Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
εἰ δ’ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τῶν δείπνων τὰ εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες; ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι; ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες; κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε
ὅτι δ’ ὑμεῖς οἱ φιλόσοφοι περὶ τὰ δεῖπνα ἀεὶ τὸν νοῦν ἔχετε, δέον ὑμᾶς ἐπιφαγεῖν τι αἰτῆσαι ἢ ἐπεσθίειν τι τῶν κυνικῶν βρωμάτων (οὐδὲ γὰρ χαριτογλωσσεῖν ἡμᾶς θέμις), δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ. ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν. ἐκεῖνος δ’ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος (II 345 K)·
- μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι (fr. 305 N).
v.1.p.370
- βιβλίον
- ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ,
- ἔπειτ’ ἀναγνώσει πάνυ γε διασκοπῶν
- ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.
- Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι,
- Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα
- παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν
- ἐπὶ τί μάλισθ’ ὥρμηκε. ΗΡ. τουτὶ λαμβάνω.
- ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία,
- ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ,
- εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα
- Σίμου τέχνην ἔλαβες. ΗΡ. ὁ Σῖμος δ’ ἐστὶ
- τίς;
- ΛΙΝ. μάλ’ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν
- ὥρμηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ
- κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ
- τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής ...
v.1.p.371- ΛΙΝ. βούλιμός ἐσθ’ ἅνθρωπος. ΗΡ. ὅτι βούλει λέγε·
- πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.’
ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη·
ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη (I 13 K). ἐπιλανθανόμενος γὰρ ἐν οἷς ποιεῖται δικαστηρίοις τῶν καλῶν ἰάμβων αὐτοῦ τὰς ἐπιδείξεις ὑπὸ τῆς ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας κολάβρους ἀναγινώσκει καὶ ‘μέλη πάραυλα κἀκρότητα κύμβαλα (fr. ad. 66 N).’ καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι (II 391 K)·
- ‘εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαύζει,
- ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα.
- οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι,
οὐκ ὀκνεῖ δ’ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς
- αἰεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην
- καινὴν πορίζεται τε τὰ δεῖπν’ ἀσύμβολα.
- ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
- ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
- ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον
- εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος
- τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης
- ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.
καὶ Θεόπομπος δ’ ἐν Ὀδυσσεῖ ἔφη (I 743 K)·
- ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν
- ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος·
- οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ.
- Εὐριπίδου τἄρ’ ἐστὶν οὐ κακῶς ἔχον,
- τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα (fr. 886 N).’
γελασάντων οὖν πάντων ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἔφη· ‘πόθεν δὲ καὶ ἡδυλογία (p. 164e) τοῖς ἡδονικοῖς τούτοις ἁμαρτολόγοις;’ πρὸς ὃν ὁ Κύνουλκος· ‘ἀλλ᾽, ὦ χοιρίον εὐάρτυτον, Φρύνιχος ὁ κωμῳδιοποιὸς ἐν τῷ Ἐφιάλτῃ μνημονεύει τοῦ ἡδυλόγου διὰ τούτων (I 370 K)·
τὸ δὲ χαριτογλωσσεῖν Αἰσχύλος εἴρηκεν ἐν Προμηθεῖ δεσμώτῃ (297)·
- ἐστὶν δ’ αὐτούς γε φυλάττεσθαι τῶν νῦν χαλεπώτατον ἔργον.
- ἔχουσι γάρ τι κέντρον ἐν τοῖς δακτύλοις,
- μισάνθρωπον ἄνθος ἥβης·
- εἶθ’ ἡδυλογοῦσιν ἅπασιν ἀεὶ κατὰ τὴν ἀγορὰν περιόντες.
- ἐπὶ τοῖς δὲ βάθροις ὅταν ὦσιν, ἐκεῖ τούτοις οἷς
- ἡδυλογοῦσι
- μεγάλας ἀμυχὰς καταμύξαντες καὶ συγκύψαντες
- ἅπαντας
- γελῶσι.
πάλιν τε εἰπόντος τοῦ Οὐλπιανοῦ· ‘τίνα δ’ ἐστίν, ἄνδρες φίλοι, τὰ μαγειρικὰ σκεύη; τούτων γὰρ ἐμνημονεύσατ᾽ ἐν τοῖς Ἀρκαδικοῖς δείπνοις μνήμης ἠξιωμένων (p. 149a). καὶ τὸ ἀσώτιον ποῦ κεῖται; ἀσώτους μὲν γὰρ οἶδα διαβοήτους· ἕνα μὲν οὗ μνημονεύει Ἄλεξις ἐν Κνιδίᾳ (II 333 K)·
- γνώσει δὲ τάδ’ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
- χαριτογλωσσεῖν ἔνι μοι.’
ἐν δὲ Φαίδρῳ φησί (ib. 387)·
- Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο
- σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν·
- οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.
- σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις.
- Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις
- σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν·
- οὕτως συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.
καὶ Κτήσιππος δ’ ὁ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς ὃ Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι (II 552 K)·
Τιμοκλῆς δ’ ἐν Δημοσατύροις φησίν (II 452 K)·
- εἰ μὴ συνήθης Φαιδίμῳ γ’ ἐτύγχανεν
- ὁ Χαβρίου Κτήσιππος, εἰσηγησάμην
- νόμον ἄν τιν’ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ,
- ὥστ’ ἐπιτελεσθῆναί ποτ’ αὐτῷ τοῦ πατρὸς
- τὸ μνῆμα, κατ’ ἐνιαυτὸν ἕνα ... λίθον
- ἁμαξιαῖον. καὶ σφόδρ’ εὐτελὲς λέγω.
v.1.p.374
καὶ Μένανδρος δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει (IV 178 M)·
- οὐδ’ ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,
- ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν.
τάχ’ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν (or. 20). χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ (ib. 175)·
- καίτοι νέος ποτ’ ἐγενόμην κἀγώ, γύναι·
- ἀλλ’ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας
- τότ᾽, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν·
- οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι
- καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι
- Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ,
- κᾆθ’ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους
- ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην.
- ὦ φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ’ εἶ
- τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ’ ἄξιον.
- ὡς δῆτ’ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν
- γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους
- καὶ μηδ’ ἐπιβαίνειν γῆς, ἵν’ οὕτως ᾔσθετο
- οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.