Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν· ‘ἀλλ’ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτ’ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν· τριῶν δ’ ὄντων ἀνδρῶν, δι’ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρ’ ἡμῖν ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς· ὃ δὲ ἐπόει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον· καλεῖται δ’ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας. ἅτερος δ’ ἦν ἐπί τινος δίφρου κειμένου παρ’ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν· ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν

v.2.p.73
εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς· καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλ’ οὐκ ἀποσοβῶν. διὸ ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι τῷ μειρακίῳ μυῖαν, οὐκ ἄλλην ἢ ᾽κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος· οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς αὑτόν.’

ἀλλ’ οὐ Λεύκων τοιοῦτος ἦν ὁ Ποντικὸς τύραννος, ὃς ἐπεὶ συχνοὺς τῶν φίλων ᾔσθετο σεσυλημένους ὑπό τινος τῶν περὶ αὑτὸν κολάκων, συνιδὼν τὸν ἄνθρωπον διαβάλλοντά τινα τῶν λοιπῶν φίλων ‘ἀπέκτεινα ἄν, εἶπέν, σε νὴ τοὺς θεούς, εἰ μὴ πονηρῶν ἀνδρῶν ἡ τυραννὶς ἐδεῖτο.’ Ἀντιφάνης δ’ ὁ κωμῳδιοποιὸς ἐν Στρατιώτῃ τὰ ὅμοια λέγει περὶ τῆς τῶν ἐν Κύπρῳ βασιλέων τρυφῆς. ποιεῖ δέ τινα ἀναπυνθανόμενον στρατιώτου τάδε (II 97 K)·

  1. ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
  2. πολὺν χρόνον; Β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος.
  3. Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ·
    v.2.p.74
  4. οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν,
  5. ἄλλως τ’ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο
  6. ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενὸς
  7. δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ
  8. ἐρήσομαί σε τοῦθ᾽. Β. ὅπως; ἠλείφετο
  9. ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ,
  10. καρποῦ σύχν’ οἵου φασὶ τὰς περιστερὰς
  11. τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι
  12. παρῆσαν οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν
  13. ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι
  14. ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολὺ
  15. τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς
  16. οὕτως ἀνερρίπιζον ὥστε σύμμετρον
  17. αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον ποιεῖν.

‘εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος (1. s.)· πρὸς γὰρ τῷ τοιούτῳ κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἳ μὲν παραγκωνιστήν, οἳ δὲ σχηματοθήκην καλοῦσι. κατ’ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους· οὕτω ποικιλόφωνός τις ἐστίν. Ἀνδροκύδης δ’ ὁ ἰατρὸς ἔλεγε τὴν κολακείαν ἔχειν τὴν ἐπωνυμίαν ἀπὸ τοῦ προσκολλᾶσθαι ταῖς ὁμιλίαις· ἐμοὶ δὲ δοκεῖ διὰ τὴν εὐχέρειαν ὅτι

v.2.p.75
πάντα ὑποδύεται, ὡς δή τις ὑποστατικὸς νωταγωγῶν τῷ τῆς ψυχῆς ἤθει καὶ οὐ βαρυνόμενος οὐδενὶ τῶν αἰσχρῶν.’ οὐκ ἂν διαμάρτοι δέ τις τὸν τοῦ μειρακίου τούτου τοῦ Κυπρίου βίον ὑγρὸν ὀνομάζων· οὗ πολλοὺς καὶ διδασκάλους φησὶν εἶναι Ἀθήνησιν Ἄλεξις ἐν Πυραύνῳ λέγων οὕτως (II 372 K)·
  1. πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν,
  2. ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν.
  3. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας
  4. διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
  5. ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου.
καὶ Κρώβυλος ἐν Ἀπολιπούσῃ (IV 566 M)·
  1. πάλιν ἡ τοῦ βίου
  2. ὑγρότης μέ τοῦ σου τέθλιφε· τὴν ἀσωτίαν
  3. ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

Ἀντιφάνης δ’ ἐν Λημνίαις (II 70 K) τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν εἶναι ἐν οἷς λέγει ἐν ταῖς Λημνίαις·

  1. εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη
  2. ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς;
  3. ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται,
  4. ὁ γεωργὸς ...............,
  5. ........ ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν·
  6. πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος.
  7. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς·
  8. οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά,
  9. ἁδρὸν γελάσαι, σκῶψαί τιν᾽, ἐμπιεῖν πολύν,
  10. οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.
    v.2.p.76
κεχαρακτήρικε δὲ ὡς ἔνι μάλιστα ἐπιμελῶς τὸν κόλακα Μένανδρος ἐν τῷ ὁμωνύμῳ δράματι, ὡς καὶ τὸν παράσιτον Δίφιλος ἐν Τελεσίᾳ. Ἄλεξις δ’ ἐν Καταψευδομένῳ λέγοντά τινα κόλακα τοιαῦτα παρεισάγων φησίν (II 381 K)·
  1. εὐδαίμων ἐγώ, μὰ τὸν Δία
  2. τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι
  3. ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι,
  4. ἀλλ’ ὅτι διαρραγήσομ᾽, ἂν θεὸς θέλῃ·
  5. τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.
δοκεῖ δέ μοι οὗτος, ἄνδρες φίλοι, ὁ καλὸς γάστρις οὐκ ἂν ὠκνηκέναι εἰπεῖν καὶ τὰ ἐξ Ὀμφάλης Ἴωνος τοῦ τραγῳδιοποιοῦ (fr. 21 N)·
  1. ἐνιαυσίαν γὰρ δεῖ με τὴν ἑορτὴν ἄγειν.
οἷον καθημερινήν

  1. Ἱππίας δ’ ὁ Ἐρυθραῖος ἐν τῇ δευτέρᾳ τῶν
περὶ τῆς πατρίδος ἱστοριῶν (FHG IV 431) διηγούμενος ὡς ἡ Κνωποῦ βασιλεία ὑπὸ τῶν ἐκείνου κολάκων κατελύθη φησὶν καὶ ταῦτα· ‘Κνωπῷ μαντευομένῳ περὶ σωτηρίας ὁ θεὸς ἔχρησε θύειν Ἑρμῇ δολίῳ. καὶ μετὰ ταῦτα ὁρμήσαντος αὐτοῦ εἰς Δελφοὺς οἱ τὴν βασιλείαν αὐτοῦ καταλῦσαι βουλόμενοι, ἵν’ ὀλιγαρχίαν καταστήσωνται· (ἦσαν δ’ οὗτοι Ὀρτύγης καὶ Ἶρος καὶ Ἔχαρος, οἳ ἐκαλοῦντο διὰ τὸ περὶ τὰς θεραπείας εἶναι τῶν ἐπιφανῶν πρόκυνες καὶ κόλακες) συμπλέοντες οὖν τῷ Κνωπῷ, ὡς ἤδη πόρρω τῆς γῆς ἦσαν, δήσαντες τὸν Κνωπὸν ἔρριψαν εἰς τὸ πέλαγος καὶ καταχθέντες εἰς Χίον καὶ δύναμιν παρὰ τῶν ἐκεῖ τυράννων
v.2.p.77
λαβόντες Ἀμφίκλου καὶ Πολυτέκνου νυκτὸς κατέπλευσαν εἰς τὰς Ἐρυθράς. κατὰ τὸ αὐτὸ καὶ τὸ τοῦ Κνωποῦ σῶμα ἐξεβράσθη τῆς Ἐρυθραίας κατὰ τὴν ἀκτὴν ἣ νῦν Λεόποδον καλεῖται. τῆς δὲ γυναικὸς τοῦ Κνωποῦ Κλεονίκης περὶ τὴν τοῦ σώματος κηδείαν γινομένης (ἦν δὲ ἑορτὴ καὶ πανήγυρις ἀγομένη Ἀρτέμιδι Στροφαίᾳ) ἐξαίφνης ἀκούεται σάλπιγγος βοή· καὶ καταληφθέντος τοῦ ἄστεος ὑπὸ τῶν περὶ τὸν Ὀρτύγην πολλοὶ μὲν ἀναιροῦνται τῶν τοῦ Κνωποῦ φίλων καὶ ἡ Κλεονίκη μαθοῦσα φεύγει εἰς Κολοφῶνα.

οἱ δὲ περὶ τὸν Ὀρτύγην τύραννοι ἔχοντες τὴν ἐκ Χίου δύναμιν τοὺς ἐνισταμένους αὐτῶν τοῖς πράγμασι διέφθειρον καὶ τοὺς νόμους καταλύσαντες αὐτοὶ διεῖπον τὰ κατὰ τὴν πόλιν ἐντὸς τείχους οὐδένα δεχόμενοι τῶν δημοτῶν· ἔξω δὲ πρὸ τῶν πυλῶν δικαστήριον κατασκευάσαντες τὰς κρίσεις ἐποιοῦντο, ἁλουργὰ μὲν ἀμπεχόμενοι περιβόλαια καὶ χιτῶνας ἐνδεδυκότες περιπορφύρους. ὑπεδέδεντο δὲ καὶ πολυσχιδῆ σανδάλια τοῦ θέρους, τοῦ δὲ χειμῶνος ἐν γυναικείοις ὑποδήμασι διετέλουν περιπατοῦντες κόμας τε ἔτρεφον καὶ πλοκαμῖδας ἔχειν ἤσκουν, διειλημμένοι τὰς κεφαλὰς διαδήμασι μηλίνοις καὶ πορφυροῖς· εἶχον δὲ καὶ κόσμον ὁλόχρυσον ὁμοίως ταῖς γυναιξίν. ἠνάγκαζόν τε τῶν πολιτῶν τοὺς μὲν διφροφορεῖν, τοὺς δὲ ῥαβδουχεῖν, τοὺς δὲ τὰς ὁδοὺς ἀνακαθαίρειν καὶ τῶν μὲν τοὺς υἱεῖς εἰς τὰς κοινὰς συνουσίας μετεπέμποντο, τοῖς δὲ τὰς ἰδίας γυναῖκας καὶ τὰς θυγατέρας ἄγειν παρήγγελλον· τοὺς δ᾽ ἀπειθοῦντας ταῖς ἐσχάταις τιμωρίαις

v.2.p.78
περιέβαλλον. εἰ δέ τις τῶν ἐκ τῆς ἑταιρίας αὐτῶν ἀποθάνοι, συνάγοντες τοὺς πολίτας μετὰ γυναικῶν καὶ τέκνων ἠνάγκαζον θρηνεῖν τοὺς ἀποθανόντας καὶ στερνοτυπεῖσθαι μετὰ βίας καὶ βοᾶν ὀξὺ καὶ μέγα ταῖς φωναῖς ἐφεστηκότος μαστιγοφόρου τοῦ ταῦτα ποιεῖν ἀναγκάζοντος, ἕως Ἱππότης ὁ Κνωποῦ ἀδελφὸς μετὰ δυνάμεως ἐπελθὼν ταῖς Ἐρυθραῖς ἑορτῆς οὔσης τῶν Ἐρυθραίων προσβοηθούντων ἐπῆλθε τοῖς τυράννοις καὶ πολλοὺς αἰκισάμενος τῶν περὶ αὐτοὺς Ὀρτύγην μὲν φεύγοντα συνεκέντησε καὶ τοὺς μετὰ τούτου, τὰς δὲ γυναῖκας αὐτῶν καὶ τὰ τέκνα δεινῶς αἰκισάμενος τὴν πατρίδα ἠλευθέρωσεν.’

ἐκ τούτων οὖν ἁπάντων ἔστι συνιδεῖν, ἄνδρες φίλοι, ὅσων κακῶν αἰτία γίνεται κολακεία τῷ βίῳ· καὶ Θεόπομπος γὰρ ἐν τῇ θʹ τῶν Φιλιππικῶν (FHG I 301) φησιν· ‘Ἀγαθοκλέα δοῦλον γενόμενον καὶ τῶν ἐκ Θετταλίας πενεστῶν Φίλιππος μέγα παρ’ αὐτῷ δυνάμενον διὰ τὴν κολακείαν καὶ ὅτι ἐν τοῖς συμποσίοις συνὼν αὐτῷ ὠρχεῖτο καὶ γέλωτα παρεσκεύαζεν ἀπέστειλε διαφθεροῦντα Περραιβοὺς καὶ τῶν ἐκεῖ πραγμάτων ἐπιμελησόμενον. τοιούτους δ’ εἶχεν ἀεὶ περὶ αὑτὸν ἀνθρώπους ὁ Μακεδών, οἷς διὰ φιλοποσίαν καὶ βωμολοχίαν πλείω χρόνον ὡς τὰ πολλὰ συνδιέτριβε καὶ συνήδρευε περὶ τῶν μεγίστων βουλευόμενος.’ ἱστορεῖ δὲ περὶ αὐτοῦ καὶ τάδε Ἡγήσανδρος ὁ Δελφός (FHG IV 413), ὡς τοῖς Ἀθήνησιν εἰς τὸ Διομέων Ἡράκλειον ἀθροιζομένοις τοῖς τὰ γέλοια λέγουσιν ἀπέστελλεν ἱκανὸν κερμάτιον καὶ προσέτασσέ τισιν ἀναγράφοντας τὰ λεγόμενα ὑπ᾽ αὐτῶν ἀποστέλλειν πρὸς

v.2.p.79
αὐτόν. Θεόπομπος δ’ ἐν ἕκτῃ καὶ εἰκοστῇ ἱστοριῶν (FHG I 308) ‘τοὺς Θεσσαλούς, φησίν, εἰδὼς ὁ Φίλιππος ἀκολάστους ὄντας καὶ περὶ τὸν βίον ἀσελγεῖς συνουσίας αὐτῶν κατεσκεύαζε καὶ πάντα τρόπον ἀρέσκειν αὐτοῖς ἐπειρᾶτο καὶ γὰρ ὀρχούμενος καὶ κωμάζων καὶ πᾶσαν ἀκολασίαν ὑπομένων (ἦν δὲ καὶ φύσει βωμολόχος καὶ καθ’ ἑκάστην ἡμέραν μεθυσκόμενος καὶ χαίρων τῶν ἐπιτηδευμάτων τοῖς πρὸς ταῦτα συντείνουσι καὶ τῶν ἀνθρώπων τοῖς εὐφυέσι καλουμένοις καὶ τὰ γέλοια λέγουσι καὶ ποιοῦσι), πλείους τε τῶν Θετταλῶν τῶν αὐτῷ πλησιασάντων ᾕρει μᾶλλον ἐν ταῖς συνουσίαις ἢ ταῖς δωρεαῖς.’ τὰ παραπλήσια ἐποίει καὶ ὁ Σικελιώτης Διονύσιος, ὡς Εὔβουλος ὁ κωμῳδιοποιὸς παρίστησιν ἐν τῷ τοῦ τυράννου ὁμωνύμῳ δράματι (II 173 K)·
  1. ἀλλ’ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος
  2. καὶ τοῖς κόλαξι πᾶσι, τοῖς σκώπτουσι δὲ
  3. ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ
  4. τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.

ἀλλὰ μὴν καὶ τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν οὐ μόνον ὁ Διονύσιος ἀνελάμβανεν, ἀλλὰ καὶ ὁ Φίλιππος. ἱστορεῖ δὲ περὶ ἑκατέρου Θεόπομπος ἐν μὲν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ (FHG I 320) γράφων οὕτως· ‘Φίλιππος τοὺς μὲν κοσμίους τὰ ἤθη καὶ τοὺς τῶν ἰδίων ἐπιμελουμένους ἀπεδοκίμαζε, τοὺς δὲ πολυτελεῖς καὶ ζῶντας ἐν κύβοις καὶ πότοις ἐπαινῶν ἐτίμα. τοιγαροῦν οὐ

v.2.p.80
μόνον αὐτοὺς τοιαῦτ’ ἔχειν παρεσκεύαζεν, ἀλλὰ καὶ τῆς ἄλλης ἀδικίας καὶ βδελυρίας ἀθλητὰς ἐποίησεν. τί γὰρ τῶν αἰσχρῶν ἢ δεινῶν αὐτοῖς οὐ προσῆν ἢ τί τῶν καλῶν καὶ σπουδαίων οὐκ ἀπῆν; οὐχ οἳ μὲν ξυρούμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες, οἳ δ᾽ ἀλλήλοις ἐτόλμων ἐπανίστασθαι πώγωνας ἔχουσι; καὶ περιήγοντο μὲν δύο καὶ τρεῖς ἑταιρουμένους, αὐτοὶ δὲ τὰς αὐτὰς ἐκείνοις χρήσεις ἑτέροις παρεῖχον. ὅθεν δικαίως ἄν τις αὐτοὺς οὐχ ἑταίρους ἀλλ’ ἑταίρας ὑπέλαβεν οὐδὲ στρατιώτας ἀλλὰ χαμαιτύπας προσηγόρευσεν· ἀνδροφόνοι γὰρ τὴν φύσιν ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν. πρὸς δὲ τούτοις ἀντὶ μὲν τοῦ νήφειν τὸ μεθύειν ἠγάπων, ἀντὶ δὲ τοῦ κοσμίως ζῆν ἁρπάζειν καὶ φονεύειν ἐζήτουν. καὶ τὸ μὲν ἀληθεύειν καὶ ταῖς ὁμολογίαις ἐμμένειν οὐκ οἰκεῖον αὑτῶν ἐνόμιζον, τὸ δ’ ἐπιορκεῖν καὶ φενακίζειν ἐν τοῖς σεμνοτάτοις ὑπελάμβανον. καὶ τῶν μὲν ὑπαρχόντων ἠμέλουν, τῶν δὲ ἀπόντων ἐπεθύμουν, καὶ ταῦτα μέρος τι τῆς Εὐρώπης ἔχοντες. οἴομαι γὰρ τοὺς ἑταίρους οὐ πλείονας ὄντας κατ᾽ ἐκεῖνον τὸν χρόνον ὀκτακοσίων οὐκ ἐλάττω καρπίζεσθαι γῆν ἢ μυρίους τῶν Ἑλλήνων τοὺς τὴν ἀρίστην καὶ πλείστην χώραν κεκτημένους. καὶ περὶ Διονυσίου δὲ τὰ παραπλήσια ἱστορεῖ ἐν τῇ πρώτῃ πρὸς ταῖς εἴκοσι (FHG I 303)· ‘Διονύσιος ὁ Σικελίας τύραννος τοὺς ἀποβάλλοντας τὰς οὐσίας εἰς μέθας καὶ κύβους καὶ τὴν τοιαύτην ἀκολασίαν· ἠβούλετο γὰρ ἅπαντας εἶναι διεφθαρμένους καὶ φαύλους· οὓς καὶ εὖ περιεῖπε.’
v.2.p.81

καὶ Δημήτριος δ’ ὁ Πολιορκητὴς φιλόγελως ἦν, ὡς ἱστορεῖ Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ἱστοριῶν (FHG I 339). ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ γράφει οὕτως (ib. 341)· ‘περιεώρα Δημήτριος τοὺς κολακεύοντας αὐτὸν ἐν τοῖς συμποσίοις καὶ ἐπιχεομένους Δημητρίου μὲν μόνου βασιλέως, Πτολεμαίου δὲ μόνου ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Σελεύκου δ’ ἐλεφαντάρχου. καὶ ταῦτα αὐτῷ οὐ τὸ τυχὸν συνῆγε μῖσος.’ Ἡρόδοτος δέ φησιν (II 173. 174) Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἐόντα σκώπτειν τοὺς συμπότας, καὶ ‘ὅτε ἰδιώτης, φησίν, ἦν, φιλοπότης ὑπῆρχε καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ.’ Νικόλαος δ’ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν ἱστοριῶν (FHG III 416) Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας. ἐμφανίζουσι δ’ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ’ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.

Τιρυνθίους δέ φησι Θεόφραστος ἐν τῷ περὶ κωμῳδίας (fr. 124 W) φιλόγελως ὄντας, ἀχρείους δὲ πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων καταφυγεῖν ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἀπαλλαγῆναι βουλομένους τοῦ πάθους, καὶ τὸν θεὸν ἀνελεῖν αὐτοῖς, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλατταν, παύσεσθαι. οἳ δὲ δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ. μαθὼν οὖν εἷς καὶ συγκαταμιχθείς, ἐπείπερ

v.2.p.82
ἐβόων ἀπελαύνοντες αὐτόν, ‘τί δῆτ᾽; ἔφη· δεδοίκατε μὴ τὸ σφάγιον ὑμῶν ἀνατρέψω;’ γελασάντων δὲ ἔμαθον ἔργῳ τὸν θεὸν δείξαντα ὡς ἄρα τὸ πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι. Σωσικράτης δ᾽ ἐν αʹ Κρητικῶν (FHG IV 500) ἴδιόν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέγειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολλάκις εὐκαίρως διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. ὥστε πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον.

τῇ δ’ ἀλαζονείᾳ μετὰ τὴν κολακείαν χώραν δίδωσιν Ἀναξανδρίδης ὁ κωμῳδιοποιὸς ἐν Φαρμακομάντει λέγων οὕτως (II 157 K)·

  1. ὅτι εἴμ’ ἀλαζὼν τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί;
  2. νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ
  3. μετὰ τὴν κολακείαν· ἥδε μὲν γὰρ διαφέρει.
ψωμοκόλακος δὲ μνημονεύει Ἀριστοφάνης ἐν Γηρυτάδῃ οὕτως (I 432 K)·
  1. ψίθυρός τ’ ἐκαλοῦ καὶ ψωμοκόλαξ.
καὶ Σαννυρίων Ἰοῖ (I 795 K)·
  1. φθείρεσθ’ ἐπίτριπτοι ψωμοκόλακες.
Φιλήμων Ἀνανεουμένῃ (II 480 K)·
  1. ψωμοκόλαξ δ’ ἔσθ’ οὗτος.
Φιλιππίδης δ’ ἐν Ἀνανεώσει (IV 469 M)·
  1. ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.
κυρίως δ’ ὁ κόλαξ ἐπὶ τούτου κεῖται· κόλον γὰρ ἡ τροφή, ὅθεν καὶ ὁ βουκόλος καὶ ὁ δύσκολος, ὅς ἐστι δυσάρεστος καὶ σικχός, κοιλία τε ἡ τὴν τροφὴν
v.2.p.83
δεχομένη. ψωμοκόλαφον δ’ εἴρηκε Δίφιλος ἐν Θησεῖ οὕτως (II 557 K)·
  1. σὲ μὲν καλοῦσι ψωμοκόλαφον δραπέτην.’

τοσαῦτα τοῦ Δημοκρίτου εἰπόντος καὶ πιεῖν αἰτήσαντος ἐν τῷ Σαυρία βομβυλιῷ ὁ Οὐλπιανὸς ἔφη· ‘καὶ τίς ὁ Σαυρίας οὗτος;’ καὶ μέλλοντος ἀπεραντολογίας πολλὰς διεξιέναι παρεφάνη πλῆθος οἰκετῶν τὰ πρὸς τὴν ἐδωδὴν εἰσκομίζοντες. περὶ ὧν πάλιν ὁ Δημόκριτος κατὰ τὸ ἀκόλουθον ἔφη· ‘ἀεί ποτε ἐγώ, ἄνδρες φίλοι, τεθαύμακα τὸ τῶν δούλων γένος ὥς ἐστιν ἐγκρατὲς τοσαύταις ἐγκαλινδούμενον λιχνείαις. ταύτας γὰρ ὑπερορῶσιν οὐ μόνον διὰ φόβον ἀλλὰ καὶ κατὰ διδασκαλίαν, οὐ τὴν ἐν Δουλοδιδασκάλῳ Φερεκράτους, ἀλλὰ ἐθισθέντες· οὐχ ὡς ἀπειρημένου τοῦ τοιούτου, καθάπερ ἐν Κῷ τῇ νήσῳ, ὅταν τῇ Ἥρᾳ θύωσι· φησὶ γὰρ Μακαρεὺς ἐν τῇ τρίτῃ Κῳακῶν (FHG IV 442), ὅτι ὁπόταν τῇ Ἥρᾳ θύωσιν οἱ Κῷοι οὔτε εἴσεισιν εἰς τὸ ἱερὸν δοῦλος οὔτε γεύεταί τινος τῶν παρεσκευασμένων· καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ φησίν (II 47 K)·

  1. ὁρᾶν τε κείμενα
  2. ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
  3. ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
  4. ὥς φασιν αἱ γυναῖκες.
Ἐπικράτης δ’ ἐν Δυσπράτῳ ἀγανακτοῦντα ποιεῖ τινα τῶν οἰκετῶν καὶ λέγοντα (II 284 K)·
  1. τί γὰρ
  2. ἔχθιον ἢ ‘παῖ παῖ’ καλεῖσθαι παρὰ πότον,
  3. καὶ ταῦτ’ ἀγενείῳ μειρακυλλίῳ τινί,
    v.2.p.84
  4. ἢ τὴν ἀμίδα φέρειν ὁρᾶν τε κείμενα
  5. ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε,
  6. ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν,
  7. ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ,
  8. γάστριν καλοῦσι καὶ λάμυρον ὃς ἂν φάγῃ
  9. ἡμῶν τι τούτων.
ἐκ τῆς παραθέσεως τῶν ἰαμβείων δῆλός ἐστιν ὁ Ἐπικράτης τὰ τοῦ Ἀντιφάνους μετενεγκών.

Διευχίδας δ’ ἐν τοῖς Μεγαρικοῖς (FHG IV 389)... τὰς καλουμένας, φησίν, Ἀραιὰς (μεταξὺ δὲ τῆς Κνιδίας καὶ τῆς Σύμης εἰσι) γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, ... οἳ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἳ δὲ μετὰ Περιέργου τὴν Καμιρίδα κατέσχον. τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. ναυαγήσας δ’ ὁ Φόρβας καὶ Παρθενία ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. καὶ αὐτοῖς περιτυχὼν Θαμνεύς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν ὡς ἄγοντος αὐτοῦ ξένους. ἐλθὼν δ’ εἰς οἶκον ὡς οὐδὲν εὗρε παρεσκευασμένον αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα καὶ τἄλλα τἀκόλουθα ἐπιτελέσας ἐξένισεν αὐτούς. καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη ὡς καὶ

v.2.p.85
τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις δι’ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ· καὶ τὸ ἔθος διαμένειν ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὔκ ἐστιν ὅσιον.’

ἐπεὶ δὲ καὶ τοῦτ’ ἐστι τῶν ὑπὸ τοῦ Οὐλπιανοῦ προβεβλημένων, καὶ τὸ περὶ τοὺς οἰκέτας, φέρε εἴπωμέν τι καὶ ἡμεῖς ἀναπεμπασάμενοι περὶ αὐτῶν ἐξ ὧν πάλαι τυγχάνομεν ἀνεγνωκότες. Φερεκράτης μὲν γὰρ ἐν Ἀγρίοις φησίν (I 147 K)·

  1. οὐ γὰρ ἦν τότ’ οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ
  2. δοῦλος, ἀλλ’ αὐτὰς ἔδει μοχθεῖν ἅπαντ’ ἐν οἰκίᾳ.
  3. εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,
  4. ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.
καὶ Ἀναξανδρίδης δὲ ἐν Ἀγχίσῃ φησίν (II 137 K)·
  1. οὐκ ἔστι δούλων, ὦγάθ᾽, οὐδαμοῦ πόλις,
  2. τύχη δὲ πάντῃ μεταφέρει τὰ σώματα.
  3. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι,
  4. εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην
  5. ἀγορᾷ κέχρηνται. τὸν γὰρ οἴακα στρέφει
  6. δαίμων ἑκάστῳ.

Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ τῶν ἱστοριῶν ἑνδεκάτῃ (FHG III 257) ‘πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτῳ

v.2.p.86
τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ.’ τάχ᾽ οὖν διὰ τοῦτο καὶ Εὐφορίων ὁ ἐποποιὸς τοὺς Μαριανδυνοὺς δωροφόρους κέκληκε (fr. 73 M)·
  1. δωροφόροι καλεοίαθ’ ὑποφρίσσοντες ἄνακτας.
λέγει δὲ καὶ Καλλίστρατος ὁ Ἀριστοφάνειος (FHG IV 355), ὅτι τοὺς Μαριανδυνοὺς ὠνόμαζον μὲν δωροφόρους ἀφαιροῦντες τὸ πικρὸν τῆς ἀπὸ τῶν οἰκετῶν προσηγορίας, καθάπερ Σπαρτιᾶται μὲν ἐποίησαν ἐπὶ τῶν εἱλώτων, Θετταλοὶ δ’ ἐπὶ τῶν πενεστῶν, Κρῆτες δ’ ἐπὶ τῶν κλαρωτῶν. καλοῦσι δὲ οἱ Κρῆτες τοὺς μὲν κατὰ πόλιν οἰκέτας χρυσωνήτους, ἀμφαμιώτας δὲ τοὺς κατ’ ἀγρὸν ἐγχωρίους μὲν ὄντας, δουλωθέντας δὲ κατὰ πόλεμον· διὰ τὸ κληρωθῆναι δὲ κλαρώτας. ὁ Ἔφορος δ’ ἐν γʹ ἱστοριῶν (FHG I 242)· ‘κλαρώτας, φησί, Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δ’ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίᾳ, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλ’ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους. Σωσικράτης δ’ ἐν δευτέρῳ Κρητικῶν (FHG IV 501) ‘τὴν μὲν κοινήν, φησί, δουλείαν οἱ Κρῆτες καλοῦσι μνοίαν, τὴν δὲ ἰδίαν ἀφαμιώτας, τοὺς δὲ ὑπηκόους περιοίκους.’ τὰ παραπλήσια ἱστορεῖ καὶ Δωσιάδας ἐν δʹ Κρητικῶν (FHG IV 399).

Θετταλῶν δὲ λεγόντων πενέστας τοὺς μὴ γόνῳ δούλους,

v.2.p.87
διὰ πολέμου δ’ ἡλωκότας, Θεόπομπος ὁ κωμικὸς ἀποχρησάμενος τῇ φωνῇ φησι (I 752 K)·
  1. δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.
Φιλοκράτης δ’ ἐν βʹ Θετταλικῶν (FHG IV 477) (̓εἰ γνήσια τὰ συγγράμματα) καλεῖσθαί φησι τοὺς πενέστας καὶ Θετταλικέτας. Ἀρχέμαχος δ᾽ ἐν τῇ τρίτῃ Εὐβοικῶν (FHG IV 314) ‘Βοιωτῶν, φησίν, τῶν τὴν Ἀρναίαν κατοικησάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλ’ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θεσσαλοῖς δουλεύειν καθ’ ὁμολογίας, ἐφ’ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δὲ τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσιν· οὗτοι οὖν οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.’ καὶ Εὐριπίδης δὲ ἐν Φρίξῳ λάτριας αὐτοὺς ὀνομάζει διὰ τούτων (fr. 827 N)·
  1. λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων.

Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν (FHG I 207) ‘οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι’, γράφων οὕτως· ‘καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη (p. 497 R) διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνων. ἀλλὰ πρώτῃ τῇ Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους

v.2.p.88
ἑταῖρον χιλίους οἰκέτας κτησάμενον διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν ὡς τοσούτους τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφῃρημένον. εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροις.’

Πλάτων δ’ ἐν ἕκτῳ Νόμων φησί (p. 776 c)· ‘τὰ τῶν οἰκετῶν χαλεπὰ πάντῃ. σχεδὸν γὰρ πάντων Ἑλλήνων ἡ Λακεδαιμονίων εἱλωτεία πλείστην ἀπορίαν παράσχοιτ’ ἂν καὶ ἔριν τοῖς μὲν ὡς εὖ, τοῖς δ’ ὡσ οὐκ εὖ γεγονυῖά ἐστιν· ἐλάττω δὲ ἡ Ἡρακλεωτῶν δουλεία τῆς τῶν Μαριανδυνῶν καταδουλώσεως ἔριν ἂν ἔχοι τὸ Θετταλῶν τ’ αὖ πενεστικὸν ἔθνος. εἰς ἃ καὶ πάντα ἀποβλέψαντας ἡμᾶς τί χρὴ ποιεῖν περὶ κτήσεως οἰκετῶν; οὐ γὰρ ὑγιὲς οὐδὲν ψυχῆς δούλης· οὐ δεῖ γὰρ οὐδὲν ὑγιὲς πιστεύειν αὐτοῖς τὸν νοῦν κεκτημένον. ὁ δὲ σοφώτατος τῶν ποιητῶν φησιν· Od. 17.322

  1. ἥμισυ γάρ τε νόου ἀπαμείρεται εὐρύοπα Ζεὺς
  2. ἀνδρῶν, οὓς ἂν δὴ κατὰ δούλιον ἦμαρ ἕλῃσι.
χαλεπὸν οὖν τὸ κτῆμα ἔργῳ πολλάκις ἐπιδέδεικται περί τε τὰς Μεσσηνίων συχνὰς ἀποστάσεις καὶ περὶ τὰς τῶν ἐκ μιᾶς φωνῆς πολλοὺς οἰκέτας κτωμένων πόλεις ὅσα κακὰ συμβαίνει, καὶ ἔτι τὰ τῶν λεγομένων περιδίνων περὶ τὴν Ἰταλίαν παντοδαπὰ κλοπῶν ἔργα καὶ παθήματα· πρὸς ἅ τις ἂν πάντα βλέψας διαπορήσειε τί χρὴ δρᾶν περὶ ἁπάντων τῶν τοιούτων. δύο δὴ λείπεσθον μηχαναί, μὴ πατριώτας ἀλλήλων εἶναι τοὺς μέλλοντας δουλεύσειν ἀσυμφώνους τε ὅτι μάλιστα
v.2.p.89
εἰς δύναμιν, τρέφειν δ’ αὐτοὺς ὀρθῶς μὴ μόνον ἐκείνων ἕνεκα, πλέον δ’ ἑαυτῶν προτιμῶντας ὑβρίζειν τε ἥκιστα εἰς αὐτούς. κολάζειν δὲ ἐν δίκῃ δούλους δεῖ καὶ μὴ νουθετοῦντας ὡς ἐλευθέρους θρύπτεσθαι ποιεῖν, τὴν δὲ οἰκέτου πρόσρησιν χρὴ σχεδὸν ἐπίταξιν πᾶσαν γίγνεσθαι, μὴ προσπαίζοντας μηδαμῇ μηδαμῶς οἰκέταις, μήτ᾽ οὖν θηλείαις μήτε ἄρρεσιν· ἃ δὴ πρὸς δούλους φιλοῦσι πολλοὶ σφόδρα ἀνοήτως θρύπτοντες χαλεπώτερον ἀπεργάζεσθαι τὸν βίον ἐκείνοις τε ἄρχεσθαι καὶ ἑαυτοῖς ἄρχειν.’

πρώτους δ’ ἐγὼ τῶν Ἑλλήνων οἶδα ἀργυρωνήτοις δούλοις χρησαμένους Χίους, ὡς ἱστορεῖ Θεόπομπος ἐν τῇ ἑβδόμῃ καὶ δεκάτῃ τῶν ἱστοριῶν (FHG I 300)· ‘Χῖοι πρῶτοι τῶν Ἑλλήνων μετὰ Θετταλοὺς καὶ Λακεδαιμονίους ἐχρήσαντο δούλοις, τὴν μέντοι κτῆσιν αὐτῶν οὐ τὸν αὐτὸν τρόπον ἐκείνοις ... Λακεδαιμόνιοι μὲν γὰρ καὶ Θετταλοὶ φανήσονται κατασκευασάμενοι τὴν δουλείαν ἐκ τῶν Ἑλλήνων τῶν οἰκούντων πρότερον τὴν χώραν ἣν ἐκεῖνοι νῦν ἔχουσιν, οἱ μὲν Ἀχαιῶν, Θετταλοὶ δὲ Περραιβῶν καὶ Μαγνήτων, καὶ προσηγόρευσαν τοὺς καταδουλωθέντας οἳ μὲν εἵλωτας, οἳ δὲ πενέστας. Χῖοι δὲ βαρβάρους κέκτηνται τοὺς οἰκέτας καὶ τιμὴν αὐτῶν καταβάλλοντες.’ ὁ μὲν οὖν Θεόπομπος ταῦθ’ ἱστόρησεν· ἐγὼ δὲ τοῖς Χίοις ἡγοῦμαι διὰ τοῦτο νεμεσῆσαι τὸ δαιμόνιον· χρόνοις γὰρ ὕστερον ἐξεπολεμήθησαν διὰ δούλους. Νυμφόδωρος γοῦν ὁ Συρακόσιος ἐν τῷ τῆς Ἀσίας Παράπλῳ (FHG II 378) τάδ’ ἱστορεῖ περὶ αὐτῶν· ‘τῶν Χίων οἱ δοῦλοι

v.2.p.90
ἀποδιδράσκουσιν αὐτοὺς καὶ εἰς τὰ ὄρη ὁρμώμενοι τὰς ἀγροικίας αὐτῶν κακοποιοῦσι πολλοὶ συναθροισθέντες· ἡ γὰρ νῆσός ἐστι τραχεῖα καὶ κατάδενδρος. μικρὸν δὲ πρὸ ἡμῶν οἰκέτην τινὰ ὃν μυθολογοῦσιν αὐτοὶ οἱ Χῖοι ἀποδράντα ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ποιεῖσθαι, ἀνδρεῖον δέ τινα ὄντα καὶ τὰ πολέμια ἐπιτυχῆ τῶν δραπετῶν ἀφηγεῖσθαι ὡς ἂν βασιλέα στρατεύματος. καὶ πολλάκις τῶν Χίων ἐπιστρατευσάντων ἐπ’ αὐτὸν καὶ οὐδὲν ἀνύσαι δυναμένων ἐπεὶ αὐτοὺς ἑώρα μάτην ἀπολλυμένους ὁ Δρίμακος (τοῦτο γὰρ ἦν ὄνομα τῷ δραπέτη) λέγει πρὸς αὐτοὺς τάδε· ‘ὑμῖν, ὦ Χῖοί τε καὶ κύριοι, τὸ μὲν γινόμενον πρᾶγμα παρὰ τῶν οἰκετῶν οὐδέποτε μὴ παύσηται· πῶς γὰρ ὁπότε κατὰ χρησμὸν γίνεται θεοῦ δόντος; ἀλλ’ ἐὰν ἐμοὶ σπείσησθε καὶ ἐᾶτε ἡμᾶς ἡσυχίαν ἄγειν, ἐγὼ ὑμῖν ἔσομαι πολλῶν ἀγαθῶν ἀρχηγός.’

σπεισαμένων οὖν τῶν Χίων πρὸς αὐτὸν καὶ ἀνοχὰς ποιησαμένων χρόνον τινὰ κατασκευάζεται μέτρα καὶ σταθμὰ καὶ σφραγῖδα ἰδίαν. καὶ δείξας τοῖς Χίοις εἶπε διότι ‘λήψομαι ὅ τι ἂν παρά τινος ὑμῶν λαμβάνω τούτοις τοῖς μέτροις καὶ σταθμοῖς καὶ λαβὼν τὰ ἱκανὰ ταύτῃ τῇ σφραγῖδι τὰ ταμιεῖα σφραγισάμενος καταλείψω. τοὺς δ’ ἀποδιδράσκοντας ὑμῶν δούλους ἀνακρίνας τὴν αἰτίαν ἐὰν μέν μοι δοκῶσιν ἀνήκεστόν τι παθόντες ἀποδεδρακέναι, ἕξω μετ’ ἐμαυτοῦ, ἐὰν δὲ μηδὲν λέγωσι δίκαιον, ἀποπέμψω πρὸς τοὺς δεσπότας.’ ὁρῶντες οὖν οἱ λοιποὶ οἰκέται τοὺς Χίους ἡδέως τὸ πρᾶγμα προσδεξαμένους

v.2.p.91
πολλῷ ἔλαττον ἀπεδίδρασκον φοβούμενοι τὴν ἐκείνου κρίσιν· καὶ οἱ ὄντες δὲ μετ’ αὐτοῦ δραπέται πολὺ μᾶλλον ἐφοβοῦντο ἐκεῖνον ἢ τοὺς ἰδίους αὑτῶν δεσπότας καὶ πάντ’ αὐτῷ τὰ δέοντ’ ἐποίουν, πειθαρχοῦντες ὡς ἂν στρατηγῷ. ἐτιμωρεῖτό τε γὰρ τοὺς ἀτακτοῦντας καὶ οὐθενὶ ἐπέτρεπε συλᾶν ἀγρὸν οὐδ’ ἄλλο ἀδικεῖν οὐδὲ ἓν ἄνευ τῆς αὑτοῦ γνώμης. ἐλάμβανε δὲ ταῖς ἑορταῖς ἐπιπορευόμενος ἐκ τῶν ἀγρῶν οἶνον καὶ ἱερεῖα τὰ καλῶς ἔχοντα ὅσα μὴ αὐτοὶ δοίησαν οἱ κύριοι· καὶ εἴ τινα αἴσθοιτο ἐπιβουλεύοντα αὑτῷ ἢ ἐνέδρας κατασκευάζοντα ἐτιμωρεῖτο.