Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

          καὶ ὁ Λαρήνσιος ἔφη·

          ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται·

          γρῖφος πρόβλημά ἐστι παιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον.
          ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ι ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων ὅθεν καὶ Πίνδαρος πρὸς τὸ ς ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ
          προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι, οἶον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δέ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος ἢ ἀπὸ Διὸς ἄρχεσθαι, Διοκλῆς, ἢ Ἑρμοῦ, Ἑρμόδωρος· ἢ λήγειν εἰ τύχοι εἰς νικος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο· τί δὲ ἐστι τοῦτο τὸ ποτήριον, καλέ μου Οὐλπιανέ, ζήτει.

          περὶ δὲ τῶν γρίφων Ἀντιφάνης μὲν ἐν Κνοιθιδεῖ ἢ Γάστρωνί φησιν

          ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς, λέγοντας οὐδὲν ὁπότε προστάξαι τέ τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον
          οὐδέποτέ γ᾽, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα, νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανὸν τιν᾽, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδείς, σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα ὁ Φίλιππος ἦν ἄρ’ εὐτυχής τις, νὴ Δία.
          ἐν δὲ Ἀφροδισίῳ,
          πότερ᾽. ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα, τακεροχρῶτ’ εἴδη κύουσαν; β. Ἡράκλεις, ἀποκτενεῖς ἆρὰ μ᾽, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. α. εὖ λέγεις, ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθειμένον
          εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν, ἢ σαφῶς πλακοῦντα φράζω σοι; β. πλακοῦντα βούλομαι. α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; β. οἶνον εἰπὲ συντεμών. α. λιβάδα νυμφαίαν δροσώδη; β. παραλιπὼν ὕδωρ φάθι. α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; β. σμύρναν εἰπέ, μὴ μακράν. α. μηδὲ τοιοῦτ’ ἄλλο μηδέν; β. μηδ’ ἐροῦ πάλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.

          καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει·

          οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαὶ τ’ ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ’ αἰνίγμασι α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν; α. ὕπνος, βροτείων, ὦ κόρη, παυστήρ πόνων.
          Εὔβουλος δ’ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς·
          ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
          οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων ἓν δ’ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. τί ἐστι τοῦτο; τί ἀπορεῖς; β. Καλλίστρατος. α. πρωκτὸς μὲν οὖν οὗτος γε. β. σὺ δὲ ληρεῖς ἔχων. α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος, ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς λεῖος. τί βούλει; πνευμάτων· πολλῶν φύλαξ --- ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
          ἰχνεύμων Αἰγύπτιος·
          τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει, ἔπειτ’ ἀφανίζει, διότι δ’ ἔστ’ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων --- οἶδ’ ἐγὼ ὃς υ νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων, ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει.
          πάππος ἀπ’ ἀκάνθης· οὗτος γὰρ
          νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δ’ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
          εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν’ ἕκαστον, ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται, αὐτὸς ἕκαστος ἔχων θαὐτοῦ, καλέων δὲ φυλάττειν.
          ταῦτα δ’ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.

          Ἀντιφάνης δ’ ἐν τῷ Προβλήματί φησιν ἰχθύσιν ἀμφίβληστρον ἀνήρ πολλοῖς περιβάλλειν οἰηθεὶς μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην καὶ ταύτην ψευσθείς, ὁ ἄλλην κεστρεὺς ἴσον αὐτῇ ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ. β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις· οὐδὲν λέγεις γάρ. α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκ’ οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο. β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει; οὐκ οἶδα τούτων οὐδέν. α. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος ἔλεγεν. ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν οὐδ’ ὅσα δέδωκας οὐδ’ ὅσ’ ἀντ’ αὐτῶν ἔχεις. τοιοῦτο τοῦτ’ ἦν. β. τοιγαροῦν κἀγώ τινα εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. α. λέγε. β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι
          πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὃν τ’ ᾤοντο λέγειν τι, οὐκ ἐλάλουν οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μὲν ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρίψαι.

          ἐν δὲ Σαπφοῖ ὁ Ἀντιφάνης αὐτὴν τὴν ποιήτριαν προβάλλουσαν ποιεῖ γρίφους τόνδε τὸν τρόπον, ἐπιλυομένου τινὸς οὕτως, ἡ μὲν γάρ φησιν

          ἔστι φύσις θήλεια βρέφη σῴζουσ’ ὑπὸ κόλποις αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν ἔξεστιν κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν.
          ταῦτά τις ἐπιλυόμενός φησιν
          ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι δεῦρο. νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν. ς. ληρεῖς ἔχων. πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ, ῥήτωρ ἄφωνος; β. ἢν ἁλῷ τρὶς παρανόμων. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν. ἀλλὰ δὴ λέγε.
          ἔπειτα ποιεῖ τὴν Σαπφὼ διαλυομένην τὸν γράφον οὕτως·
          θήλεια μὲν νὺν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ οἷς βούλεθ’ ἕτερος δ’ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται.