Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
ΣΤΑΦΥΛΙΝΟΣ. ‘οὗτος δριμύς ἐστι, φησὶν ὁ Δίφιλος, ἱκανῶς δὲ θρεπτικὸς καὶ εὐστόμαχος μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς πρὸς ἀφροδίσια· διὸ καὶ ὑπ’ ἐνίων φίλτρον καλεῖται.’ Νουμήνιος δ’ ἐν τῷ Ἁλιευτικῷ φησι·
Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν φησιν (fr. 71 Schn)·
- φύλλων δ’ ὅσσ’ ἄσπαρτα τά τ’ ἐρρίζωται ἀρούραις
- χείματος ἠδ’ ὁπόταν πολυάνθεμον εἶαρ ἵκηται,
- αὐχμηρὴν σκόλυμόν τε καὶ ἀγριάδα σταφυλῖνον,
- ῥάφιν τ’ ἔμπεδον καὶ καυκαλίδ’ ἀγροιῶτιν.
μνημονεύει τοῦ σταφυλίνου καὶ Θεόφραστος. Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν γράφει οὕτως· ‘κατὰ δὲ τὴν αὐτοῦ τοῦ σπέρματος φύσιν ὁ καλούμενος σὴψ καὶ τὸ τοῦ σταφυλίνου σπέρμα.’ κἀν τῷ πρώτῳ δέ φησι· ‘πετασώδη τὴν τῶν σπερμάτων ἀπείληφε φύσιν
- ἐν δέ τε καὶ μαράθου καυλὸς βαθύς, ἐν δέ τε ῥίζαι
- πετραίου, σὺν δ’ αὐτὸς ἐπαυχμήεις σταφυλῖνος,
- σμυρνεῖον σόγκος τε κυνόγλωσσός τε σέρις τε·
- σὺν καὶ ἄρου δριμεῖα καταψήχοιο πέτηλα
- ἠδ’ ὅπερ ὄρνιθος κλέεται γάλα.
ΚΕΦΑΛΩΤΟΝ. τοῦτο καὶ πράσιον καλεῖσθαί φησιν ὁ αὐτὸς Δίφιλος καὶ εὐχυλότερον εἶναι τοῦ καρτοῦ. εἶναι δὲ καὶ αὐτὸ μέσως λεπτυντικόν, θρεπτικόν τε καὶ πνευματῶδες. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ τὰ κεφαλωτὰ καλεῖσθαί φησι γηθυλλίδας. τοῦτο δὲ τὸ ὄνομα μνήμης εὑρίσκω τετυχηκὸς παρὰ μὲν Εὐβούλῳ ἐν Πορνοβοσκῷ οὕτως (II 195 K)·
οἳ δὲ τὸ γήθυον καλούμενον τοῦτό φασιν εἶναι, οὗ μνημονεύει Φρύνιχος ἐν Κρόνῳ (I 373 K)· ὅπερ ἐξηγούμενος δρᾶμα Δίδυμος ὅμοιά φησιν εἶναι τὰ γήθυα τοῖς λεγομένοις ἀμπελοπράσοις, τὰ δ’ αὐτὰ καὶ γηθυλλίδας λέγεσθαι. μνημονεύει τῶν γηθυλλίδων καὶ Ἐπίχαρμος ἐν Φιλοκτήτῃ οὕτως (p. 253 L)· ‘ἐν δὲ σκόροδα
- οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά·
- παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον,
- ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
Πολέμων δ’ ὁ περιηγητὴς ἐν τῷ περὶ Σαμοθρᾴκης (fr. 36 Pr) καὶ κιττῆσαί φησι τῆς γηθυλλίδος τὴν Λητώ, γράφων οὕτως· ‘διατέτακται παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακα δὲ καὶ αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος. ἱστοροῦσι δὲ τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα κιττῆσαι γηθυλλίδος· διὸ δὴ τῆς τιμῆς τετυχηκέναι ταύτης.’
- τῶν δὲ γηθύων
- ῥίζας ἐχούσας σκοροδομίμητον φύσιν.
ΚΟΛΟΚΥΝΤΗ. χειμῶνος δὲ ὥρᾳ ποτὲ κολοκυντῶν ἡμῖν περιενεχθεισῶν πάντες ἐθαυμάζομεν νεαρὰς εἶναι νομίζοντες, καὶ ὑπεμιμνησκόμεθα ὧν ἐν Ὥραις ὁ χαρίεις Ἀριστοφάνης εἶπεν ἐπαινῶν τὰς καλὰς Ἀθήνας ἐν τούτοις (I 536 K)·
ἐθαυμάζομεν οὖν τὰς κολοκύντας μηνὶ Ἰανουαρίῳ ἐσθίοντες· χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δ’ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ἐζήτει οὖν ὁ Λαρήνσιος εἰ καὶ τὴν χρῆσιν ταύτην ἠπίσταντο οἱ ἀρχαῖοι. καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘Νίκανδρος ὁ Κολοφώνιος ἐν τῷ δευτέρῳ τῶν Γεωργικῶν μνημονεύει ταύτης τῆς χρήσεως σικύας ὀνομάζων τὰς κολοκύντας· οὕτως γὰρ ἐκαλοῦντο, ὡς πρότερον εἰρήκαμεν· λέγει δ’ οὕτως (fr. 72 Schn)·
- ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν,
- στεφάνους ἴων, ....., κονιορτὸν ἐκτυφλοῦντα.
- αὑτὸς δ’ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας,
- πυόν, χόρια, χελιδόνια, τέττιγας, ἐμβρύεια.
- ὑρίσους δ’ ἴδοις ἂν νιφομένους σύκων ὁμοῦ τε μύρτων·
- ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν,
- ὥστ’ οὐκ ἔτ’ οὐδεὶς οἶδ’ ὁπηνίκ’ ἐστὶ τοὐνιαυτοῦ.
- .... μέγιστον ἀγαθόν, εἴπερ ἔστι δι’ ἐνιαυτοῦ
- ὅτου τις ἐπιθυμεῖ λαβεῖν. Β. κακὸν μὲν οὖν μέγιστον·
v.2.p.314- εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ’ ἂν ἐδαπανῶντο.
- ἐγὼ δὲ τοῦτ’ ὀλίγον χρόνον χρήσας ἀφειλόμην ἄν.
- Α. κἄγωγε ταῖς ἄλλαις πόλεσι δρῶ ταῦτα πλὴν Ἀθηνῶν.
- τούτοις δ’ ὑπάρχει ταῦτ᾽, ἐπειδὴ | τοὺς θεοὺς σέβουσιν.
- Β. ἀπέλαυσαν ἄρα σέβοντες ὑμᾶς, ὡς σὺ φής, τιητί;
- Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποίηκας ἀντ’ Ἀθηνῶν.
- αὐτὰς μὴν σικύας τμήγων ἀνὰ κλώσμασι πείραις,
- ἠέρι δὲ ξήρανον· ἐπεγκρεμάσαιο δὲ καπνῷ,
- χείμασιν ὄφρ’ ἂν δμῶες ἅλις περιχανδέα χύτρον
- πλήσαντες ῥοφέωσιν ἀεργέες, ἔνθα τε μέτρια
- ὄσπρια πανσπερμηδὸν ἐπεγχεύῃσιν ἀλετρίς.
- τῇ ἔνι μὲν σικύης ὅρμους βάλον ἐκπλύναντες,
- ἐν δὲ μύκην σειράς τε πάλαι λαχάνοισι πλακείσας
- αὐλοτέροις καυλοῖς τε μιγήμεναι εὐφαοριζη.’
ΟΡΝΕΙΣ. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις (οὕτως δ’ εἴρηκεν
καὶ ἀλλαχόθι θηλυκῶς (Il. 14.290) ‘ὄρνιθι λιγυρῇ.’ καί · Il. 9.323
- ὄρνιθες δέ τε πολλοὶ ὑπ’ αὐγὰς ἠελίοιο.
Μένανδρος δ’ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως (IV 118 M)· ‘ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ’ ἔξω, φησί, τὰς ὄρνιθας ἀφ’ ἡμῶν;’ καὶ πάλιν·
- ὡς δ’ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
- μάστακ᾽, ἐπεί κε λάβῃσι, κακῶς δέ τέ οἱ πέλει αὐτῇ.
ὀρνίθια δ’ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως (I 50 K)· ‘τἄλλα πάντ’ ὀρνίθια.’ ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα. ὁ αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι· ‘ὄρνιθα φοινικόπτερον.’ καὶ πάλιν (I 48 K)·
- αὕτη ποτ’ ἐξεσόβησε τὰς ὄρνις μόλις.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις (fr. 134 N)·
- ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
Αἰσχύλος Καβείροις (fr. 90 N)·
- ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Ξενοφῶν δ’ ἐν δευτέρῳ Παιδείας (I 6, 39)· ‘ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.’ Μένανδρος Διδύμαις (IV 104 M)· ‘ὄρνεις φέρων ἐλήλυθα.’ καὶ ἑξῆς ‘ὄρνιθας ἀποστέλλει’ φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον (Litt. c)· ἀλλὰ καὶ Ἀλκμάν πού φησι (fr. 28 B4)·
- ὄρνιθα δ’ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
καὶ Εὔπολις ἐν Δήμοις (I 283 K)·
- ἄυσαν δ’ ἄπρακτα νεάνιδες
- ὥστ’ ὄρνις ἱέρακος ὑπερπταμένω.
- οὐ δεινὸν οὖν κριοὺς μὲν ἐκγεννᾶν τέκνα
- ὄρνις θ’ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
τὸν δ’ ἀλεκτρυόνα ἐκ τῶν ἐναντίων οἱ ἀρχαῖοι καὶ θηλυκῶς εἰρήκασι. Κρατῖνος Νεμέσει (I 48 K)·
Στράττις Ψυχασταῖς (I 728 K)·
- Λήδα, σὸν ἔργον· δεῖ σ’ ὅπως εὐσχήμονος
- ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
- ἐπὶ τῷδ’ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
- ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ’ ὄρνεον.
Ἀναξανδρίδης Τηρεῖ (II 156 K)·
- αἱ δ’ ἀλεκτρυόνες ἅπασαι
- καὶ τὰ χοιρίδια τέθνηκε
- καὶ τὰ μίκρ’ ὀρνίθια.
ἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας (fr. 17 Koepke) γράφων ὧδε· ‘Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ’ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ’ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.’ λέγεται δ’ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως (I 735 K)·
- ὀχευομένους δὲ τοὺς κάπρους
- καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ’ ἄσμενοι.
καὶ Ἀριστοφάνης Δαιδάλῳ (I 435 K)·
- ἄχθομαι δ’ ἀπολωλεκὼς
- ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
καὶ πάλιν·
- ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.
ἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι (665)·
- πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
- ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ‘ἱμερόφων’ ἀλέκτωρ’ ἔφη (fr. 80 B). Κρατῖνος Ὥραις (I 91 K)·
- νῦν δὲ πῶς με χρὴ καλεῖν;
- Β. ἀλεκτρύαιναν, τὸν δ’ ἕτερον ἀλέκτορα.
εἴρηται δ’ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ χ λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ σ τὴν εὐθεῖαν ἐκφέρει (fr. 26, 4 B4)· ‘ἁλιπόρφυρος εἴαρος ὄρνις.’ καὶ τὴν γενικήν (fr. 67)· ‘οἶδα δ’ ὀρνίχων νόμως πάντων.’
- ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος
- ἀλέκτωρ.
ΔΕΛΦΑΞ. Ἐπίχαρμος τὸν ἄρρενα χοῖρον οὕτως καλεῖ ἐν Ὀδυσσεῖ αὐτομόλῳ (p. 247 L)·
καὶ Ἀναξίλας δ’ ἐν Κίρκῃ καὶ ἀρσενικῶς εἴρηκε τὸν δέλφακα καὶ ἐπὶ τοῦ τελείου τέθεικε τοὔνομα εἰπών (II 266 K)·
- δέλφακά τε τῶν γειτόνων
- τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα
- οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα
- τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ’ ὤμνυέ με τὸν δέλφακα.
ἐπὶ δὲ τῶν θηλειῶν τοὔνομα τάττει Ἀριστοφάνης
- τοὺς μὲν ὀρεινόμους ὑμῶν ποιήσει δέλφακας ὑλιβάτους,
- τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
- λέοντας.
καὶ Εὔπολις ἐν Χρυσῷ γένει. καὶ Ἱππῶναξ δ’ ἔφη (fr. 70b B) ‘ὡς Ἐφεσίη δέλφαξ’. κυρίως δ᾽ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν αἱ δελφύας ἔχουσαι· οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις (I 12 K)·
- νέα γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
- ἕξει μεγάλην τε καὶ παχεῖαν κἠρυθράν.
- ἀλλ’ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν τῷ περὶ ἡλικιῶν φησι (p. 102 N)· ‘τῶν δὲ συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δ’ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ἔνθεν τὸ Ὁμηρικὸν σαφὲς γίνεται· Od. 14.80
- ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.
Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Ποιητῇ ἀρρενικῶς ἔφη (I 631 K) ‘τὸν δέλφακα ἀπῆγε σιγῇ’. ἦν δὲ καὶ παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων (FHG I 375), τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον· διὸ τὰ ἤδη τέλεια ἤσθιον·
- τά τε δμώεσσι πάρεστι
- χοίρε᾽, ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι.’
καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. καὶ κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶν ὁ Φιλόχορος (FHG I 394), νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι αὐτοὺς τῶν
- ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσι (Od. 14.81).
καὶ Σοφοκλῆς Ἐπιταιναρίοις (fr. 211 N)·
- σπονδῇ τε καὶ σπλάγχνοισιν ἀγρίης χοίρου.
Πτολεμαῖος δ’ ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐν τῷ ἐνάτῳ τῶν ἀπομνημονευμάτων (FHG III 188) ‘εἰς Ἄσσον, φησίν, ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ὑιον ἔχοντα τὸ μὲν ὕψος δύο καὶ ἡμίσους πήχεων, ὅλον δ’ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμένη τὰ τοιαῦτα ἐπιμελῶς ὠνεῖσθαι παρ’ αὐτῶν, διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας.’ Αἰσχύλος δέ φησιν (fr. 302 N)·
- τοιγὰρ ϊωδὴ φυλάξαι χοῖρος ὥστε δεσμίων.
καὶ πάλιν (fr. 303 N)·
- ἐγὼ δὲ χοῖρον καὶ μάλ’ εὐθηλούμενον
- τόνδ’ ἐν νοτοῦντι κριβάνῳ θήσω. τί γὰρ
- ὄψον γένοιτ’ ἂν ἀνδρὶ τοῦδε βέλτιον;
καὶ ἔτι (fr. 304 N)·
- λευκός· τί δ’ οὐχί; καὶ καλῶς ἠφευμένος·
- ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί.
ταῦτα δὲ παρέθετο Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου (fr. 23 Koepke).
- θύσας δὲ χοῖρον τόνδε τῆς αὐτῆς ὑός,
- ἣ πολλά μ’ ἐν δόμοισιν εἴργασται κακά,
- δονοῦσα καὶ τρέπουσα τύρβ’ ἄνω κάτω.
περὶ δὲ ὑῶν ὅτι ἱερόν ἐστι τὸ ζῷον παρὰ
εἰσαχθέντος δὲ ἡμῖν ποτε καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡς ἂν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ
καὶ περὶ ἑτέρου δὲ μαγείρου (ὄνομα δ’ ἐστὶ Σεύθης) ὁ αὐτός φησιν ποιητὴς οὕτως (IV 523 M)·
- μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
- ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
- ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων
- πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
- ἀλαζονεία· τὸ καθ’ ὅλου δὲ τῶν τεχνῶν
- ὄψει σχεδόν τι .... τοῦθ’ ἡγούμενον.
- ξεναγὸς οὗτος ὅστις ἂν θώρακ’ ἔχῃ
v.2.p.323- φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
- ἐφάνη Βριάρεως· ἂν τύχῃ δ᾽, ἐστὶν λαγώς.
- ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
- πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
- κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν,
- ἔπτηξ’ ἕκαστος εὐθύς. ἂν δ’ ἀληθινὸν
- σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
- ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου,
- καὶ τὰ στόμια γίνωσκε τῶν κεκλημένων.
- ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας
- τοῦτ’ ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
- διακονοῦμεν νῦν γάμους· τὸ θῦμα βοῦς·
- ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων·
- τούτων γυναῖκες ἱέρειαι Θεᾷ, Θεῷ,
- κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή·
- ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
- μέμνησο καὶ σὺ τοῦτο.
- ἰδιώτης μέγας
- αὐτοῖς ὁ Σεύθης· οἶσθας, ὦ βέλτισθ᾽, ὅτι
- ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐθὲν δοκεῖ.
- οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει
- στρατηγὸς ἔστη καὶ τὸ πρᾶγμ’ ἐδέξατο.
- πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
- κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν,
v.2.p.324- ἐκ πεντεκαίδεχ’ ἡμερῶν προηλπικὼς
- τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκκεκαυμένος,
- τηρῶν πότ’ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
- ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
ὁ δ’ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ (IV 492 M)·
- ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
- οὐκ ἔστι παίζειν οὐδ’ ἃ μεμάθηκας ποιεῖν.
- ἐχθὲς κεκινδύνευκας· οὐδεὶς εἶχέ σοι
- κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ’ ἦσαν κενοί·
- ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων,
- ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
- Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
- μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
- εἶναι δίκαιον, οἷ δὲ νῦν βαδίζομεν
- εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ’ αἰσθάνῃ,
- ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
- ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος
- ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι
- νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
- ἀπόλωλας. εἴσω πάραγε· καὶ γὰρ αὐτὸς οὑτοσὶ
- προσέρχεθ’ ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.
μέγας δέ ἐστι σοφιστὴς καὶ οὐδὲν ἥττων τῶν ἰατρῶν εἰς ἀλαζονείαν καὶ ὁ παρὰ Σωσιπάτρῳ μάγειρος ἐν Καταψευδομένῳ λέγων ὧδε (IV 482 M)·
ἂν κατανοήσῃς, ἐστὶν ἡμῶν, Δημύλε, ἀλλὰ πέπλυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐθὲν εἰδότες· ὑπὸ τῶν τοιούτων δ’ ἡ τέχνη λυμαίνεται. ἐπεὶ μάγειρον ἂν λάβῃς ἀληθινόν, ἐκ παιδὸς ὀρθῶς εἰς τὸ πρᾶγμ᾽ εἰσηγμένον καὶ τὰς δυνάμεις κατέχοντα καὶ τὰ μαθήματα ἅπαντ’ ἐφεξῆς εἰδόθ᾽, ἕτερόν σοι τυχὸν φανήσεται τὸ πρᾶγμα. τρεῖς ἡμεῖς μόνοι ἐσμὲν ἔτι λοιποί, Βοιδίων καὶ Χαριάδης ἐγώ τε· τοῖς λοιποῖς δὲ προσπέρδου. ΔΗ. τί φής; Α. ἐγώ; τὸ διδασκαλεῖον ἡμεῖς σῴζομεν τὸ Σίκωνος· οὗτος τῆς τέχνης ἀρχηγὸς ἦν. ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν .... ἔπειτα μετὰ ταῦτ’ εὐθὺς ἀρχιτεκτονεῖν. περὶ φύσεως κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά. πρὸ τῆς τέχνης ἔσπευδε ταῦθ’ ἡμᾶς μαθεῖν. ΔΗ. ἆρα σύ με κόπτειν οἷος εἶ γε, φίλτατε; Α. οὔκ, ἀλλ’ ἐν ὅσῳ προσέρχετ᾽ ἐξ ἀγορᾶς ὁ παῖς, μικρὰ διακινήσω σε περὶ τοῦ πράγματος, ἵνα τῷ λαλεῖν λάβωμεν εὔκαιρον χρόνον. ΔΗ. Ἄπολλον, ἐργῶδές γ᾽. Α. ἄκουσον, ὦγαθέ· δεῖ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ τῶν μετεώρων τάς τε τῶν ἄστρων δύσεις καὶ τὰς ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακράν τε καὶ βραχεῖαν ἡμέραν
- οὐ παντελῶς εὐκαταφρόνητος ἡ τέχνη,
v.2.p.325
καὶ ὁ παρὰ τῷ Ἀλέξιδι δὲ ἐν Μιλησίοις μάγειρος οὐ μακρὰν τούτου ἐστὶ λέγων τοιάδε (II 351 K)·
- οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
- οὐχ ἁρχιτέκτων κύριος τῆς ἡδονῆς
- μόνος καθέστηκ᾽, ἀλλὰ καὶ τῶν χρωμένων
- συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς.
- Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν.
- Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον
- δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ
- ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν
- εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·
- ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς,
- ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν,
- ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ,
- ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν.
- Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
- Α. ἑστήκαθ’ ὑμεῖς· κάεται δ’ ἐμοὶ τὸ πῦρ·
- ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες
- κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ’ ἅμα
- καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
- μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
Εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταί, (δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ’ ἂν
- πολλῶν μαθητῶν γενομένων ἐμοί, Λύκε,
- διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν
- ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας
- ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος.
- Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως,
- Νηρεὺς δ’ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς,
- θρῖον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης,
- ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ,
- ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν,
- ἀπὸ συμβολῶν συνάγουσιν Ἀρίστων πόρους.
- οὗτοι μετ’ ἐκείνους τοὺς σοφιστὰς τοὺς πάλαι
- γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί.
- ἐγὼ δ’ ὁρῶν τὰ πολλὰ προκατειλημμένα
- εὗρον τὸ κλέπτειν πρῶτος, ὥστε μηδένα
- μισεῖν με διὰ τοῦτ᾽, ἀλλὰ πάντας λαμβάνειν.
- ὑπ’ ἐμοῦ δ’ ὁρῶν σὺ τοῦτο προκατειλημμένον
- ἴδιον ἐφεύρηκάς τι καὶ τοῦτ’ ἐστὶ σόν.
- πέμπτην ἔθυον ἡμέραν οἱ Τήνιοι
- πολλοὶ παρόντες, πλοῦν πολὺν πεπλευκότες,
v.2.p.329- λεπτὸν ἔριφον καὶ μικρόν. οὐκ ἦν ἐκφορὰ
- Λύκῳ κρεῶν τότ’ οὐδὲ τῷ διδασκάλῳ.
- ἑτέρους πορίσασθαι δύ’ ἐρίφους ἠνάγκασας·
- τὸ γὰρ ἧπαρ αὐτῶν πολλάκις σκοπουμένων
- καθεὶς κάτω τὴν χεῖρα τὴν μίαν λαθὼν
- ἔρριψας εἰς τὸν λάκκον ἰταμῶς τὸν νεφρόν.
- πολὺν ἐποίησας θόρυβον· οὐκ εἶχεν νεφρόν.
- ἔλεγον. ἔκυπτον οἱ παρόντες ἀποβολῇ.
- ἔθυσαν ἕτερον. τοῦ δὲ δευτέρου πάλιν
- τὴν καρδίαν εἶδόν σε καταπίνοντ’ ἐγώ ...
- πάλαι μέγας εἶ, γίνωσκε· τοῦ γὰρ μὴ χανεῖν
- λύκον διὰ κενῆς σὺ μόνος εὕρηκας τέχνην.
- χορδῆς ὀβελίσκους ἡμέρας ζητουμένους
- δύ’ ἐχθὲς ὠμοὺς εἰς τὸ πῦρ ἀποσβέσας
- καὶ πρὸς τὸ δίχορδον ἐτερέτιζες. ᾐσθόμην·
- ἐκεῖνο δρᾶμα, τοῦτο δ’ ἐστὶ παίγνιον.
μή τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν, αὐτὸς δ᾽ ἐστὶν ἄσφακτος;’ δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, ‘οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας (Dem. cor. 208) καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.’ ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ’ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ ὁ Οὐλπιανὸς
Σώφρων δ’ ἐν γυναικείοις κατακοινότερον κέχρηται λέγων (fr. 20 Bo)· ‘παράφερε, Κοικόα, τὸν σκύφον μεστόν.’ καὶ Πλάτων δ’ ἐν Λάκωσιν ἔφη (I 621 K) ‘πάσας παραφερέτω.’ Ἄλεξις Παμφίλῃ (II 360 K)·
- τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
περὶ δὲ τῶν γευμάτων ἃ σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν ἐν Εὐπόλιδι ἐν Αἰξί (I 260 K)·
- παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
- ἀγαθῶν ἁμάξας ...
καὶ ὁ Οὐλπιανὸς ‘Ἔφιππος, ἔφη, ἐν Πελταστῇ (II 261 K) ‘ἔνθ’ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων.’ Ἀντιφάνης δ’ ἐν Διδύμοις (II 45 K)·
- τοῦδε νῦν γεῦσαι λαβών.’
- οἰνογευστεῖ, περιπατεῖ
- ἐν τοῖς στεφάνοις.’
ἐπὶ τούτοις ὁ μάγειρος ἔφη· ‘λέξω τοίνυν κἀγὼ οὐκ ἀρχαίαν ἐπίνοιαν (Ar. Nub. 961), ἀλλ’ εὕρεσιν ἐμήν (ἵνα μὴ ὁ αὐλητὴς πληγὰς λάβῃ· ὁ γὰρ Εὔβουλος ἐν Λάκωσιν ἢ Λήδᾳ ἔφη (II 184 K)·
Φιλύλλιός τε ἢ ὁ ποιήσας τὰς Πόλεις φησίν (I 784 K)·
- ἀλλ’ ἠκούσαμεν
- καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθ’ ὡς
- ὅσ᾽ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
- ὥς φασιν, αὑλητὴς παρ’ ὑμῖν.
v.2.p.331
περὶ ἡμιόπτου καὶ ἡμιέφθου καὶ ἀσφάκτου γεμιστοῦ χοίρου. ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν’, καὶ ἐπέδειξεν. ‘ἔπειτα ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως (εἴρηται γὰρ καὶ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς) διακλύσας ἐπιμελῶς οἴνῳ πολλάκις ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προεψήσας μετὰ πολλοῦ πιπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ πάνυ πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῆς ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτ’ ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτ’ ὠμὸν ἀφελεῖν. καὶ τῆς φορίνης ἤδη γενομένης κραμβαλέας εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τ’ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ὑμῖν παρέθηκα.
- ὅ τι ἂν τύχῃ
- μάγειρος ἀδικήσας, τὸν αὐλητὴν λαβεῖν
- πληγάς)
τὴν δ’ ἐξαίρεσιν, ὦ καλέ μου Οὐλπιανέ, Διονύσιος ὁ κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον (II 425 K)·
- ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν ἢ σοφὸν
v.2.p.332- ἢ γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
- φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
- νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ’ ἐγώ.
- εἰς πολεμίαν ἄγω σε· θαρρῶν κατάτρεχε,
- ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
- τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
- τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
- ἰχθὺς ἁδρὸς πάρεστι· τἀντός ἐστι σά.
- κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ’ ἐστὶ σόν,
- ἕως ἂν ἔνδον ὦμεν· ὅταν ἔξω δ᾽, ἐμόν.
- ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ’ ὅσα
- οὔτ’ ἀριθμὸν οὔτ’ ἔλεγχον ἐφ’ ἑαυτῶν ἔχει,
- περικόμματος δὲ τάξιν ἢ θέσιν φέρει,
- εἰς αὔριον σὲ κἀμὲ ταῦτ’ εὐφρανάτω.
- λαφυροπώλῃ παντάπασι μεταδίδου,
- τὴν πάροδον ἵν’ ἔχῃς τῶν θυρῶν εὐνουστέραν·
- τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
- ἐμὸς εἶ μαθητής, σὸς δ’ ἐγὼ διδάσκαλος.
- μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ’ ἅμα.’
πάντων οὖν ἡμῶν ἐπαινεσάντων τὸν μάγειρον ἐπί τε τῷ ἑτοίμῳ τῶν λεγομένων καὶ τῇ τῆς τέχνης περιεργίᾳ ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος ‘καὶ πόσῳ κάλλιον, ἔφη, τὰ τοιαῦτα ἐκμανθάνειν τοὺς μαγείρους ἢ ἅπερ παρά τινι τῶν πολιτῶν ἡμῶν, ὃς ὑπὸ πλούτου καὶ τρυφῆς τοὺς τοῦ θαυμασιωτάτου Πλάτωνος διαλόγους ἠνάγκαζεν ἐκμανθάνοντας τοὺς μαγείρους φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν (Tim.
ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. ‘οὐδ᾽ ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;’ οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος, ὁ δεῖν᾽, ὁ δεῖνα· κατ’ ὄνομ’ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδεὶς παρέσται, φημί. ‘τί λέγεις; οὐδὲ εἷς;’ σφόδρ’ ἠγανάκτησ’ ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ. ‘σῦν ἄρα θύεις ἐρυσίχθον᾽;’ οὔκ, ἔφην ἐγώ. ‘βοῦν δ’ εὐρυμέτωπον;’ οὐ θύω βοῦν, ἄθλιε. ‘μῆλα θυσιάζεις ἆρα;’ μὰ Δί’ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ‘οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα;’ μῆλα πρόβατ᾽; οὐ μανθάνω .....τούτων οὐδὲν οὐδὲ βούλομαι. ἀγροικότερός εἰμ᾽· ὥσθ’ ἁπλῶς μοι διαλέγου. ‘Ὅμηρον οὐκ οἶσθα λέγοντα;’ καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ‘κατ’ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.’ Ὁμηρικῶς γὰρ διανοεῖ μ’ ἀπολλύναι; ‘οὕτω λαλεῖν εἴωθα.’ μὴ τοίνυν λάλει οὕτω παρ’ ἔμοιγ’ ὤν. ‘ἀλλὰ διὰ τὰς τέτταρας δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν; τὰς οὐλοχύτας φέρε δεῦρο.’ τοῦτο δ’ ἐστὶ τί; ‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; ‘πηγὸς πάρεστι;’ πηγός; οὐχὶ λαικάσει,
- σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
- εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς
- ὅσ’ ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
- πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ,
- εὐθύς μ’ ἐπηρώτησε προσβλέψας μέγα
- ‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.’
- ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς.
- τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;
- οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία
v.2.p.334
- ἐρεῖς σαφέστερόν θ’ ὃ βούλει μοι λέγειν;
- ‘ἀτάσθαλός γ’ εἶ, πρέσβυ, φησ᾽· ἅλας φέρε.’
- τοῦτ’ ἔστι πηγός; ‘ἀλλὰ δεῖξον χέρνιβα.’
- παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα
- τοιαῦθ’ ἃ μὰ τὴν Γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,
- μίστυλλα, μοίρας, δίπτυχ᾽, ὀβελούς, ὥστε με
- τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων
- σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων,
- πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν
- ἀνθρωπίνως λαλεῖν τε. τὸν δ’ οὐκ ἂν ταχὺ
- ἔπεισεν ἡ Πειθὼ μὰ τὴν Γῆν οἶδ’ ὅτι.
περίεργον δ’ ἐστὶν ὡς ἀληθῶς τὸ πολὺ τῶν μαγείρων γένος περί τε τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι ‘γόνυ κνήμης ἔγγιον’ καὶ ‘περιῆλθον Ἀσίαν καὶ Εὐρώπην’. ἐπιτιμῶντες δέ τινί φασιν μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἐγὼ δὲ ἕνα τῶν ἀρχαίων μαγείρων τεθαύμακα πείρᾳ τῆς τέχνης ἧς εἰσηγήσατο ἀπολαύσας. παράγει δ’ αὐτὸν Ἄλεξις ἐν Λέβητι λέγοντα τάδε (II 341 K)·
- ἧψε, μοὐδόκει,
- πνικτόν τι ὄψον δελφάκειον, ΓΛ. ἡδύ γε.
- Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς·
- ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;
- ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας
- ψυχρόν, ξυνιεῖς, εἶτα θερμὴν τὴν χύτραν
- εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖσ’ ἔτι
- ἕλξει δι’ αὑτῆς νοτίδα καὶ ζυμουμένη
v.2.p.336- ὥσπερ κίσηρις λήψεται διεξόδους
- σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται·
- τὰ κρέα δ’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα,
- ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν.
- Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία,
- ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ’ αὐτά, παῖ,
- ὅταν παρατιθῇς, μανθάνεις, ἐψυγμένα.
- ἀτμὶς γὰρ οὕτως οὐχὶ προσπηδήσεται
- ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφαγών.
- Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα
- λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις·
- τέχνην δ’ ὀνειδίζεις.
καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε (IV 108 M)·
ἐγὼ δ’ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον (II 570 K),
- οὐδὲ εἷς
- μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν·
- ἱεροπρεπής πώς ἐστιν ἡμῶν ἡ τέχνη.
- παρατίθημ’ ὁλοσχερῆ
- ἄρν’ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον,
- χοιρίδια περιφόρινα κρομβώσας ὅλα,
- δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.