Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

δέπαστρον. Σιληνὸς καὶ Κλείταρχος ἐν Γλώσσαις παρὰ Κλειτορίοις τὰ ποτήρια καλεῖσθαι. Ἀντίμαχος δ’ ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί·

πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε ῥεξέμεν ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες· νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ χρυσείῃ προχόῳ.
καὶ πάλιν
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα οἰσόντων χρύσεια, τὰ τ’ ἐν μεγάροισιν ἐμοῖσι κείαται.
κἀν τοῖς ἑξῆς δέ φησι·
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.

δακτυλωτὸν ἔκπωμα οὕτως καλούμενον παρὰ Ἴωνι ἐν Ἀγαμέμνονι·

οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μὲν ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν.
Ἐπιγένης μὲν οὖν ἀκούει τὸ ἄμφωτον ποτήριον, εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν· ἄλλοι δὲ τὸ ἐν κύκλῳ τύπους ἔχον οἷον δακτύλους, ἢ τὸ ἔχον ἐξοχὰς οἷα τὰ Σιδώνια ποτήρια, ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικὸν
ἄπυρον κατέθηκε λέβητα,
τὸ ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας, περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ὑπερφυῆ ἱστοροῦνται κέρατα ἔχειν· περὶ ὧν τῆς κατασκευῆς Θεόπομπος ἱστορεῖ. ἐξ
ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη.
βέλτιον δὲ λέγειν,
φησὶν ὁ Δίδυμος ἐν τῷ τοῦ δράματος ἐξηγητικῷ,
ὅτι παρήκουσεν Ἴων Ὁμήρου λέγοντος·
πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.
ἔδοξε γὰρ ἔκπωμα εἶναι· ἐστὶ δὲ χαλκίον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δ’ οἷον κύκλῳ τὴν φιάλην κοιλότητας· ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας· οὐ γὰρ γίνεται διὰ πυρός. λέγοι δ’ ἂν ἴσως κατὰ μεταφορὰν ἔκπωμα τὴν φιάλην.
Φιλήμων δ’ ἐν τοῖς Ἀττικοῖς Ὀνόμασιν ἢ Γλώτταις προθεὶς καλπίς φησι·
. δακτυλωτὸν ἔκπωμα καὶ τὸ ἄμφωτον, εἰς ὅ ἐστιν οἷόν τε τοὺς δακτύλους ἑκατέρωθεν διείρειν. οἱ δὲ τὸ ἔχον κύκλῳ δακτυλοειδεῖς τύπους τινάς.

Ἐλέφας. οὕτως ἐκαλεῖτο ποτήριόν τι, ὡς Δαμόξενός φησιν ἐν Αὑτὸν πενθοῦντι

εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; α. ῥυτὸν
δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς, Ἄλκωνος ἔργον. προὔπιεν δὲ μοί ποτε ἐν Κυψέλοις Ἀδαῖος. -
μνημονεύει τοῦ ποτηρίου τούτου καὶ Ἐπίνικος ἐν Ὑποβαλλομέναις, οὗ τὸ μαρτύριον παρέξομαι ἐν τῷ περὶ τοῦ ῥυτοῦ λόγῳ.

ἔφηβος , τὸ καλούμενον ποτήριον ἐμβασικοίταν οὕτως φησὶ καλεῖσθαι Φιλήμων ὁ Ἀθηναῖος ἐν τῷ περὶ Ἀττικῶν Ὀνομάτων ἢ Γλωσσῶν. στέφανος δ’ ὁ κωμικὸς ἐν Φιλολάκωνί φησι·

τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά. β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν. β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.

ἡδυποτάδες. ταύτας φησὶν ὁ Σάμιος Λυγκεὺς Ῥοδίους ἀντιδημιουργήσασθαι πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν αὐτὰς τοῖς πλουσίοις διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. μνημονεύει δ’ αὐτῶν καὶ Ἐπιγένης ἐν Ἡρωίνῃ διὰ τούτων

ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα, ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
Σῆμος δ’ ἐν πέμπτῃ Δηλιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικός, ἧς μνημονεύει καὶ ἐν τῇ η . Κρατῖνος δ’ ὁ νεώτερός φησι·
παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.

Ἡράκλειον. Πείσανδρος ἐν δευτέρῳ Ἡρακλείας τὸ δέπας ἐν ᾧ διέπλευσεν ὁ Ἡρακλῆς τὸν ᾽ Ὠκεανοῦ εἶναι μέν φησιν Ἡλίου, λαβεῖν δ’ αὐτὸ παρ’ ᾽ κεανοῦ τὸν Ἡρακλέα. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις ὁ ἥρως, διὰ τὸ μέγεθος παίζοντες οἱ ποιηταὶ καὶ συγγραφεῖς πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. Πανύασις δ’ ἐν πρώτῳ ʽ Ἡρακλείας παρὰ Νηρέως φησὶ τὴν τοῦ ʽ Ἡλίου φιάλην κομίσασθαι τὸν Ἡρακλέα καὶ διαπλεῦσαι εἰς Ἐρύθειαν. ὅτι δὲ εἷς ἦν ὁ Ἡρακλῆς τῶν πλεῖστον πινόντων προείπομεν. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορος μὲν οὕτως φησίν

ἀέλιος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε χρύσεον, ὄφρα δι’ ᾽ Ὠκεανοῖο περάσας ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδὰς τε φίλους. ὁ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
καὶ Ἀντίμαχος δ’ οὑτωσὶ λέγει·
τότε δὴ χρυσέῳ ἐν δέπαι ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια,
καὶ Αἰσχύλος ἐν Ἡλιάσιν
ἔνθ’ ἐπὶ δυσμαῖς τεοῦ πατρὸς Ἡφαιστοτευχὲς δέπας, ἐν τῷ διαβάλλει πολὺν οἰδματόεντα περίδρομον πόρον συθείς, μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν.

Μίμνερμος δὲ Ναννοῖ ὁ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου, λέγει δ’ οὕτως ·

ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα, οὐδὲ ποτ’ ἄμπαυσις γίγνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ᾽ ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, κοιίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσ’ ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ. ἔνθ’ ἐπεβήσεθ’ ἑῶν ὀχέων Ὑπερίονος υἱός.
Θεόλυτος δ’ ἐν δευτέρῳ ῝ Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δ’ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ ᾽ Ὠκεανοῦ ἐπιφέρει·
ὁ δ’ Ἡρακλῆς ἕλκεται ἐπ’ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ ὁ Ἥλιος παύσασθαι κελεύει, ὁ δὲ δείσας παύεται. ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον ὃ αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ ᾽ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην ἵν’ ἀνίσχει ὁ ἥλιος, ἔπειτα πορεύεται ʽ Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, ᾽ Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. ὁ δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας ᾽ Ὠκεανὸς παύσασθαι κελεύει.

ἠθάνιον. Ἑλλάνικος ἐν Αἰγυπτιακοῖς οὕτως γράφει·

Αἰγυπτίων ἐν τοῖς οἴκοις κεῖται φιάλη χαλκέη καὶ κύαθος χάλκεος καὶ ἠθάνιον χάλκεον.

ἡμίτομος ἔκπωμά τι παρ’ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν, φησὶν Πάμφιλος ἐν Γλώσσαις,

θηρίκλειος. ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ

θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ ·
γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν αἰεὶ ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἅνθρωπός ἐστιν.
ὅτι δὲ κύλιξ ἐστὶν ἡ θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ, διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί·
τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα ἂν διαγνῶναι πρὸς τὰς κεραμέας.
κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφ’ οὗ καὶ τοὔνομα ἔσχε, γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως ·
σπι. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα; ἆρ’ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς, οὐδὲν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω σ’ ἐγώ. γραῦ Θεολύτη, γραῦ. θεολ. τί με καλεῖς σύ, φίλτατε; σπι. ἵν’ ἀσπάσωμαι δεῦρο παρ’ ἐμέ, Θεολύτη, παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς. θεολ. Σπινθὴρ τάλας, πειρᾷς με. σπι. ναί, τοιοῦτό τι·
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι. δέξαι· πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ, παράδος τὸ περιόν.
Κλεάνθης δ’ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματὶ ᾽ τὰ τούτων· εὑρήματα καὶ ὅσα τοιαῦτα εὐκατάληπτά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς, Ἰφικρατίς, ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας, φαίνεται δ’ ἔτι καὶ νῦν· εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι ἄλλοι δ’ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ’ ὁ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ’ αὐτῶν.

μνημονεύει τοῦ ἐκπώματος καὶ Ἀντιφάνης ἐν Ὁμοίοις οὕτως

ὠς δ’ ἐδείπνησαν συνάψαι βούλομαι γὰρ τἀν μέσῳ καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν ---
καὶ Εὔβουλος ἐν μὲν Δόλωνι·
διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε· καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.
ἐν δὲ Κυβευταῖς·
ἄρτι μὲν μάλ’ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν σορόν κωθωνόχειλον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα, στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι εἷλκον Διὸς σωτῆρος.
Ἀραρὼς δ’ ἢ Εὔβουλος ἐν Καμπυλίωνι·
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
Ἄλεξις δ’ ἐν Ἱππεῖ·
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ ἔχουσα χρυσοῦν οὐ γὰρ ἐπίτηκτὸν τινα.
καὶ ἐν Ἱππίσκῳ.
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε κοίλην ὑπερθύουσαν.

Τίμαιος δ’ ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως·

Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκεν.
Ἀδαῖος δ’ ἐν τοῖς περὶ Διαθέσεως τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον.
ὅτι δὲ διαφέρει σαφῶς παρίστησι Καλλίξεινος ἐν τοῖς περὶ Ἀλεξανδρείας φάσκων τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. ὁποῖον δ’ ἐστὶ τὸ καρχήσιον ἐν τοῖς ἑξῆς λεχθήσεται. καλεῖται δέ τις καὶ θηρίκλειος κρατήρ, οὗ μνημονεύει Ἄλεξις ἐν Κύκνῳ·
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων ὃν λαβὼν ἐγὼ κενὸν τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις ἔστεψα.
θηλυκῶς δὲ τὴν θηρίκλειον εἶπε Μένανδρος ἐν Θεοφορουμέῃ·
μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
καὶ ἐν Μηναγύρτῃ·
προπίνων θηρίκλειον τρικότυλον
μίαν. καὶ Διώξιππος ἐν Φιλαργύρῳ·
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι. αἰσχ. εὖ οἶδα. α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων εἴωθα πίνειν.
πολέμων δ’ ἐν πρώτῳ περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως οὐδετέρως ὠνόμασεν εἰπών·
τὰ χρυσᾶ θηρίκλεια ὑπόξυλα Νεοπτόλεμος ἀνέθηκεν.

Ἀπολλόδωρος δ’ ὁ Γελῷος ἐν Φιλαδέλφοις ἢ Ἀποκαρτεροῦντί φησιν
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα, θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια ἕτερα.
Ἀριστοφῶν δ’ ἐν Φιλωνίδῃ·
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν οἶμαι, χρηστότητος οὕνεκα. εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
Θεόφιλος δ’ ἐν Βοιωτίᾳ·
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ τῶν θηρικλείων πῶς δοκεῖσ’ κεραννύει καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ ἄρας ἐνώμα.
ἐν δὲ Προιτίσι·
καὶ κύλικ’ ἀκράτου θηρίκλειον εἰσφέρει πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.

Ἴσθμιον. Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων Κυπρίους τὸ ποτήριον οὕτως καλεῖν.

κάδος. Σιμμίας ποτήριον, παρατιθέμενος Ἀνακρέοντος·

ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον.
Ἐπιγένης δ’ ἐν Μνηματίῳ φησίν
κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖ᾽. β. ἔστι γὰρ κρουνεῖα; α. ναί λουτήρι’ ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν; ὄψει γὰρ αὐτός. β. βασιλέως υἱὸν λέγεις Καρῶν ἀφῖχθαι; α. δηλαδὴ, Πιξώδαρον.
Ἡδύλος Ἐπιγράμμασι·
πίνωμεν καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος. ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε
παῖζε, Ἡδύλε.
μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
καὶ ἐν ἄλλῳ·
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτῶν πάλι Σωκλῆς εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις, εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον Σικελίδεω παίζει πουλὺ μελιχρότερον, ἐστὶ δὲ καὶ πολὺ δὴ στιβαρώτερος. ὡς δ’ ἐπιλάμπει ἡ χάρις, ὥστε φίλος καὶ γράφε καὶ μέθυε.
Κλείταρχος δ’ ἐν ταῖς Γλώσσαις τὸ κεράμιόν φησιν
Ἴωνας κάδον καλεῖν. Ἡρόδοτος δ’ ἐν τῇ τρίτῃ φοινικηίου, φησίν, οἴνου κάδον.

καδίσκος ;. Φιλήμων ἐν τῷ προειρημένῳ συγγράμματι ποτηρίου εἶδος. ἀγγεῖον δ’ ἐστὶν ἐν ᾧ τοὺς κτησίους Δίας ἐγκαθιδρύουσιν, ὡς Αὐτοκλείδης φησὶν ἐν τῷ Ἐξηγητικῷ γράφων οὕτως·

Διὸς κτησίου σημεῖα ἱδρύεσθαι χρὴ ὧδε· καδίσκον καινὸν δίωτον ἐπίθημα ἔχοντα στέψαι τὰ ὦτα ἐρίῳ λευκῷ καὶ ἐκ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ ἐκ τοῦ μετώπου ---τοῦ κροκίου, καὶ ἐσθεῖναι ὅ τι ἂν εὕρῃς καὶ εἰσχέαι ἀμβροσίαν. ἡ δ’ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία· ἅπερ ἔμβαλε.
μνημονεύει τοῦ καδίσκου καὶ Στράττις ὁ κωμικὸς ἐν Λημνομέδᾳ λέγων οὕτως·
Ἑρμῆς, ὃν ἕλκουσ’ οἱ μὲν ἐκ προχοιδίου, οἱ δ’ ἐκ καδίσκου σ’ ἴσον ἴσῳ κεκραμένον.

κάνθαρος . ὅτι μὲν πλοίου ὄνομα κοινόν, ὅτι δὲ καὶ ποτήριόν τι οὕτω καλεῖται Ἀμειψίας ἐν Ἀποκοτταβίζουσί φησι·

ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους.
Ἄλεξις δ’ ἐν Κρατείᾳ ὁ δὲ λόγος περί τινος ἐν καπηλείῳ πίνοντος·
εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον· καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα τε καὶ γύλιον αὐτοῦ.
Εὔβουλος δ’ ἐν Παμφίλῳ πολλάκις μεμνημένος τοῦ ὀνόματός φησιν·
ἐγὼ δὲ καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ τῆς οἰκίας καινὸν καπηλεῖον μέγα ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου, κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα ὀβολοῦ παραθεῖναὶ θ’ ὡς μέγιστον κάνθαρον.
καὶ πάλιν
ὁ δὲ κάνθαρος πάλαι κενὸς ξηραίνεται.
καὶ ἔτι·
ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ οἴεσθε μέγεθος ἐγκρυφίαν μέγαν πάνυ, καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον.
Ξέναρχος δ’ ἐν Πριάπῳ φησὶ τάδε·
σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν, εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον, παιδάριον, ἔγχει, νὴ Δί᾽ εἰς τὸν κάνθαρον.
Ἐπιγένης Ἡρωίνῃ·
ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες ---ὡσπερεὶ αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.

Σωσικράτης δὲ Φιλαδέλφοις ἐπὶ πλοίου, λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκίρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
ΦρύνιχοςΚωμασταῖς·
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
Νικόστρατος Διαβόλῳ·
ἡ ναῦς δὲ πότερον εἰκόσορὸς ἐστ’ ἢ κύκνος ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι, αὐτὸς περανῶ τὰ πάντ᾽. β. ἀμέλει κυκνοκάνθαρος. ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος.ʼ
Μένανδρος δὲ Ναυκλήρῳ·
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος Θεόφιλος ἡμῖν, ὦ Στράτων, ὡς ἐς καλὸν
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον. στρ. ποῖον; τὸ πλοῖον; α. οὐδὲν οἶσθας, ἄθλιε.
καὶ μετ’ ὀλίγα·
στρ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; α. ἔγωγε μὴν τὴν ναῦν ἐκείνην ἣν ἐπόησε Καλλικλῆς ὁ Καλύμνιος, Εὐφράνωρ δ’ ἐκυβέρνα Θούριος.
πολέμων δ’ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν
Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.
ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα Φιλέταιρός φησιν ἐν Ἀχιλλεῖ·
Πηλεὺς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ, ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽.
ὅτι δὲ καὶ γυναικεῖον κοσμάριόν ἐστιν κάνθαρος Ἀντιφάνης εἴρηκεν ἐν Βοιωτίδι.

καρχήσιον. Καλλίξεινος ὁ Ῥόδιος ἐν τοῖς περὶ Ἀλεξανδρείας φησὶν ὅτι ποτήριόν ἐστιν ἐπίμηκες,

συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα, ἐστὶ δὲ ἱκανῶς ἐπίμηκες τὸ ποτήριον τὸ καρχήσιον, καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἀρχαιότατον δ’ ἐστὶ ποτήριον τὸ καρχήσιον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ ἔδωκε δῶρον αὐτὸ τῆς μίξεως, ὡς Φερεκύδης ἐν τῇ δευτέρᾳ ἱστορεῖ καὶ Ἡρόδωρος ὁ Ἡρακλεώτης. Ἀσκληπιάδης δ’ ὁ Μυρλεανὸς κεκλῆσθαί φησιν αὐτὸ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων.
τοῦ γὰρ ἱστοῦ τὸ μὲν κατωτάτω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὴν ληνόν, τὸ δ’ οἷον εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ τοῦτο κεραίας ἄνωθεν νευούσας ἐφ’ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον αὐτῷ θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς· αὗται δὲ προὔχουσι μικρὸν ἐπ’ εὐθείας ἐξωτέρω. ἐπὶ δὲ τοῦ θωρακίου εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα γιγνομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη.
μνημονεύει δὲ τῶν καρχησίων καὶ Σαπφὼ ἐν τούτοις ·
κῆνοι δ’ ἄρα πάντες καρχησία τ’ ἦχον κἄλειβον ἀράσαντο δὲ πάμπαν ἐσλὰ τῷ γαμβρῷ.
Κρατῖνος ἐν Διονυσαλεξάνδρῳ ·
στολὴν δὲ δὴ τίν’ εἶχεν; τοῦτό μοι φράσον. β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
Σοφοκλῆς Τυροῖ·
προσπτῆναι μέσην τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,
πρὸς τὴν τράπεζαν φάσκων προσεληλυθέναι τοὺς δράκοντας καὶ γενέσθαι περὶ τὰ σιτία καὶ τὰ καρχήσια. ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις ἐπὶ τῶν τραπεζῶν κεκραμένα τιθέναι ποτήρια, καθὰ καὶ Ὅμηρος ποιεῖ. ὠνομάσθη δὲ τὸ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κερχνοειδῆ, καὶ εἴρηται κατὰ ἐναλλαγὴν τοῦ ει πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους εἶπεν. Χάρων δ’ ὁ Λαμψακηνὸς ἐν τοῖς ῝ Ὥροις παρὰ Λακεδαιμονίοις φησὶν ἔτι καὶ εἰς αὐτὸν δείκνυσθαι τὸ δέπας τὸ δοθὲν Ἀλκμήνῃ ὑπὸ Διός, ὅτε Ἀμφιτρύωνι εἰκάσθη.

κάλπιον. ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι Πάμφιλος. εἶναι δ’ αὐτὸ οἷόν ἐστι τὸ σκαφίον.

κελέβῃ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει·

ἄγε δή, φέρ’ ἡμίν, ὦ παῖ, κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκ’ ἐγχέας ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους.
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ’ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην· τὴν κελέβην εἶναι. Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι· καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί·
κήρυκας θ’ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο ἀσκὸν ἐνίπλειον κελέβειὸν θ’ ὅττι φέριστον οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
καὶ πάλιν·
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἦεν.
ἀλλαχοῦ δέ φησιν·
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη.
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ’ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ·
καὶ Εὐφορίων
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Ἀνακρέων
ᾠνοχόει δ’ ἀμφίπολος μελιχρὸν οἶνον τρικύαθον κελέβην ἔχουσα.
Διονύσιος δ’ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.

κέρας. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν ἀφ’ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δ’ ἐν ᾧ κιρνᾶται ὁ οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος, οἱονεὶ κερατήρ,

ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευή, καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν ποιητῶν δὲ πολλοὶ παράγουσι πίνοντας τοὺς ἀρχαίους κέρασι. Πίνδαρος μὲν ἐπὶ τῶν Κενταύρων λέγων
ἀνδροδάμαντα δ’ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέ οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο.
καὶ Ξενοφῶν δ’ ἐν τῇ ζ’ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως·
ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετ’ αὐροῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον.
ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι·
κατακείμενοι δ’ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις.
Αἰσχύλος δ’ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων·
ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
καὶ Σοφοκλῆς Πανδώρᾳ·
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας τρίψει γέμοντα μαλθακῆς ὑπ’ ὠλένης.
Ἕρμιππος Μοίραις
οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ ταῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
Λυκοῦργος δ’ ὁ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρ’ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας· καὶ Φιλόξενος δ’ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν
πίνετο νεκτάρεον πόμ’ ἐν χρυσέαις προτομαῖς ταύρων κεραστῶν, ἐβρέχοντο δὲ κατὰ μικρόν.
Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως.., ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει ἣ τὰ ἀναθήματα περιέχει·
κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεστι ἀργυρᾶ.

κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους, ἐν οἷς, φησίν, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται, ὡς ἱστορεῖ Ἀμμώνιος ἐν γ περὶ Βωμῶν καὶ Θυσιῶν.