Ἀλκήστιδι ἐλαίῳ τινὰ ποιεῖ χριόμενον τοὺς πόδας, ἐν δὲ Μητραγύρτῃ φησί·
τήν τεπαῖδ’ ἀλείμματα παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας ἐκέλευ’ ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα, ὡς θᾶττον ἡ παῖς δ’ ἥψατ’ αὐτοῦ τῶν ποδῶν ἔτριψὲ τ᾽, ἀνεπήδησεν.
καὶ ἐν Ζακυνθίῳ·
εἶτ’ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω; τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποεῖς παθεῖν, μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας, πῶς οὐχὶ σεμνόν ἐστιν;
καὶ ἐν Θορικίοις·
λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; β. ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ;· Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα· ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ; τὸν αὐχένα ---
Ἀναξανδρίδης δὲ ἐν Πρωτεσιλάῳ·
μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
καὶ τὸν ἐπὶ Θεμιστοκλέους δὲ βίον Τηλεκλείδης ἐν Πρυτάνεσιν ἁβρὸν ὄντα παραδίδωσι. Κρατῖνὸς τ’ ἐν Χείρωσι τὴν τρυφὴν ἐμφανίζων τὴν τῶν παλαιτέρων φησὶν
ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ’ οὖς ἐθάκει, μετὰ χερσὶ δὲ μῆλον ἕκαστος ἔχων σκίπωνὰ τ’ ἠγόραζον.