Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus, of Naucratis, creator; Gulick, Charles Burton, b. 1868, editor

ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης α#:

νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσι.
Κρατῖνος δ’ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει:
ῥοθίαζε κἀνάπιπτε.
καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ:
διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται, : ἢ ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν,:
ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος: ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος:
ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην:
πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν
ἀνάκεισο.
Φιλιππίδης:
καὶ δειπνῶν ἀεὶ ι ἀνακείμενος παρ’ αὐτόν,
καὶ ἐπάγει:
πότερον ἀνδριάντας εἱστία;
κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις:
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ:
ἀνακειμένῳ μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.
Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις:
οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.
Θεόπομπος
ἐπίνομεν μετὰ ταῦτα --- κατακείμενοι μαλακώτατ᾽: τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Φιλωνίδης:
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
Εὐριπίδης Κύκλωπι:
ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.

Ἄλεξις:

μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ.

ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται, φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα:

οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.
καὶ ἀλλαχοῦ:
εὖθ’ οἱ σπλάγχν’ ἐπάσαντο.
τῶν γὰρ σπλάγχνων ἀπογεύσασθαι μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος, καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί:
νῦν δὴ καὶ σίτου πασάμην.
οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος, διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς
κεῖτ’ ἄσιτος, ἄπαστος.
ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν
καὶ
ἐδητύος ἐξ ἔρον ἕντο.
οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος:
μύθου δὲ πασαίμην ἥδιον.
Ἐρατοσθένης:
ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τὰ τ’ ἀγρώσσοντες ἕλοντο.

ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ,
φησὶν ὁ Θηβαῖος μελοποιός. ἔτι περὶ τοῦ Τῶν ἡρώων Βίου ὅτι Σέλευκός φησι τὴν παρ’ Ὁμήρῳ δαῖτα
θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι: τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι. ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. σφαιρίζουσι δὲ παρ᾽παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες, καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.
τὸ γὰρ τερπνὸν τὴν κακοπάθειαν κουφίζει. καὶ ἐπὶ κυνηγέσια δὲ ἐξίασιν οἱ νέοι πρὸς μελέτην τῶν πολεμικῶν κινδύνων καὶ ἐπὶ θήρας παντοίας, ἀφ’ ὧν ῥωμαλεώτεροι καὶ ὑγιεινότεροι διετέλουν, ὡς ὅτε
πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι ἀκοντίζουσιν.
᾽ἴσασι δὲ καὶ λουτρὰ ἄκη πόνων παντοῖα, κόπον μὲν θαλάττῃ λύοντες, ἣ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος, ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτ’ ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρυμμένα γίνεσθαι τὰ σώματα, οἱ γοῦν ἀπὸ τῆς σκοπιῆς ἐπανελθόντες
ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς,
καὶ οὕτως ἀναψύξαντες
ἐς ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο καὶ ἀλειψάμενοι λίπ’ ἐλαίῳ δείπνῳ ἐφιζανέτην.
ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων:
θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων.
αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων
ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς. διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι ζητῶν διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων.

παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα, ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν. ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο:

ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων
ὄγχνη γὰρ ἐπ’ ὄγχνῃ που γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.
διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει:
ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.
τὰ δ’ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων
ἔνθα δένδρεα μακρὰ πεφύκει, κλήθρη τ’ αἴγειρὸς τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης.
ἀρχαιοτέρα δ’ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας : εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων, καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δ’ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι:
ὄγχνας μοι δῶκας τρισκαίδεκα
καὶ τὰ ἑξῆς.

ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ, ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ. καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων

ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα. ἀλλ’ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα. πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
οὐδὲ τὸν ἀέρα δ’ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον, παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικήν, καὶ τὴν πελειάδα τῇ μηρίνθῳ κρεμῶντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται. παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει:
ὡς δὲ λέβης ζεῖ --- κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
καὶ ὁ κατ’ ᾽ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς τούτου σημεῖον: πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ
κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων
οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν.
: ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς:
Χῖοι πολὺ ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.
κοιμῶνται δὲ μετὰ γυναικῶν παρ’ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ, μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναικῶν γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.

παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων
Πίνδαρος ἐπαινεῖ. Εὔβουλος δέ φησιν
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
τὸ αὐτὸ δὲ καὶ Ἄλεξις σχεδὸν ἀπαραλλάκτως, τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί. ὄντως δὲ ὁ παλαιὸς οἶνος οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν προσφορώτερος, πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα καὶ λεπτομερὴς ὢν εὐανάδοτός ἐστι δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ τὸ αἷμά τε ἐνερευθὲς καὶ εὐανάδοτον κατασκευάζει καὶ τοὺς ὕπνους ἀταράχους παρέχει, ἐπαινεῖ δὲ Ὅμηρος τὸν ἐπιδεχόμενον ἱκανὴν κρᾶσιν, ὡς τὸν τοῦ Μάρωνος. ἐπιδέχεται δὲ πλείω κρᾶσιν ὁ παλαιὸς οἶνος διὰ τὸ μᾶλλον θερμὸς γίνεσθαι παλαιούμενος. ἔνιοι δὲ καὶ τὴν Διονύσου φυγὴν εἰς τὴν θάλασσαν οἰνοποιίαν σημαίνειν φασὶ πάλαι γνωριζομένην. ἡδὺν γὰρ εἶναι τὸν οἶνον παρεγχεομένης
θαλάσσης, ἐπαινῶν δὲ Ὅμηρος τὸν μέλανα οἶνον πολλάκις αὐτὸν καὶ αἴθοπα καλεῖ. δυναμικώτατος γάρ ἐστι καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. Θεόπομπος δέ φησι παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας παρ’ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνῴκισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι. ὁ δὲ λευκὸς οἶνος ἀσθενὴς καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει ῥᾷον ξηραντικὸς ὤν.

περὶ Ἰταλικῶν οἴνων φησὶν ὁ παρὰ τούτῳ τῷ σοφιστῇ Γαληνός:

ὁ Φαλερῖνος οἶνος ἀπὸ ἐτῶν δέκα ἐστὶ πότιμος καὶ ἀπὸ πεντεκαίδεκα μέχρι εἴκοσιν: ὁ δ᾽: ὑπὲρ τοῦτον ἐκπίπτων τὸν χρόνον κεφαλαλγὴς καὶ τοῦ νευρώδους καθάπτεται. εἴδη δ’ αὐτοῦ δύο, ὁ αὐστηρὸς καὶ ὁ γλυκάζων οὗτος δὲ τοιοῦτος γίνεται ὅταν ὑπὸ τὸν τρυγητὸν νότοι πνεύσωσι, παρ’ ὃ καὶ μελάντερος γίνεται, ὁ δὲ μὴ οὕτω τρυγηθεὶς αὐστηρός τε καὶ τῷ χρώματι κιρρός. καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, ὁ μὲν γλυκάζων, ὁ δ’ ὀμφακίας: ἀμφότεροι δὲ ἀπὸ πεντεκαίδεκα ἐτῶν ἀκμάζουσι. Συρεντῖνος δὲ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἄρχεται γίνεσθαι πότιμος : ὢν γὰρ ἀλιπὴς καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται καὶ παλαιούμενος σχεδὸν μόνοις ἐστὶν ἐπιτήδειος τοῖς χρωμένοις διηνεκῶς. ὁ δὲ Ῥηγῖνος τοῦ Συρεντίνου λιπαρώτερος ὢν χρήσιμος ἀπὸ ἐτῶν πεντεκαίδεκα. χρήσιμος καὶ ὁ Πριούερνος λεπτομερέστερος ὢν τοῦ Ῥηγίνου ἥκιστά τε καθαπτόμενος κεφαλῆς, τούτῳ ἐμφερὴς ὁ Φορμιανός, ταχὺ δὲ ἀκμάζει καὶ λιπαρώτερός ἐστιν αὐτοῦ.
βράδιον δ’ ἀκμάζει ὁ Τριφολῖνος, ἐστὶ δὲ τοῦ Συρεντίνου γεωδέστερος. ὁ δὲ Στατανὸς τῶν πρώτων ἐστὶν οἴνων, ἐμφερὴς τῷ Φαλερίνῳ, κουφότερος, οὐ πληκτικός, ὁ Τιβουρτῖνος λεπτός, εὐδιάπνευστος, ἀκμάζων ἀπὸ ἐτῶν δέκα: κρείττων δὲ γίνεται παλαιούμενος. ὁ Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ ᾽ Ἀλβανοῦ:: ὁ δὲ ἄρχεται τῆς πόσεως ἀπὸ ἐτῶν δέκα. ὁ Γαυρανὸς δὲ καὶ ὀλίγος καὶ κάλλιστος, προσέτι τε εὔτονος καὶ παχύς, Πραινεστίνου δὲ καὶ Τιβουρτίνου λιπαρώτερος. ὁ Μαρσικὸς δὲ πάνυ αὐστηρός, εὐστόμαχος δέ. γίνεται δὲ περὶ τὴν Καμπανίας Κύμην ὁ καλούμενος Οὐλβανός, κοῦφος, πότιμος ἀπὸ ἐτῶν πέντε, ὁ Ἀγκωνιτανὸς χρηστός, λιπαρός, πο ---ὁ Βυξεντῖνος ἐμφερῶς ἔχει τῷ Ἀλβανῷ τῷ ὀμφακίᾳ: ἐστὶ δὲ δυνάμει καὶ εὐστόμαχος. ὁ Οὐελίτερνος δὲ ἡδὺς πινόμενος, εὐστόμαχος: ἴδιον δ’ αὐτοῦ τὸ μὴ δοκεῖν ἀπαρέγχυτος εἶναι: ἐμφαίνει γὰρ ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου, ὁ Καληνὸς κοῦφος, τοῦ Φαλερίνου εὐστομαχώτερος. εὐγενὴς δὲ καὶ ὁ Καίκουβος, πληκτικός, εὔτονος: παλαιοῦται δὲ μετὰ ἱκανὰ ἔτη. ὁ Φουνδανὸς εὔτονος, πολύτροφος, κεφαλῆς καὶ στομάχου ἅπτεται: διὸ οὐ πολὺς ἐν συμποσίοις πίνεται. πάντων δὲ τούτων ὁ Σαβῖνος κουφότερος, ἀπὸ ἐτῶν ἑπτὰ ἐπιτήδειος πίνεσθαι μέχρι πεντεκαίδεκα. ὁ δὲ Σιγνῖνος μέχρις ἐτῶν ἓξ χρήσιμος, παλαιωθεὶς δὲ πολὺ χρησιμώτερος. ὁ Νουμεντανὸς ἀκμάζει ταχὺ καὶ ἀπὸ ἐτῶν πέντε πότιμός ἐστιν ἐστὶ οὔτε λίαν ἡδὺς οὔτε λεπτός, ὁ Σπωλητῖνος οἶνος ---καὶ πινόμενος ἡδὺς καὶ τῷ χρώματι χρυσίζει. Αἰκουανὸς κατὰ πολλὰ τῷ Συρεντίνῳ
παρεμφερής, ὁ Βαρῖνος λίαν αὐστηρὸς καὶ ἀεὶ ἑαυτοῦ κρείττων γίνεται, εὐγενὴς καὶ ὁ Καυκῖνος καὶ τῷ Φαλερίνῳ ἐμφερής. ὁ Βενεφρανὸς εὐστόμαχος καὶ κοῦφος, ὁ ἐν Νεαπόλει Τρεβιλλικὸς εὔκρατος τῇ δυνάμει, εὐστόμαχος, εὔστομος. ὁ Ἔρβουλος ἐν ἀρχῇ μέν ἐστι μέλας, μετ’ οὐ πολλὰ δὲ ἔτη λευκὸς γίνεται: ἐστὶ δὲ λίαν κοῦφος καὶ τρυφερός, ὁ Μασσαλιήτης καλός: ὀλίγος δὲ γίνεται, παχύς, σαρκώδης. Ταραντῖνος δὲ καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί, οὐ πλῆξιν, οὐ τόνον ἔχοντες, ἡδεῖς, εὐστόμαχοι. ὁ δὲ Μαμερτῖνος ἔξω μὲν τῆς Ἰταλίας γίνεται: καὶ γινόμενος ἐν Σικελίᾳ καλεῖται Ἰωτάλινος. ἡδὺς δ’ ἐστί, κοῦφος, εὔτονος
ὅτι παρ’ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης ὁ Μιτυληναῖος, ὃς καλεῖται Σοροάδειος: ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.

ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει:

ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός, , --- μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
Ἕρμιππος δ’ οὕτως:
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽: οἴνοπα πόντον, ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον
ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη: ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια: καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι: καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι. καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι. ταῦτα μὲν ἐντεῦθεν: ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ ἱστία καὶ βίβλους: ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν: ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν: ἡ ʽ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους. αὐτάρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα: ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι. τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσι: τὰ γάρ τ’ ἀναθήματα δαιτός: Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.

Πίνδαρος δ’ ἐν τῇ εἰς Ἱέρωνα Πυθικῇ ᾠδῇ

ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν. Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος αἶγες ἐξοχώταται: ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ’ ἀπὸ τῆς ἀγλαοκάρπου Σικελίας ὄχημα δαιδάλεον ματεύειν.
Κριτίας δὲ οὕτως:
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον, ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα. εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος. Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα. εὐναίου δὲ λέχους κάλλος ἔχει --- Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος. Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ. Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα. Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη: φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι. τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε, κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι
Κνίδια κεράμια, Σικελικὰ βατάνια, Μεγαρικὰ πιθάκνια.
Ἀντιφάνης δέ:
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων ὀρίγανόν τε Τενέδιον.

ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι

ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος:
Χῖοςκαὶ Θάσιος ἠθημένος.
καὶ Ἀντίδοτος δέ
Θάσιον ἔγχει --- ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν, ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται: Ἀσκληπιὸς κατέβρεξε --- οἶνος Λέσβιος, ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος.
Λεσβίου---πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις.
Θασίοις καὶ Λεσβίοις οἰναρίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος καὶ νωγαλίζει.
ὁ αὐτός:
ἡδὺς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος:
φιλῶ γε πράμνιον οἶνον Λέσβιον.. :. πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται ἄγαν.
Ἀντιφάνης:
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ, οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα, ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος:
Θάσιον ἢ Χῖον λαβὼν ἢ Λέσβιον γέροντα νεκταροσταγῆ:
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου:
οἶνον γάρ με Ψίθιον γεύσας ἡδὺν ἄκρατον, διψῶντα λαβὼν ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης:
χοῦς κεκραμένος ψιθίου.

ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου:

οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον, οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον, οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Εὔβουλος:
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος οἰνίσκος οὕτω πότιμος.
Ἀρχεστράτου τοῦ δειπνολόγου:
εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα. τὸν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ: οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον:: πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς --- ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις, οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι: ἀλλ’ οὐδὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον. ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς.

φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος:

κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα, σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ φοινικίνου.
καὶ πάλιν
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν Ἀναβάσει. Μενδαίου δὲ Κρατῖνος:
νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει: οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός: ἆρ’ οἴσει τρία;
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον
Μενδαίῳ---μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον. ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι, οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου: ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ, τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου.
φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ: διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.

ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ, δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται. καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην.

ὁ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.
τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος.
ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον.

θαυμάζεται δὲ καὶ ὁ Ἰκάριος οἶνος, ὡς Ἄμφις::

ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης, ὁ πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου, καί ἐστιν οὗτος οὔτε γλυκὺς οὔτε παχύς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν: οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί, λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ’ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνιον πέτραν καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων, προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω καλουμένης , οἱ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ
καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα: οἱ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.

ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων ποδαπὸς εἶ; φράσον,

β. Ἀκάνθιος. α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ᾽: ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;
Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ:
οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια βασανισμός ἐστι.
καὶ Εὐβοικοῦ δέ:
πολὺν πιὼν Εὐβοικὸν οἶνον.
Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ὃς καὶ πού φησιν
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός: πίνω δ’ ἐν δορὶ κεκλιμένος.
Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ:
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος:
Ἀχαιὸς δὲ τὸν Βίβλινον:
ἐδεξιοῦτο Βίβλινον: μέθης ἐκπώματι.
ἐκαλεῖτο δ’ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι
παρέξω Λέσβιον, Χῖον σαπρόν, Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν ᾽ Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία:
νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
Ἵππυς δ’ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας, εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. χρησμός, ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε:
πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ ᾽ Ἀνθηδόνα ναίεις οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες.
ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἀλθηφίου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων. ι

Ἀλκμὰν δέ που

ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά.
φησι τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά: καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα Λακωνικὰ πλησίον Πιτάνης. φησὶν οὖν
οἶνον δ’ Οἰνουντιάδαν ἢ Δένθιν ἢ Καρύστιον ἢ
Ὄνογλιν ἢ Σταθμίταν.
καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας, ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δὲ ὁ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας Ἀμαζόνος: ἐν ᾗ γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ ὁ ʽ Ῥόδιος ὑπόχυτὸν τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ’ οἶνος καλεῖται ὁ τὸ ἕψημα ἔχων. Πολύζηλος δ’ αὐτίτην καλεῖ οἶνον. Πλάτων δ’ ὁ κωμικὸς καπνίαν κάλλιστος δ’ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας, ἀμφίας δ’ οἶνος ὁ φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ’ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ὃ ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ’ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας: κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. ὁ δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας, ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.

περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας

Φαινίας ὁ Ἐρέσιός φησι τάδε:
γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.
καὶ πάλιν
ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.
: ἑξῆς τέ φησι :
τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.
Θεόφραστος δ’ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν.
ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ’ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον
καὶ ἑξῆς δέ φησιν
ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.
μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ:
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
καὶ Ἑρμῆς δ’ εἶδος πόσεως παρὰ Στράττιδι.
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
τὸν καλούμενον νέκταρ.
ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
ὁ Κεῖός φησι ποιητής.

τῶν οἴνων ὁ μὲν λευκός, ὁ δὲ κιρρός, ὁ δὲ μέλας. καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός: ὁ δὲ γλυκάζων

καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος. λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ, ὄντως γὰρ ἡ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. Μνησίθεος δ’ ὁ Ἀθηναῖός φησιν
ὁ μέλας οἶνός ἐστι θρεπτικώτατος, ὁ δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, ὁ δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος.
οἱ δ’ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοὶ τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσὶ τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δ’ ἐστὶν ὅ τε Μύνδιος καὶ ὁ ἀπὸ Ἁλικαρνασσοῦ. ὁ γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ ὁ Κῷος τεθαλάττωται. καὶ ὁ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν. ὁ δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. ὁ δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον κατασκευάζων πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται. χαριέστατος δ’ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς: ὁ μὲν γὰρ αὐστηρὸς ἐστιν, ὁ δὲ γλυκάζων, ὁ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ’ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς δ’ ὁ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ
γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει. τῶν δ’ οἴνων χαριέστατος ὁ κατὰ τὴν Ἰταλίαν Ἀλβανὸς καὶ ὁ Φαλερνίτης. ὁ δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως, ὁ δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον, οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς ἀναπεπταμένον τόπον θετέον εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δ’ οἶνος εἰς παλαίωσιν ὁ Κερκυραῖος. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν. ὁ δ’ ἀπὸ Κιλικίας Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ ᾽ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἷον κρηναῖα καὶ ὄμβρια, ἐὰν ᾖ διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δ᾽ εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι: ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα, τοῖς δ’ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ .

ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον, πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε; ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον, ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
φησὶ Σοφοκλῆς.
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ’ αὐτὴν πόλεως ὁμωνύμου, ἣ πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ ἡ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος καὶ ὁ γινόμενος οἶνος κάλλιστος: λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους, εὐανάδοτος , λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός, τούτου δὲ καλλίων ὁ Ταινιωτικὸς καλούμενος, ταινία δ’ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ᾽: ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, ὃ κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος ὁ Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. ἡ δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ ὁ ποταμός, καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ’ ὑπερβάλλει ὁ κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. ὁ δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα ὁ κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν.
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι. ἦν δὲ τραγικὸς ποιητὴς ὁ Ἀστυδάμας.

ὅτι ὁ Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ εὑρεθῆναι ἐν Ὀλυμπίᾳ παρὰ τὸν Ἀλφειόν καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ᾧ οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. Ἑλλάνικος δέ φησιν ἐν τῇ Πλινθίνῃ πόλει Αἰγύπτου πρώτῃ εὑρεθῆναι τὴν ἄμπελον. διὸ καὶ Δίων ὁ ἐξ Ἀκαδημίας φιλοίνους καὶ φιλοπότας τοὺς Αἰγυπτίους γενέσθαι: εὑρεθῆναί τε βοήθημα παρ᾽: αὐτοῖς ὥστε τοὺς διὰ πενίαν ἀποροῦντας οἴνου τὸν ἐκ τῶν κριθῶν γενόμενον πίνειν: καὶ οὕτως ἥδεσθαι τοὺς τοῦτον προσφερομένους ὡς καὶ ᾄδειν καὶ ὀρχεῖσθαι καὶ πάντα ποιεῖν ὅσα τοὺς ἐξοίνους γινομένους. Ἀριστοτέλης δέ φησιν ὅτι οἱ μὲν ὑπ’ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλὴν ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.