Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε·

πρὶν μὲν εἷρπε σχοινοτένειά τ’ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις.
ταῦτα σημειώσαιτ’ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι, καὶ ὁ εἰς τὴν Δήμητρα δὲ τὴν ἐν Ἑρμιόνῃ ποιηθεὶς τῷ Λάσῳ ὕμνος
ἄσιγμός ἐστιν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τρίτῳ περὶ μουσικῆς, οὗ ἐστιν ἀρχή
Δάματρα μέλπω Κόραν τε Κλυμένοι᾽ ἄλοχον. ἔστιν

εὐπορῆσαι καὶ ἄλλων γρίφων ἐν Φανερᾷ γενόμαν, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δ’ ἔστ’ ἀριθμοῖο πάις.
φανερᾷ μὲν οὖν λέγει τῇ Δήλῳ, ἥτις ὑπὸ θαλάσσης περιέχεται, μήτηρ δ’ ἡ Λητώ, ἥτις Κοίου ἐστὶ θυγάτηρ Μακεδόνες δὲ τὸν ἀριθμὸν κοῖον προσαγορεύουσι. καὶ ἐπὶ τῆς πτισάνης·
κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε.
πεποίηται δὲ τῆς πτισάνης τοὔνομα ἀπὸ τοῦ πτίσσειν καὶ ἀνεῖν. καὶ ἐπὶ τοῦ κοχλίου· φέρεται δὲ τοῦτο καὶ ἐν τοῖς Τεύκρου Ὁρισμοῖς·
ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματά τ’ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα.
Ἀντιφάνης δ’ ἐν Αὑτοῦ ἐρῶντί φησι·
τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω.
Ἀναξανδρίδης Αἰσχρᾷ·
ἀρτίως διηρτάμηκε, καὶ ‘τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτῳ στέγᾳ’· Τιμόθεος ἔφη ποτ᾽, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
Τιμοκλῆς δ’ ἐν Ἥρωσιν
ὡς δ’ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα β. περιέργως γε, νὴ τὸν οὐρανὸν ἐξὸν φράσαι τράπεζα συντόμως.
Πλάτων δ’ ἐν τῷ Ἀδώνιδι χρησμὸν δοθῆναι λέγων Κινύρᾳ ὑπὲρ Ἀδώνιδος τοῦ υἱοῦ φησιν
ὦ Κινύρα, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε πάντων ἀνθρώπων, δύο δ’ αὐτὸν δαίμον’ ὀλεῖτον, ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ’ ἐλαύνων.
λέγει δ’ Ἀφροδίτην καὶ Διόνυσον ἀμφότεροι γὰρ ἤρων τοῦ Ἀδώνιδος. καὶ τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν
ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται καὶ ἀν’ αἰθέρα καὶ κατὰ πόντον ἀλλ’ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὑτοῦ.

γριφώδη δ’ ἐστὶ καὶ Σιμωνίδῃ ταῦτα πεποιημένα, ὥς φησι Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν τῷ περὶ Σιμωνίδου·

μιξονόμου τε πατήρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς
πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα.
φασὶ δ’ οἱ μὲν ἐπί τινος τῶν ἀρχαίων ἀναθημάτων ἐν Χαλκίδι τοῦτ’ ἐπιγεγράφθαι, πεποιῆσθαι δ’ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον, οἱ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον ἐπειργασμένον εἰρῆσθαι, καὶ εἶναι τὸν βουφόνον καὶ τοῦ Διονύσου θεράποντα τὸν διθύραμβον. οἱ δέ φασιν ἐν Ἰουλίδι τὸν τῷ Διονύσῳ θυόμενον βοῦν ὑπό τινος τῶν νεανίσκων παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν τὸν οὖν Σιμωνίδην ἔτι νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν, ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ προειρημένον πρόβλημα, τὸν μὲν γὰρ τοῦ ἐρίφου πατέρα τὸν ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ καὶ Διονύσου θεράποντα τὸν πέλεκυν. πεποίηκε δὲ καὶ ἕτερον ἐπίγραμμα ὁ Σιμωνίδης ὃ παρέχει τοῖς ἀπείροις τῆς ἱστορίας ἀπορίαν·
φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ.
λέγεται δὲ ἐν τῇ Καρθαίᾳ ὁ διατρίβοντα αὐτὸν διδάσκειν τοὺς χορούς, εἶναι δὲ τὸ χορηγεῖον ἄνω
πρὸς Ἀπόλλωνος ἱερῷ οὐ μακρὰν τῆς θαλάσσης. ὑδρεύεσθαι οὖν καὶ τοὺς ἄλλους καὶ τοὺς περὶ τὸν Σιμωνίδην κάτωθεν, ἔνθα ἦν ἡ κρήνη, ἀνακομίζοντος δ’ αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ μυθολογεῖσθαι τοῦτο δρᾶν ἐκεῖνον καὶ ναγεγράφθαι ἐν τῷ τοῦ Ἀπόλλωνος ἱερῷ τὸν Τρωικὸν μῦθον, ἐν ᾧ ὁ Ἐπειὸς ὑδροφορεῖ τοῖς Ἀτρείδαις, ὡς καὶ Στησίχορός φησιν
ᾤκτειρε γὰρ αὐτὸν ὕδωρ αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν.
ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγινομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν, τοῦτ’ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν,

τοιοῦτόν ἐστι καὶ τὸ Θεόγνιδος τοῦ ποιητοῦ·

ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.
σημαίνει γὰρ κόχλον. τοιοῦτον δ’ ἐστὶν καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος.
καὶ τὸ περιφερόμενον
πέντ’ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον,
ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· δίψῃ δ’ ἐξώλλυντο, ὕδωρ δ’ ὑπερεῖχε γενείου.

τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην ἅλμῃ κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως· ʽ τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετ’ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι· κομιδῇ γάρ ἐστι ταῦτά γὲ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας Γαστρολογίας ἐσπουδακότος· ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος ἢ ἰαμβεῖον εἰπόντι

τὸ ἐχόμενον ἕκαστον λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, ὅτι εἰς τὴν αὐτὴν εἶπε γνώμην ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα ἀπὸ τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας, ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἑκάστου λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δ’ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ καὶ τοὺς λοιποὺς ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μήνυμα· γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰκειότητος· ἐφ’ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους.᾽

ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε. καὶ ἃ προβάλλειν δεῖ τοιαῦτά τινα εἶναι ἡγοῦμαι· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς τὸ αὐτὸ στοιχεῖον καταλήγοντα

ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα. ἀλλ’ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα. ἀσπίδας εὐκύκλους λαισήιά τε πτερόεντα.
καὶ πάλιν ὁμοίως ἰαμβεῖα
ἀγαθὸς ἀνήρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.
Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε ·
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε.
ὁμοίως καὶ ἰαμβεῖα
εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε, ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.
Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η ·
ἡ μὲν ἄρ’ ὣς εἰποῦσ’ ἀπέβη γλαυκῶπις Ἀθήνη. ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης δῖ’ Ἀφροδίτη,
ἴαμβοι·
ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.
ἀπὸ τοῦ ī ἐπὶ τὸ ī Ὁμήρου·
Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι. Ἱππόλοχος δὲ μ’ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι.
ἀπὸ τοῦ ς εἰς τὸ ς
συμπάντων Δαναῶν, οὐδ’ ἢν Ἀγαμέμνονα εἴπῃς. σοφός ἐστιν ὁ φέρων τἀπὸ τῆς τύχης καλῶς.
ἀπὸ τοῦ ω εἰς τὸ ω ·
ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω. ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
προβάλλειν δὲ δεῖ καὶ στίχους ἀσίγμους οἷον· πάντ’ ἐθέλω δόμεναι καὶ ἔτ’ οἰκόθεν ἄλλ’ ἐπιθεῖναι. καὶ πάλιν στίχους Ὁμηρικοὺς ἀπὸ τῆς πρώτης συλλαβῆς καὶ τῆς ἐσχάτης δηλοῦντας ὄνομα οἷον
Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας.
Φυλείδης, ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς. ἰητῆρ’ ἀγαθώ, Ποδαλείριος ἠδὲ Μαχάων. Ἴων.
εἰσὶ καὶ ἄλλοι στίχοι Ὁμηρικοὶ δηλοῦντες σκευῶν ὀνόματα ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς οἶον·
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός, ὅλμος. μυθεῖται κατὰ μοῖραν ἅπερ κ’ οἴοιτο καὶ ἄλλος. μύλος. λυγρὸς ἐὼν μή που τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. λύρη.
ἄλλοι στίχοι δηλοῦντες ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ τέλους τῶν ἐδωδίμων τί ·
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος, ἄρτος. μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα, μῆλα.
ἐπεὶ

δὲ ἱκανὴν παρέκβασιν πεποιήμεθα περὶ τῶν γρίφων, λεκτέον ἤδη καὶ τίνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον. ἔπινον οὗτοι ἅλμην παραμισγομένην τῷ αὑτῶν ποτῷ καὶ ἔδει προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων·

οἴμοι περιπλοκὰς λίαν ι ἐρωτᾷς. λ. ἀλλ’ ἐγὼ σαφῶς φράσω· τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. δ. πότερά μοι γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἤ τί δύναται τὸ ῥηθέν; λ. ἔξω τις δότω ἱμάντα ταχέως. δ. οἷον οὐκ ἔγνων ἴσως· ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· ἅλμης δ’ ἐχρῆν τι παραφέρειν ποτήριον. λ. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; δ. ἐγὼ κομιδῇ γε. λ. πῶς; δ. ἐνέχυρον ἀποφέροντά σου λ. οὔκ, ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί.

τοσαῦτα καὶ περὶ τῶν γρίφων εἰπόντων τῶν δειπνοσοφιστῶν, ἐπειδὴ καὶ ἡμᾶς ἑσπέρα καταλαμβάνει ἀναπεμπαζομένους τὰ εἰρημένα τὸν περὶ τῶν ἐκπωμάτων λόγον εἰς αὔριον ἀναβαλώμεθα. κατὰ γὰρ τὸν Μεταγένους Φιλοθύτην

κατ’ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον,
περὶ τῶν ἐκπωμάτων τὸν λόγον ἑξῆς ποιούμενος.