Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. The Deipnosophists. 7 vols. Gulick, Charles Burton, editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons; Cambridge, MA: Harvard University Press, 1927-1941.

ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον, πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε; ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον, ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
φησὶ Σοφοκλῆς.
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ’ αὐτὴν πόλεως ὁμωνύμου, ἣ πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ ἡ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος καὶ ὁ γινόμενος οἶνος κάλλιστος· λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους, εὐανάδοτος , λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός, τούτου δὲ καλλίων ὁ Ταινιωτικὸς καλούμενος, ταινία δ’ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ᾽· ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, ὃ κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος ὁ Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. ἡ δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ ὁ ποταμός, καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ’ ὑπερβάλλει ὁ κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. ὁ δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα ὁ κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν.
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι. ἦν δὲ τραγικὸς ποιητὴς ὁ Ἀστυδάμας.