Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Κλύτος δ’ ὁ Ἀριστοτελικὸς ἐν τοῖς περὶ Μιλήτου Πολυκράτην φησὶ τὸν Σαμίων τύραννον ὑπὸ τρυφῆς τὰ πανταχόθεν συνάγειν, κύνας μὲν ἐξ ἠπείρου, αἶγας δὲ ἐκ Σκύρου, ἐκ δὲ Μιλήτου πρόβατα, ὗς δ’ ἐκ Σικελίας. Ἄλεξις δ’ ἐν τρίτῳ Σαμίων ῝ Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ’ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ’ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς, μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. ἐκ πάντων οὖν τούτων ἄξιον θαυμάζειν τὸν τύραννον ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. πρῶτος δ’ ὁ Πολυκράτης καὶ ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμαίνας ἐκάλεσεν. Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν

ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά, ὅθεν τῷ τ’ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στενωπή τις ἦν γυναικῶν δημιουργῶν πλήθουσα καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα· τὰ δὲ Σαμίων ἄνθη γυναικῶν καὶ ἀνδρῶν κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις ---καὶ ταῦτα μὲν ὁ Κλέαρχος, οἶδα δὲ κἀγὼ παρὰ τοῖς ἐμοῖς ᾽ Ἀλεξανδρεῦσιν λαύραν τινὰ καλουμένην μέχρι καὶ νῦν Εὐδαιμόνων, ἐν ᾗ πάντα τὰ πρὸς τρυφὴν ἐπωλεῖτο,

Ἀλκισθένην δὲ τὸν Συβαρίτην φησὶν Ἀριστοτέλης ἐν τοῖς Θαυμασίοις ὑπὸ τρυφῆς ἱμάτιον τοιοῦτον κατασκευάσασθαι τῇ πολυτελείᾳ ὡς

προτίθεσθαι αὐτὸ ἐπὶ Λακινίου ἐν τῇ πανηγύρει τῆς Ἥρας, εἰς ἣν συμπορεύονται πάντες Ἰταλιῶται, καὶ τῶν δεικνυμένων μάλιστα πάντων ἐκεῖνο θαυμάζεσθαι. οὗ φασι κυριεύσαντα Διονύσιον τὸν πρεσβύτερον ἀποδόσθαι Καρχηδονίοις ρ’ καὶ κ’ ταλάντων, ἱστορεῖ δὲ καὶ Πολέμων περὶ αὐτοῦ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν Καρχηδόνι Πέπλων. περὶ δὲ Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τῆς τούτου. τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῇ ἕκτῃ ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίστης, φησίν,
ἀπὸ μὲν Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο.
᾽ εἵποντο γοῦν αὐτῷ χίλιοι μάγειροι καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος διὰ τῆς ἑβδόμης. περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις πληροῦσθαί φησιν παρ’ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων. καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν Βίων γράφει οὕτως·
Διονύσιος δ’ ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλλοις καὶ ῥόδοις
μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους· καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοιγαροῦν μετ’ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθ’ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς· καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς, καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν· ὅθεν πρὸς τὴν ἀνόσιον ἀρὰν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵν’ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος· οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.

Διόδωρος δ’ ὁ Σικελιώτης ἐν τοῖς περὶ

Βιβλιοθήκης Ἀκραγαντίνους φησὶ κατασκευάσαι Γέλωνι κολυμβήθραν πολυτελῆ τὸ περίμετρον ἔχουσαν σταδίων ζ᾽, βάθος δὲ πηχῶν κ᾽, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι καὶ πολλοὺς παρέχεσθαι ἰχθῦς εἰς τὴν τρυφὴν καὶ ἀπόλαυσιν τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν, ὡς γίνεσθαι ἐπιτερπεστάτην τὴν θέαν. ὕστερον δὲ αὕτη διεφθάρη καταχωσθεῖσα. Δοῦρις δὲ ἐν τῇ δ’ τῶν περὶ Ἀγαθοκλέα καὶ πλησίον Ἱππωνίου πόλεως ἄλσος τι δείκνυσθαι κάλλει διάφορον καὶ κατάρρυτον ὕδασιν, ἐν ᾧ καὶ τόπον τινὰ εἶναι καλούμενον Ἀμαλθείας Κέρας, ὃ τὸν Γέλωνα κατασκευάσαι. Σιληνὸς δ’ ὁ Καλακτῖνος ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶν κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν ʽ Ἱέρωνα τὸν βασιλέα, ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων, ὥς φησιν Καλλίας ἐν ὀγδόῃ τῶν περὶ Ἀγαθοκλέα Ἱστοριῶν. Ποσειδώνιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν περὶ Δαμοφίλου λέγων τοῦ Σικελιώτου, δι’ ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα·
τρυφῆς οὖν
δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς.

Δημήτριος δ’ ὁ Φαληρεύς, ὥς φησι Δοῦρις ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν, χιλίων καὶ διακοσίων ταλάντων κατ’ ἐνιαυτὸν κύριος γενόμενος καὶ ἀπὸ τούτων βραχέα δαπανῶν εἰς τοὺς στρατιώτας καὶ τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ. τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν, θοίνας καθ’ ἑκάστην ἡμέραν λαμπρὰς ἐπιτελῶν καὶ πλῆθός τι συνδείπνων ἔχων. καὶ ταῖς μὲν δαπάναις ταῖς εἰς τὰ δεῖπνα τοὺς Μακεδόνας ὑπερέβαλλε, τῇ δὲ καθαρειότητι Κυπρίους καὶ Φοίνικας· ῥάσματά τε μύρων ἔπιπτεν ἐπὶ τὴν γῆν, ἀνθινά τε πολλὰ τῶν ἐδαφῶν ἐν τοῖς ἀνδρῶσιν κατεσκευάζετο διαπεποικιλμένα ὑπὸ δημιουργῶν, ἦσαν δὲ καὶ πρὸς γυναῖκας ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς Δημήτριος καὶ τοὺς βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως, τήν τε τρίχα τὴν ἐπὶ τῆς κεφαλῆς ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασιν ἐγχρίων ἑαυτόν ἠβούλετο γὰρ τὴν ὄψιν ἱλαρὸς καὶ τοῖς ἀπαντῶσιν ἡδὺς φαίνεσθαι.

ἐν δὲ τῇ πομπῇ τῶν Διονυσίων ἣν ἔπεμψεν ἄρχων γενόμενος, ᾖδεν ὁ χορὸς εἰς αὐτὸν ποιήματα Καστορίωνος τοῦ Σολέως, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο
ἐξόχως δ’ εὐγενέτας ἡλιόμορφος ζαθέοις ἄρχων σε τιμαῖσι γεραίρει.
Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων
Δημήτριος,
φησίν,
ὁ Φαληρεὺς Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπ’ Ἀντιπάτρου αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων ὡς τὰ ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος μέγα ᾽ἴσχυσεν. καὶ κατ’ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. ὡς δ’ ἐπλούτησε, Μοσχίωνα τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν ἐωνήσατο, καὶ τοσαῦτα ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθ’ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν
ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο παῖδάς τε ἐλευθέρους ὕβριζεν καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν, καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε μετ’ ἄριστον αὐτοῦ.
περιπατήσαντος παρὰ τοὺς Τρίποδας συνῆλθον εἰς τὸν τόπον παῖδες οἱ κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν’ ὀφθεῖεν αὐτῷ,

Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ δεκάτῃ καὶ ἑκατοστῇ τῶν Ἱστοριῶν Λεύκολλον φησιν ἀφικόμενον εἰς Ῥώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν Ῥωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν βασιλέων πλοῦτον Μιθριδάτου καὶ Τιγράνου, διαβόητος δ’ ἦν παρὰ Ῥωμαίοις καὶ Σίττιος ἐπὶ τρυφῇ καὶ μαλακίᾳ, ὥς φησι Ῥουτίλιος. περὶ γὰρ Ἀπικίου προειρήκαμεν. Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι. διόπερ καὶ Ἆγις ἐπὶ Λύσανδρον ἔφη ὅτι

δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.
Θεόπομπος δὲ ἐν τῇ δεκάτῃ τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι
φιλόπονος· ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης
κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις ἀκαίροις χρησάμενος.

οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιόν τὸν Ἐφέσιον ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις. οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπ’ αὐτοῦ ἐπιτελουμένοις ἔργοις·

ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν.
καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν
ῥαβδοδίαιτος ἀνήρ.
ἐπέγραψεν δ’ ἐπὶ πολλῶν ἔργων αὐτοῦ καὶ τάδε·
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν Παρράσιος κλεινῆς πατρίδος ἐξ Ἐφέσου. οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὃς ῥὰ μ’ ἔφυσε γνήσιον, Ἑλλήνων πρῶτα φέροντα τέχνης.
ηὔχησε δ’ ἀνεμεσήτως ἐν τούτοις·
εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
χειρὸς ὑφ’ ἡμετέρης· ἀνυπέρβλητος δὲ πέπηγεν οὖρος. ἀμώμητον δ’ οὐδὲν ἔγεντο βροτοῖς.
ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς· εἶχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλ’ οὐδὲ τὰ κατὰ τήν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι·
οἷος δ’ ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ δι’ ὕπνου, τοῖος ὅδ’ ἐστὶν ὁρᾶν.

καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀντεποιήσαντο· καὶ ἥ γε Κυρηναικὴ καλουμένη ἀπ’ Ἀριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν

ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ’ ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ’ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες. ὡμολόγησεν δὲ αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐβίωσεν ἐν πάσῃ τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. Ἡγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ’ αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἶναι.
ἐκείνη τε γάρ,
ἔφησεν,
ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι’ ἡμᾶς, αὕτη τε τήμερον καὶ ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.
καὶ ἐν ἄλλοις δὲ φησιν ὁ Ἡγήσανδρος·
Ἀρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ’ ἐπὶ τῷ ἀνέχεσθαι ὑπ’ Ἀντιφῶντος, ᾽ εἰ δ᾽
ἁλιευόμενος ἐτύγχανον ἔφη,᾽ καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον;᾽
διέτριβεν δ’ ὁ Ἀρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν διὸ καὶ ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἀρετῆς καὶ τῆς Ἡδονῆς εἰσῆγεν. ὁ δ’ Ἀρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν
ἔχω καὶ οὐκ ἔχομαι.
καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς τῶν τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι·
κἀν βακχεύμασιν οὖσ’ ἥ γε σώφρων οὐ διαφθαρήσεται.
κωμῳδῶν δὲ αὐτὸν Ἄλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε·
ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις, ὣς φασ᾽, Ἀρίστιππος, σοφιστὴς εὐφυής, μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων, τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ πάνυ ἐξέμαθε, τὴν δ’ ἀρτηρίαν συνήρπασεν.
Ἀντιφάνης δ’ ἐν Ἀνταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν·
α. ὦ τάν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσὶ ὁ γέρων; β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικὸς λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, βαυκὶς τρυφῶσα τί μακρὰ δεῖ λέγειν; ὅλως αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ.

Ἀριστόξενος δ’ ὁ μουσικὸς ἐν τῷ Ἀρχύτα· βίῳ ἀφικέσθαι φησὶ παρὰ Διονυσίου τοῦ νεωτέρου πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν οἷς εἶναι καὶ πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ. ὄντα δὲ γνώριμον τῷι Ἀρχύτᾳ καὶ φιλοσοφίας οὐ παντελῶς ἀλλότριον ἀπαντᾶν εἰς τὰ τεμένη καὶ συμπεριπατεῖν τοῖς περὶ τὸν Ἀρχύταν ἀκροώμενον τῶν λόγων, ἐμπεσούσης δέ ποτε ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν ἔφη ὁ Πολύαρχος·

ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνεν ἐπισκοποῦντι κομιδῇ ἄτοπον τὸ τῶν ἀρετῶν τούτων
κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος ι τὸ δὲ ἀντιτείνειν καὶ καταδουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ’ ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι τίς ποτε ἐστὶν ἡ τῆς ἀνθρωπίνης φύσεως σύστασις. τεκμήριον δ’ ἰσχυρὸν εἶναι τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι καὶ τοῦτο νομίζειν τέλος εἶναι τῆς ἐξουσίας, τὰ δὲ ἄλλα πάντα σχεδὸν ἁπλῶς εἰπεῖν ἐν παρέργου τίθεσθαι χώρᾳ. προφέρειν δ’ ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς καὶ εἲ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν τυγχάνει· πρότερον δὲ τούς τε Λυδῶν καὶ τοὺς Μήδων καὶ ἔτι ἀνώτερον καὶ τοὺς Σύρων οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονὴν καὶ μάλα ὀρθῶς, ταχὺ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐμπίπλαται τῶν χρονιζουσῶν ἡδονῶν, κἂν ὦσιν σφόδρα διηκριβωμέναι· ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον. διὰ ταύτην δὲ τὴν αἰτίαν πολλὰ μὲν ἐξευρεθῆναι βρωμάτων εἴδη, πολλὰ δὲ πεμμάτων, πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων
καὶ στρωμάτων καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ἡ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως ι ὃ δὴ πεπονθέναι δοκεῖ ὅ τε χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων, ὅσα καὶ κατὰ τὰς ἀπεργαζομένας τέχνας διηκριβωμένα φαίνεται.

εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα.

πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. δεύτερον δέ,
φησί,
τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ ἥ τε Ἀσία ὅλη χορηγεῖ. τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον. ὅτι μὲν οὖν περιμάχητός ἐστιν ὁ τοιοῦτος βίος φανερὸν ἐκ τῶν συμβεβηκότων. Σύρους μὲν γὰρ Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων ἀφείλαντο τὴν βασιλείαν οὐκ ἄλλου τινὸς ἕνεκα ἢ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν αὕτη δ’ ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις.
οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος· καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἶναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής, πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καὶ πού τις καὶ ποιητὴς ἐφθέγξατο·
δικαιοσύνας τὸ χρύσεον πρόσωπον.
καὶ πάλιν ·
τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.
ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα, ὥστε παρ’ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ Ἐγκράτειαν ἐπεισεκόμισαν καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχὴν ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς.

καὶ Δοῦρις δέ φησιν ἐν τῇ κγ’ τῶν Ἱστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς

μέθης, διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα·
οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων.
καὶ τὸν θάνατον δ’ ἀποσημαίνων τοῦ βασιλέως φησίν
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα,
δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ’ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον. φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς, Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐταῦ Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.

οὐ μόνος δ’ Ἀρίστιππος καὶ οἱ ἀπ’ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ Ἐπίκουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι. φησὶν γάρ

οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι’ ἀφροδισίων,
ἀφαιρῶν δὲ τὰς δι’ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ’ ὄψιν ἡδείας κινήσεις.
καὶ Μητρόδωρος ἐν ταῖς Ἐπιστολαῖς φησιν
περὶ γαστέρα, ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπουδήν. καὶ ὁ Ἐπίκουρος δέ φησιν ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ κτὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.
κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησὶν
τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· ἐὰν δὲ μὴ παρασκευάζῃ, χαίρειν ἐατέον,
σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς καὶ θεραπαίνης τάξιν ἐπέχουσαν. κἀν ἄλλοις δέ φησιν
προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.

καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντα ἄριστοι Ἀλκαῖον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δι’ ἃς εἰσηγοῦντο ἡδονάς. ὁμοίως δὲ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς Ἐπικουρείους, Ἀντίοχος δὲ ὁ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὑτοῦ βασιλείας, γράψας τάδε

βασιλεὺς Ἀντίοχος Φανίᾳ. ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδ᾽
ἐν τῇ χώρᾳ. πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἶναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων, ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλλάσσωνται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἐὰν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι διότι κρεμήσονται, καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ ἄλλως γίνηται.
τῆς δ’ ἡδονῆς πρὸ Ἐπικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν Ἀντιγόνῃ τοιαῦτα εἰπών
τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ ᾽ ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ’ ἔχων ἐὰν δ’ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.

καὶ λύκων δὲ ὁ περιπατητικός, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος, κατ’ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο. ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ πολλῇ χρώμενος. χωρὶς

γὰρ τῶν παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶν καὶ μαγείρων ὄχλος τοσοῦτος ἦν ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαβουμένους προσάγειν. ἔδει γὰρ ἄρξαι τε τὴν νομιζομένην ἐν τῷ περιπάτῳ ἀρχὴν αὕτη δ’ ἦν ἐπὶ τῆς εὐκοσμίας τῶν ἐπιχειρούντων τριάκονθ’ ἡμέρας, εἶτα τῇ ἕνῃ καὶ νέᾳ λαβόντα ἀφ’ ἑκάστου τῶν ἐπιχειρούντων ἐννέα ὀβολοὺς ὑποδέξασθαι μὴ μόνον αὐτοὺς τοὺς τὴν συμβολὴν εἰσενεγκόντας, ἀλλὰ καὶ οὓς παρακαλέσειεν ὁ Λύκων, ἔτι δὲ καὶ τοὺς ἐπιμελῶς συναντῶντας τῶν πρεσβυτέρων εἰς τὴν σχολήν, ὥστε γίνεσθαι μηδὲ εἰς τὸν μυρισμὸν καὶ τοὺς στεφάνους ἱκανὸν τὸ ἐκλεγόμενον ἀργύριον ἱεροποιῆσαί τε καὶ τῶν Μουσείων ἐπιμελητὴν γενέσθαι, ἃ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἶναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα. καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ’ ἐθισμὸς ἱκανῶς ἦν ἄτοπος, οὐ γὰρ ἵνα συρρυέντες
ἐπὶ τὸ αὐτὸ τῆς ἕως τοῦ ὀρθρίου γενομένης τραπέζης ἀπολαύσωσιν ἢ χάριν ἐξοινίας ἐποιήσαντο τὰς συνόδους ταύτας οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, ἀλλ’ ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες καὶ μουσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον, ἕνεκεν ἀνέσεως καὶ φιλολογίας, ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι, ὁ δὲ Λύκων ὑπ’ ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτῳ τῆς πόλεως τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἶχεν εἰκοσίκλινον οἶκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς. ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.

περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει·

τῷ εὐδαιμονικῷ καλου μένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι.
διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ·
ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔδων, Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν Ἐφεσήια γράμματα καλά.

πόσῳ γὰρ τούτων βελτίων Γοργίας ὁ Λεοντῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν Βίων ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρι’ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν,

οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.
Δημήτριος δὲ ὁ Βυζάντιος ἐν τετάρτῳ περὶ Ποιημάτων
Γοργίας,
φησίν,
ὁ Λεοντῖνος ἐρωτηθεὶς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλείω τῶν ρ’ ἐτῶν, ἔφη ᾽ τὸ μηθὲν πώποτε ἑτέρου ἕνεκεν πεποιηκέναι.᾽
Ὦχος δὲ πολλῷ χρόνῳ τὴν βασιλείαν καὶ τὴν λοιπὴν περὶ τὸν βίον χορηγίαν διαρκῆ κτησάμενος,
ὡς τελευτῶντος ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτ’ ἔτη διαφυλάξειεν τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτο μιμοῖτο,
τὰ δίκαια πράττων,
εἶπε,
πρὸς ἅπαντας ἀνθρώπους καὶ θεούς.
Καρύστιος δ’ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς Ὑπομνήμασιν
Κηφισόδωρος,
φησίν,
ὁ Θηβαῖος Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ’ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.