Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

αλλ’ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν, ἵν’ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν ᾧ χαίρει, καὶ σκευασία μὴ μί’ ᾖ τῆς μουσικῆς,
Ἀστυδάμας ὁ τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ ὁ Ἡρακλῆς ἀδηφάγος, ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων
πρῶτον· μὲν αἴ κ’ ἔσθοντ’ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ᾽, ἀραβεῖ δ’ ἁ γνάθος, ψοφεῖ δ᾽· ὁ γομφίος, τέτριγε δ’ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ’ οὔατα.
Ἴων δ’ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει·
ὑπὸ δὲ τῆς βουλιμίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας.
παρὰ Πινδάρου δὲ τοῦτ’ εἴληφεν εἰπόντος· ---δοιὰ βοῶν θερμὰ πρὸς ἀνθρακιὰν στέψεν, πυρὶ δ’ ἐκκαπύοντα σώματα· καὶ τότ’ ἐγὼ σαρκῶν τ’ ἐνοπὰν ἴδον ἠδ’ ὀστέων στεναγμὸν βαρὺν ἦν διακρῖναι ἰδόντα παῦρος ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.

εἰσάγεται δὲ ὁ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων ἐκείνου προκαλεσαμένου, καὶ νενίκηκεν. Ζηνόδοτος δ’ ἐν δευτέρῳ Ἐπιτομῶν Καύκωνός φησι τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γενέσθαι τὸν Λεπρέα, ὃν τὸν Ἡρακλέα κελεῦσαι δεθῆναι ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δ’ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς τὸν Λεπρέα. καὶ μετὰ ταῦτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλήσει καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δ’ ἐν τῷ τοῦ ʽ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ τοῦ Λεπρέως, καὶ πάλιν νικηθῆναι. τὰ αὐτὰ ἱστορεῖ καὶ ὁ Χῖος ῥήτωρ Καύκαλος, ὁ Θεοπόμπου

τοῦ ἱστοριογράφου ἀδελφός, ἐν τῷ τοῦ ʽ Ἡρακλέους ἐγκωμίῳ.

καὶ τὸν Ὀδυσσέα δὲ Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὅταν λέγῃ·

ἀλλ’ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενὸν περ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ τ’ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ καὶ μάλα τειρόμενον καὶ ἐνιπλησθῆναι ἀνώγει.
ὑπερβάλλουσα γὰρ ἐν τούτοις φαίνεται αὐτοῦ λαιμαργία μετὰ τοῦ μηδὲ ἐν δέοντι τὰ περὶ τῆς γαστρὸς γνωμολογεῖν. ἐχρῆν γάρ εἰ καὶ ἐλίμωττεν, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. τὸ δὲ τελευταῖον καὶ τὴν τελειοτάτην αὐτοῦ παρίστησι λαιμαργίαν καὶ γαστριμαργίαν
ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν· ἡ δὲ μάλ’ αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων ληθάνει ὅσσ’ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
ταῦτα γάρ οὐδ’ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλλος εἰπεῖν ποτε ἂν ἐτόλμησεν, γέρων τε ὢν
ἤσθιεν ἁρπαλέως κρέα τ’ ἄσπετα καὶ μέθυ ἡδύ.

Θεαγένης δ’ ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὡς Ποσείδιππός φησιν ἐν ἐπιγράμμασι

καὶ περὶ συνθεσίης ἔφαγόν ποτε Μῃόνιον βοῦν πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος Θευγένει· ἅσσα φαγὼν· ἔτ’ ἐπῄτεον. εἵνεκα τούτου, χάλκεος ἑστήκω χεῖρα προισχόμενος.
Μίλων δ’ ὁ Κροτωνιάτης, ὥς φησιν ὁ Ἱεραπολίτης
Θεόδωρος ἐν τοῖς περὶ ἀγώνων, ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δὲ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ. Τίτορμός τε ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν, ὡς ἱστορεῖ ὁ Αἰτωλὸς Ἀλέξανδρος. Φύλαρχος δέ φησιν ἐν τῇ γ’ τῶν ἱστοριῶν τὸν Μίλωνα ταῦρον καταφαγεῖν κατακλιθέντα πρὸ τοῦ βωμοῦ τοῦ Διός· διὸ καὶ ποιῆσαι εἰς αὐτὸν Δωριέα τὸν ποιητὴν τάδε·
τοῖος ἔην Μίλων, ὅτ’ ἀπὸ χθονὸς ἤρατο βρῖθος, τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις, ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα ἤνεγκεν δι’ ὅλης κοῦφα πανηγύρεως. καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου· ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε κόψας πάντα κατ’ οὖν μοῦνος ἐδαίσατό νιν.
Ἀστυάναξ δ’ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας κατὰ τὸ ἑξῆς παγκράτιον κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου τοῦ Πέρσου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσι παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δ’ αὐτὸν ἀξιώσαντος, ὡς ὁ Θεόδωρος ἱστορεῖ, ἄξιόν τι ποιῆσαι τῶν κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δ’ αὐτοῦ
καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. καὶ τὰ τοῖς ἐννέα ἀνδράσι παρεσκευασμένα παρὰ τῷ Ἀριοβαρζάνῃ εἰς τὸ δεῖπνον μόνον καταφαγεῖν.

καὶ οὐδὲν παράδοξον τούτους τοὺς ἄνδρας ἀδηφάγους γενέσθαι· πάντες γὰρ οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται, διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει·

κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἔστ’ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος, κτήσαιτ’ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδ’ αὖ πένεσθαι κἀξυπηρετεῖν τύχαις οἷοὶ τ’· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ. σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα. λαμπροὶ δ’ ἐν ἥβῃ καὶ πόλεως ἀγάλματα φοιτῶσ’ ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδ’ ἕκατι σύλλογον ποιούμενοι τιμῶσ’ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δὲ ὠκύπους ἀνήρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει ι πατρῴᾳ στέφανον ἤρκεσεν λαβών; πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν
δίσκους ἔχοντες ἢ δι’ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας; οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας στάς. ἄνδρας οἶμαι χρὴ σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι χὤστις ἡγεῖται πόλει κάλλιστα σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις, τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θ’ Ἕλλησιν καλά.

ταῦτ’ εἴληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος

ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ· δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσὶν κ’ εἴη κυδρότερος προσορᾶν καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλιος καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι, οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη. ἀλλ’ εἰκῇ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθῆς λαοῖσι μετείη οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
πολλὰ δὲ καὶ ἄλλα ὁ Ξενοφάνης κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐπαγωνίζεται, διαβάλλων ὡς ἄχρηστον καὶ ἀλυσιτελὲς τὸ τῆς ἀθλήσεως εἶδος. καὶ ὁ Ἀχαιὸς δὲ ὁ Ἐρετριεὺς περὶ τῆς εὐεξίας τῶν ἀθλητῶν διηγούμενός φησι
γυμνοὶ γὰρ ὀσφύν, φαιδίμους βραχίονας ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας· ἄδην δ’ ἐλαίου στέρνα κἀσπίδων κύτος χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν.

Ἡράκλειτος δ’ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ’ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ’ ἐπέγραψε·

Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου, εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ’ ὁ μαυρὰ βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
ὁ τριχιδιφθερίας, μονολήκυθος· ἐκ γὰρ ἀγώνων τῶν τότε ληναίην ἦλθ’ ὑπὸ Καλλιόπην.
Ἀμάραντος δὲ ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ· πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης, ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαΐς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ, τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ.

Λιτυέρσας δὲ ἦν μὲν υἱὸς Μίδου νόθος, Κελαινῶν δὲ τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος δ’ ἰσχυρῶς, λέγει δὲ περὶ αὐτοῦ Σωσίθεος ὁ τραγῳδιοποιὸς ἐν δράματι Δάφνιδι ἢ Λιτυέρσᾳ οὕτως

ἔσθει μὲν ἄρτους τρεῖς, ὄνους, κανθηλίους τρεῖς τῆς βραχείας ἡμέρας πίνει δ᾽, ἕνα καλῶν μετρητήν, τὸν δεκάμφορον, πίθον.
τοιοῦτός ἐστι καὶ ὁ παρὰ Φερεκράτει ἢ Στράττιδι ἐν Ἀγαθοῖς, περὶ οὗ φησιν
ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθ’ ἡμιμέδιμν᾽, ἐὰν βιάζωμαι. β. μόλις; ὡς ὀλιγόσιτος ἦσθ’ ἄρ᾽, ὃς κατεσθίεις τῆς ἡμέρας μικροῦ τριήρους σιτία.
Ξάνθος δ’ ἐν τοῖς Λυδιακοῖς Κάμβλητά φησι τὸν βασιλεύσαντα Λυδῶν πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα καταφαγεῖν, ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης, περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν, παραθέμενοι Θεόπομπον ἱστοροῦντα ἐν τῇ πέμπτῃ καὶ τριακοστῇ. Ἀρχίλοχος δ’ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. περὶ δὲ Χαιρίππου φησὶ Φοινικίδης ἐν Φυλάρχῳ οὕτως·
τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτ’ ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

Νικόλαος δ’ ὁ περιπατητικὸς ἐν τῇ τρίτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Μιθριδάτην φησὶ τὸν Ποντικὸν βασιλέα προθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετ’ αὐτὸν κριθέντι Καλαμόδρυι τῷ Κυζικηνῷ ἀθλητῇ, καὶ Τιμοκρέων δ’ ὁ Ῥόδιος ποιητὴς καὶ ἀθλητὴς πένταθλος ἄδην ἔφαγε καὶ ἔπιεν, ὡς τὸ ἐπὶ τοῦ τάφου αὐτοῦ ἐπίγραμμα δηλοῖ·

πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ’ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
Θρασύμαχος δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι· ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς. Κλέαρχος δ’ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον
ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δ’ ἐν αʹ Δευκαλιωνείας Ἐρυσίχθονά φησι τὸν Μυρμιδόνος, ὅτι ἦν ἄπληστος βορᾶς Αἴθωνα κληθῆναι. πολέμων δ’ ἐν αʹ τῶν πρὸς Τίμαιον παρὰ Σικελιώταις φησὶν Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος ἄγαλμα, οὗ πλησίον ἱδρῦσθαι καὶ Ἱμαλίδος, καθάπερ ἐν Δελφοῖς Εὐνόστου, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου.

καὶ Ἀλκμὰν δ’ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον εἶναι παραδίδωσιν ἐν τῷ τρίτῳ διὰ τούτων

καὶ ποκά τοι δώσω τρίποδος κύτος, ᾧ κ’ ἔνι σιτί’ ἀολλέ’ ἀγείρῃς. ἀλλ’ ἔτι νῦν γ’ ἄπυρος, τάχα δὲ πλέος ἔτνεος, οἷον ὁ παμφάγος Ἀλκμὰν ἠράσθη χλιαρὸν πεδὰ τὰς τροπάς. οὔ τι γὰρ ἠὺ τετυγμένον ἔσθει, ἀλλὰ τὰ κοινὰ γάρ, ὥσπερ ὁ δᾶμος, ζατεύει.
κἀν τῷ εʹ δ’ ἐμφανίζει αὑτοῦ τὸ ἀδηφάγον λέγων οὕτως
ὠρας δ’ ἔσηκε τρεῖς, θέρος καὶ χεῖμα κὠπώραν τρίταν καὶ τέτρατον τὸ ἦρ, ὅκα
σάλλει μέν, ἐσθίεν δ’ ἄδαν οὐκ ἔστι.
Ἀναξίλας δ’ ὁ κωμικὸς περὶ Κτησίου τινὸς διαλεγόμενος ἐν Χρυσοχόῳ δράματί φησιν
ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.
κἀν Πλουσίοις·
διαρραγήτω χἄτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. β. τί γὰρ σὲ κωλύει; α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.
κἀν Χάρισι δὲ Κραναόν τινα συγκαταλέγει οὕτως αὐτῷ·
οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές· ὄντως Κραναὸς Κτησίου κατεσθίει ἔλαττον ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;
Φιλέταιρος δ’ ἐν Ἀταλάντῃ·
δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.
Ἀνάξιππος Κεραυνῷ·
ὁρῶ γάρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. β. ἦ τοῦτον λέγεις τὸν Πτέρινον; α. αὐτόν τ’ ὃν καλοῦσιν οἱ φίλοι
νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. β εἰκότως· ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι αὐτὸν κατασκήπτοντ’ ἐπ’ αὐτὰς τῇ γνάθῳ.
ἐν τούτοις ἐδήλωσεν ὁ κωμικὸς διότι καὶ τὸ δρᾶμα Κεραυνὸν ἀπ’ αὐτοῦ ἐπιγέγραφε. Θεόφιλος δ’ ἐν Ἐπιδαύρῳ,
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
ἐν δὲ Παγκρατιαστῇ παραγαγὼν τὸν ἀθλητὴν ὡς πολλὰ ἐσθίοντά φησιν
ἑφθῶν μὲν σχεδὸν τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας τέτταρας ὑείους. β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς, ὄρνιθ᾽. β. Ἄπολλον. λέγ’ ἕτερον. α. σύκων δύο μνᾶς. β. ἐπέπιες δὲ πόσον; α. ἀκράτου δώδεκα κοτύλας. β. Ἄπολλον, λέγ’ καὶ Σαβάζιε.

καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμῳδεῖτο, ὡς τὸ Βοιωτόν. Εὔβουλος γοῦν ἐν Ἀντιόπῃ φησί·

πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μάλ’ ἀνδρικοὶ καὶ καρτερεῖμεν, τοῖς δ’ Ἀθηναίοις λέγειν καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
καὶ ἐν Εὐρώπῃ·
κτίζε Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας.
καὶ ἐν Ἴωνι·
οὕτω σφόδρ’ ἐστὶ τοὺς τρόπους Βοιώτιος ὥστ’ οὐδὲ δειπνῶν, ὡς λέγουσ᾽, ἐμπίπλαται.
ἐν δὲ Κέρκωψι·
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθ’ ὅλην τὴν θ’ ἡμέραν δειπνοῦσι καὶ κοπρῶν’ ἔχει ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ οὐκ ἔστι μεῖζον ἀγαθὸν ὡς χεζητιῶν μακρὰν βαδίζων, πολλὰ δ’ ἀσθμαίνων ἀνήρ, δάκνων τὰ χείλη παγγέλοιός ἐστ’ ἰδεῖν,
ἐν δὲ τοῖς Μυσοῖς πρὸς τὸν Ἡρακλέα ποιεῖ τινα τάδε λέγοντα·
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών, ἀνδρῶν ἀρίστων ἐσθίειν δι’ ἡμέρας ὅλης τραχήλους καὶ κοπρῶνας πλησίον ---
Δίφιλος δὲ ἐν Βοιωτίδι·
οἷος ἐσθίειν πρὸ ἡμέρας ἀρξάμενος ἢ πάλιν πρὸς ἡμέραν.
Μνησίμαχος Βουσίριδι
εἰμὶ γὰρ Βοιώτιος ὀλίγα μὲν λαλῶν, β. δίκαια ταῦτα. α. πολλὰ δ᾽· ἐσθίων.
Ἄλεξις Τροφωνίῳ·
νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις ὡς ἀκίνητοι ξυνέσει, ὁ βοᾶν καὶ πίνειν μόνον
καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ’ ὅλην, γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες.
Ἀχαιὸς δ’ ἐν Ἄθλοις·
πότερα θεωροῖς εἴτ’ ἀγωνισταῖς λέγεις; β, πόλλ’ ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος. α. ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; β. Βοιώτιοι.
ι ἐκ τούτων εἰκός ἐστι καὶ Ἐρατοσθένη ἐν ταῖς ἐπιστολαῖς Πρεπέλαον φῆσαι ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν
τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, ὁπόσον ἕκαστος χωρεῖ ;
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ εἰκοστῇ τῶν ἱστοριῶν φησιν ὡς Βοιωτοὶ μεγίστην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὁρμήσαντες ἐπ’ εὐωχίας καὶ μέθας διέθεντο καὶ κοινωνεῖα τοῖς φίλοις. πολλοὶ δὲ καὶ τῶν ἐχόντων γενεὰς ἀπεμέριζον τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, ὥστε πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δεῖπνα τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διόπερ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς.

καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί·

τῶν Φαρσαλίων ἥκει τις ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; β. οὐδεὶς πάρεστιν. α. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν;
ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ·
ἔπη τριπήχη Θετταλικῶς τετμημένα.
τοῦτο δ’ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. φιλέταιρος δ’ ἐν Λαμπαδηφόροις·
καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας.
ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις·
ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικὴν τιν’ ἔνθεσιν.
ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς·
τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; β. τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα;
οἷον τὰ ἁμαξιαῖα· Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις·
ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια. β. τί λέγεις; καπάνας; πῶς; α. καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. β. μανθάνω.

Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν
εἶναι κυλλήστιας ἐσθίοντας, τὰς δὲ κριθὰς εἰς ποτὸν καταλέοντας. διὰ ταῦτα καὶ Ἄλεξῖνος ἐν τῷ περὶ αὐταρκείας ἔφη μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δ’ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ Ἰασεὺς ἐν τῷ περὶ Πυθαγορείου βίου. οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ ὁ ἀριθμητικὸς καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου ἡ τὴν ὀρθὴν γωνίαν· ὑποτείνουσα τείνουσα ἴσον δύναται ταῖς περιεχούσαις·
ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα, κλεινὸς ἐφ᾽· ᾧ κλεινὴν ἤγαγε βουθυσίην.
ἦν δὲ καὶ ὀλιγοπότης ὁ Πυθαγόρας καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δ’ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μάνιος δὲ Κούριος ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. ἱστορεῖ δὲ ταῦτα Μεγακλῆς ἐν τῷ περὶ ἐνδόξων ἀνδρῶν.

τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐνΦιλούσᾐ παραδίδωσιν·

ἀλλ’ ἔγωγέ τοι τὰ δέοντ’ ἔχων τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.
ψευδομένῳ·
τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν.ʼ
ἐν δὲ Συντρόφοις·
ὡς ἡδὺ πᾶν τὸ μέτριον οὔθ’ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
ἀρίστων δ’ ὁ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν τὸν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δ’ ὁ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται, ὁ δ’ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασιν ἔφη ὡς καὶ τῇ ὑστεραίᾳ ὁ Τιμόθεος ἀπαντήσας τῷ Πλάτωνι εἶπεν
ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν παροῦσαν ἡμέραν.
Πύρρων δ’ ὁ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς μέν, φορτικῶς δέ, ὡς ὁ αὐτὸς ἱστορεῖ,
εἰς τὸ λοιπόν,
εἶπεν,
οὐχ ἥξω πρὸς σέ, ἐν οὕτως
ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ’ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐαρεστεῖν ἢ τῷ πλήθει τῶν παρατιθεμένων, ὧν οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.

Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ Μενεδήμου βίῳ τὴν διάταξιν διηγούμενος τοῦ παρὰ τῷ φιλοσόφῳ συμποσίου φησὶν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθ’ αὑτὸν κἆτ’ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον, μετὰ δὲ ταῦτα εἰσεκάλουν τοὺς παραγινομένους· ὧν, ὡς ἔοικεν, ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἀνεπυνθάνοντο τῶν ἐξιόντων παίδων τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχοι τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δ’ ὅτι κρεᾴδιον, εἰσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ’ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ’ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δ’ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν

ἰσχάδες. μαρτυρεῖ δὲ καὶ περὶ τούτων Λυκόφρων ὁ Χαλκιδεὺς γράψας σατύρους Μενέδημον, ἐν οἷς φησιν ὁ Σιληνὸς πρὸς τοὺς σατύρους·
παῖδες κρατίστου Πανὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ δεῖπνον γὰρ οὔτ’ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτ’ ἐν Ῥόδῳ τοιοῦτον οὔτ’ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν.
καὶ προελθών·
ἀλλὰ κυλίκιον ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός· ὅ τ’ ἀλιτήριος καὶ δημόκοινος ἐπεχόρευε δαψιλὴς θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
ἑξῆς δέ φησιν ὅτι ζητήσεις ἦσαν παρὰ πότον
τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος.
ἱστορεῖται δὲ καὶ ὅτι πολλάκις συνόντας αὐτοὺς ἐπὶ πλεῖον
ὁ ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος.

Ἀρκεσίλαος δ’ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ’ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας

οἷόν τι,
ἔφη,
τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθ’ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ.
καὶ τοῦτ’ ἔλεγεν αὐτὸς γελῶν καὶ τῶν παρόντων δ’ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ
πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ ὁ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ’ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη·
ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ’ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικεσ- σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα.
ταῦτα δ’ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι.

οἱ δὲ νῦν συνάγοντες ἐπὶ τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον κλαίουσι δ’ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν, καὶ οὐχ οἷον οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν, γελοῖον γάρ ἐστιν αὐτὸν τὸν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις, καὶ τοῖς δειπνοῦσι δ’ ἂν εἴποι ὁ τοιοῦτος·

νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
τῷ γὰρ τοιούτῳ ὁ οἶκος
ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.
τούτων λεχθέντων ἔφη τις τῶν παρόντων·

        ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη·