Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
εἰκότως οὖν καὶ οἱ ἁλιεῖς ἐπὶ τῇ τέχνῃ μέγα φρονοῦσι μᾶλλον ἢ οἱ ἄριστοι τῶν στρατηγῶν· παράγει γοῦν τινα τούτων Ἀναξανδρίδης ἐν Ὀδυσσεῖ περὶ τῆς ἁλιευτικῆς τέχνης τάδε λέγοντα (II 146 K)·
- τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία
- ἐν τοῖς πίναξιν κρεμαμένη θαυμάζεται·
- αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται
- ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.
- ἐπὶ τίνα δ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ,
- τὰ στόματα τῶν νεωτέρων κατακάετ’ ἢ
- ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ
- ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν,
- ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ
- εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν
- φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους
- ἢ μαινίδ᾽; ὡραῖον δὲ μειρακύλλιον
- ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται
- τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
- τὴν τῶν ἀλιέων; ἥδε γὰρ δαμάζεται
v.2.p.12- ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη,
- ἄγουσ’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας,
- ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.
πρὸς δὲ τοὺς περιέργως ὀψωνοῦντας τάδε φησὶν Ἄλεξις ἐν Ἐπικλήρῳ (II 322 K)·
Δίφιλος δ’ ἐν Ἐμπόρῳ καὶ νόμον εἶναί φησι παρὰ Κορινθίοις τινὰ τοιοῦτον (II 549 K)·
- ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολὺ
- ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ,
- τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποεῖ
- γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ,
- τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν·
- ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον
- παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον,
- ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.
τὸ δὲ ἔθος τοῦτο καὶ Ἀθήνησιν εἶναι ἀξιοῖ Σώφιλος ἐν Ἀνδροκλεῖ (ib. 445) ὀψονόμους ἀξιῶν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύ’ ἢ καὶ τρεῖς. Λυγκεὺς δ’ ὁ Σάμιος καὶ τέχνην ὀψωνητικὴν συνέργαψε πρός τινα δυσώνην, διδάσκων αὐτὸν τίνα δεῖ λέγοντα πρὸς τοὺς ἀνδροφόνους ἰχθυοπώλας λυσιτελῶς, ἔτι δὲ ἀλύπως ὠνεῖσθαι ἃ βούλεται.
- νόμιμον τοῦτ’ ἐστί, βέλτιστ᾽, ἐνθάδε
- Κορινθίοισιν, ἄν τιν’ ὀψωνοῦντ’ ἀεὶ
- λαμπρῶς ὁρῶμεν, τοῦτον ἀνακρίνειν πόθεν
- ζῇ καὶ τί ποιῶν· κἂν μὲν οὐσίαν ἔχῃ,
- ἧς αἱ πρόσοδοι λύουσι τἀναλώματα,
- ἐᾶν ἀπολαύειν τοῦτον ἤδη τὸν βίον·
- ἐὰν δ’ ὑπὲρ τὴν οὐσίαν δαπανῶν τύχῃ,
- ἀπεῖπον αὐτῷ τοῦτο μὴ ποιεῖν ἔτι.
- ὃς ἂν δὲ μὴ πίθητ᾽, ἐπέβαλον ζημίαν.
- ἐὰν δὲ μηδ’ ὁτιοῦν ἔχων ζῇ πολυτελῶς,
- τῷ δημίῳ παρέδωκαν αὐτόν. Β. Ἡράκλεις.
- Α. οὐκ ἐνδέχεται γὰρ ζῆν ἄνευ κακοῦ τινος
v.2.p.13- τοῦτον, συνιεῖς, ἀλλ’ ἀναγκαίως ἔχει
- ἢ λωποδυτεῖν τὰς νύκτας ἢ τοιχωρυχεῖν
- ἢ τῶν ποιούντων ταῦτα κοινωνεῖν τισιν
- ἢ συκοφαντεῖν κατ’ ἀγορὰν ἢ μαρτυρεῖν
- ψευδῆ. τὸ τοιοῦτον ἐκκαθαίρομεν γένος.
- Β. ὀρθῶς γε νὴ Δί᾽. ἀλλὰ δὴ τί τοῦτ’ ἐμοί;
- Α. ὁρῶμεν ὀψωνοῦνθ’ ἑκάστης ἡμέρας
- οὐχὶ μετρίως, βέλτιστέ, σ᾽, ἀλλ’ ὑπερηφάνως.
- οὐκ ἔστιν ἰχθυηρὸν ὑπὸ σοῦ μεταλαβεῖν,
- συνῆχας ἡμῶν εἰς τὰ λάχανα τὴν πόλιν,
- περὶ τῶν σελίνων μαχόμεθ᾽, ὥσπερ Ἰσθμίοις.
- λαγώς τις εἰσελήλυθ᾽· εὐθὺς ἥρπακας.
- πέρδικα δ’ ἢ κίχλην γε νὴ Δί’ οὐκέτι
- ἔστιν δι’ ὑμᾶς οὐδὲ πετομένην ἰδεῖν,
- τὸν ξενικὸν οἶνον ἐπιτετίμηκας πολύ.
ἐκ τούτων πάλιν τῶν λεχθέντων τὰς ἀκάνθας ἀναλεξάμενος Οὐλπιανὸς ‘εἰ ἔχομεν’, ἔφη, ‘δεῖξαι ἀργυροῖς σκεύεσιν ἐν τοῖς δείπνοις χρωμένους τοὺς ἀρχαίους καὶ εἰ ὁ πίναξ Ἑλληνικὸν ὄνομα. Ὁμήρου γὰρ εἰπόντος ἐν Ὀδυσσείᾳ· Od. 16.49
Ἀριστοφάνης ὁ Βυζάντιος (p. 31 N) νεώτερόν φησιν
- τοῖσιν δ’ αὖ πίνακας κρειῶν παρέθηκε συβώτης,
ζητῶ δὲ καὶ εἰ δούλων πλῆθός τινες ἐκέκτηντο ὥσπερ καὶ οἱ νῦν καὶ εἰ τὸ τήγανον εἴρηται καὶ μὴ μόνως τάγηνον, ἵνα μὴ πάντα πίνωμεν ἢ καὶ ἐσθίωμεν ὥσπερ οἱ διὰ τὴν γαστέρα παράσιτοι ὀνομαζόμενοι ἢ κόλακες.’
- δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας.
πρὸς ὃν Αἰμιλιανὸς ἀπεκρίνατο· ‘πίνακα μὲν ἔχεις τὸ σκεῦος ὠνομασμένον καὶ παρὰ Μεταγένει τῷ κωμικῷ ἐν Θουριοπέρσαις· τήγανον δέ, ὦ βέλτιστε, εἴρηκεν ἐν μὲν Λήροις Φερεκράτης οὕτως (I 173 K)·
καὶ ἐν Πέρσαις ὁ αὐτός (I 182 K)·
- ἀπὸ τηγάνου τ’ ἔφασκεν ἀφύας φαγεῖν.
Φιλωνίδης δ’ ἐν Κοθόρνοις (I 255 K)·
- ἐπὶ τηγάνοις καθίσανθ’ ὑφάπτειν τοῦ φλέω.
καὶ πάλιν·
- ὑποδέχεσθαι καὶ βατίσι καὶ τηγάνοις,
Εὔβουλος δ’ ἐν Ὀρθάννῃ (II 191, 7 K)·
- ὀσφρομένην τῶν τηγάνων.
καὶ πάλιν·
- ῥιπὶς δ’ ἐγείρει φύλακας Ἡφαίστου κύνας
- θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
καὶ ἐν Τιτᾶσι (II 203 K)·
- πᾶσα δ’ εὔμορφος γυνὴ
- ἐρῶσα φοιτᾷ τηγάνῳ τε συντρυφᾷ.
τοῦ δὲ ῥήματος μέμνηται Φρύνιχος ἐν Τραγῳδοῖς (I 384 K)·
- προσγελῶσά τε
- λοπὰς παφλάζει βαρβάρῳ λαλήματι·
v.2.p.15- πηδῶσι δ’ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
καὶ Φερεκράτης ἐν Μυρμηκανθρώποις φησί (I 181 K)·
- ἡδὺ δ’ ἀποτηγανίζειν ἄνευ συμβολῶν.
Ἡγήσανδρος δ’ ὁ Δελφὸς (FHG IV 420) Συρακοσίους φησὶ τὴν μὲν λοπάδα τήγανον καλεῖν, τὸ δὲ τήγανον ξηροτήγανον· διὸ καὶ Θεοδωρίδαν φάναι ἔν τινι ποιηματίῳ·
- σὺ δ’ ἀποτηγανίζεις.
τὴν λοπάδα τήγανον προσαγορεύων. χωρὶς δὲ τοῦ τ στοιχείου Ἴωνες ἤγανον λέγουσιν, ὡς Ἀνακρέων (fr. 26 B)· ‘χεῖρά τ’ ἐν ἠγάνῳ βαλεῖν’.
- τήγανον εὖ ἥψησεν ἐν ὀψητῆρι κολύμβῳ,
εἰς ἐπίστασιν δέ με ἄγει, καλὲ Οὐλπιανέ, περὶ τῆς τῶν ἀργυρωμάτων χρήσεως τὸ ὑπὸ Ἀλέξιδος ἐν Φυγάδι εἰρημένον (II 391 K)·
μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας (FHG III 472). μεταβαλόντων δ’ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ’ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ’ ἦν τὸ
- ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
- ὁ τοῖς μαγείροις.