Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας ἔσθειν ἑφθὰς καὶ μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα, καὶ ἐν ᾧ δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος

γίνεται, διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος, πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις ·
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον παύσῃ γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν.
Εὔβουλος δὲ πού φησι·
γύναι, ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος·
εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
Ἀναξανδρίδης ·
ἐὰν λούσησθε νῦν ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ μετώπου,
Νικοχάρης·
εἰσαύριον.. ἀντὶ ῥαφάνων ἐψήσομεν βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
Ἄμφις·
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.