Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν· ‘ἄρτου δεῖ καὶ οὐ τοῦ Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι (fr. 89 Pr). μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζʹ (c. 33) καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων (I 795 K)·

  1. κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
  2. διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους·
  3. Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
  4. Β. ξένος γε χαρίεις. Α. ἦν ἐκεῖ .... μέγας
  5. καὶ λαμπρὸς ἦν.
οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Σιμαλίδος· οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου (fr. 74 Pr). ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.’ ἐπεὶ δὲ ἤδη
v.1.p.250
ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ’ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη·
  1. ‘τοῖς ἄρτοις ὅσας
  2. ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ (II 319 K). ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ΑΡΤΩΝ.’

προφθάσας δ’ αὐτὸν ὁ Ποντιανὸς ἔφη· ‘Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις (fr. 117 V) ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην, συγκομιστόν — τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ — , τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως (II 465 K)·

  1. καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
  2. θερμῶν ἰπνιτῶν ἤσθιον.
ΕΣΧΑΡΙΤΗΣ. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ (II 411 K)·
  1. λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
  2. τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ (IV 565 M)·
  1. καὶ σκάφην λαβών τινα
  2. τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ
v.1.p.251
συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησίν· ‘ἔτι δὲ σεμνυνομένων παρ᾽ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν· ἀπειρηκότων δὲ καὶ πεπληρωμένων ἡδίστην ἐπεισάγουσι διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ· καθάπερ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.’
  1. ΑΤΑΒΥΡΙΤΗΝ. Σώπατρος ἐν Κνιδίᾳ·
  2. Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.
  3. ΑΧΑΙΝΑΣ. τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος
ἐν ηʹ Δηλιάδος (FHG IV 494) λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια ἐπιλεγόντων τῶν φερόντων·
  1. ἀχαΐνην στέατος ἔμπλεων τράγον.
  2. ΚΡΙΒΑΝΙΤΗΝ. τούτου μνημονεύει Ἀριστοφάνης
ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων (I 422 K)·
v.1.p.252
  1. τουτὶ τί ἦν τὸ πρᾶγμα; Β. θερμούς, ὦ τέκνον.
  2. Α. ἀλλ’ ἦ παραφρονεῖς; Β. κριβανίτας, ὦ τέκνον.
  3. Α. τί κριβανίτας; Β. πάνυ δὲ λευκούς, ὦ τέκνον.
ΕΓΚΡΥΦΙΑΝ. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ (II 223 K) καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν (p. 111 f) τὸ μαρτύριον παραθήσομαι.
  1. ΔΙΠΥΡΟΝ. Εὔβουλος ἐν Γανυμήδει.
  2. διπύρους τε θερμούς. Β. οἱ δίπυροι δ’ εἰσὶν τίνες;
  3. Β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος Γανυμήδει (I 757 K).

ΛΑΓΑΝΟΝ. τοῦτο ἐλαφρόν τ’ ἐστὶ καὶ ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ΕΠΑΝΘΡΑΚΙΣ καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων (843)·

  1. λάγανα πέττεται,
τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν οὑτωσὶ λέγων· ‘ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.’ ἔοικε δὲ καὶ οὗτος ἐπ᾽ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.

Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ — τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου — ἄρτων ἐκτίθεται γένη (p. 231 L) ΚΡΙΒΑΝΙΤΗΝ, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, |ἡμιάρτιον. ὧν καὶ

v.1.p.253
Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως (fr. 11 Bo)· ‘δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον ἑκάστᾳ.’ οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην, Ἡρόδοτος δ’ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη (c. 92)· ‘κλιβάνῳ διαφανεῖ.’ καὶ ὁ Σώφρων δὲ ἔφη (fr. 10 Bo)· ‘τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;’ ὁ δ’ αὐτὸς μνημονεύει καὶ ΠΛΑΚΙΤΑ τινὸς ἄρτου ἐν γυναικείοις (fr. 12)· ‘εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.’ καὶ ΤΥΡΩΝΤΟΣ δ’ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως (fr. 32)· ‘συμβουλεύω τ’ ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.’ Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις (fr. 184 Schn) τὸν ἄζυμον ἄρτον καλεῖ ΔΑΡΑΤΟΝ. Πλάτων δ’ ὁ κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς ΚΙΛΙΚΙΟΥΣ ὀνομάζει διὰ τούτων (I 624 K)·
  1. κἆθ’ ἧκεν ἄρτους πριάμενος
  2. μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ΑΛΕΛΑΙΟΥΣ τινὰς ἄρτους καλεῖ (ib. 622). ΑΥΤΟΠΥΡΟΥ δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ (II 340 K)·
  1. τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν (I 380 K)·
  1. αὐτοπυρίταισί τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
    v.1.p.254
ΟΡΙΝΔΟΥ δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ (fr. 548 N) ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον σησάμῳ. ΚΟΛΛΑΒΟΥ δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς (I 520 K)·
  1. λαμβάνετε κόλλαβον ἕκαστος.
καὶ πάλιν (fr. 506 K)·
  1. ἢ δέλφακος ὀπωρινῆς
  2. ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
  3. χλιερῶν.
γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν (I 782 K)·
  1. αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
  2. γαλακτοχρῶτας κολλάβους θερμούς.
ΜΑΚΩΝΙΔΩΝ δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως (fr. 74 b B4)·
  1. κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
  2. μακωνίδων ἄρτων ἐπιστέφοισαι
  3. λίνω τε σασάμω τε κἠν πελίχναις
  4. πεδεσσι χρυσοκόλλα.
ἐστὶ δὲ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

τοῦ δὲ ΚΟΛΛΥΡΑΣ καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ (122)·

  1. κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
καὶ ἐν Ὁλκάσι (I 499 K)·
v.1.p.255
καὶ κολλύραν τοῖσι περῶσιν διὰ τοὐν Μαραθῶνι
  1. τρόπαιον.

ὁ δὲ ΟΒΕΛΙΑΣ ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης Γεωργοῖς (I 417 K)·

  1. εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
Φερεκράτης Ἐπιλήσμονι (I 160 K)·
  1. ὠλεν ὀβελίαν σποδιν, ἄρτου δὲ μὴ προτιμᾶν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν Ϛʹ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.

ΕΤΝΙΤΑΣ ἄρτος ὁ προσαγορευόμενος λεκιθίτας, ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος· Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια· Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ (p. 305 L) Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.

ΝΑΣΤΟΣ ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶ Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ᾽ ἐν Κλίνῃ (II 223 K)·

  1. ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
  2. λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
  3. ὀσμὴ δέ, τουπίβλημ’ ἐπεὶ περιῃρέθη,
    v.1.p.256
  4. ἄνω ᾽βάδιζε καὶ μέλιτι μεμιγμένη
  5. ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
ΚΝΗΣΤΟΣ ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.

ΘΡΟΝΟΣ ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν βʹ Ἑλληνικῶν γράφων οὕτως (FHG III 2)· ‘ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.’

ΒΑΚΧΥΛΟΣ δ’ ἐστὶν ἄρτος σποδίτης παρ’ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν βʹ Γλωσσῶν ἱστορεῖ (fr. 121 Schn). μνημονεύει δ’ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως (II 548 K)·

  1. ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
ἄρτου δ’ εἶδός ἐστι καὶ ὁ ΑΠΟΠΥΡΙΑΣ καλούμενος, ἐπ’ ἀνθράκων δ’ ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος Μαλθακοῖς (I 45 K)· ‘πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνεφαλλον.’

Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται (fr. 3 Ri)·

  1. πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
  2. Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν.
  3. ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
  4. εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
  5. ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
  6. λευκότερ’ αἰθερίας χιόνος. θεοὶ εἴπερ ἔδουσιν
  7. ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει.
    v.1.p.257
  8. ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
  9. κἀν Θάσῳ ἔν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
  10. φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδ’ ἐπίστασο δόξῃ.
  11. στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
  12. κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
  13. κεῖνοι κριμνίταν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον.
  14. εἶτα τὸν ἐκ Τεγέας σεμιδάλεος υἱὸν ἐπαινῶ
  15. ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
  16. αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
  17. ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
  18. λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ταῦτ’ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδόν· ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας. λέγει δ᾽ οὕτως (fr. 4)·
  1. ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
  2. ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ
  3. παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.

τῶν δ’ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως (II 83 K)·

  1. πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
  2. δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης,
  3. ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
  4. ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
  5. ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
    v.1.p.258
  6. μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
  7. Θεαρίων ἔδειξεν.
οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιός, οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων (p. 518 b)· ‘.. οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὃ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὃ δὲ ὄψον, ὃ δὲ οἶνον.’ καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων (I 392 K)·
  1. ἥκω Θεαρίωνος ἀρτοπώλιον
  2. λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων (II 192 K)·
  1. δεινὸν μὲν ἰδόντα παριππεῦσαι
  2. Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ
  3. λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
τῶν δὲ ΚΟΛΛΙΚΙΩΝ ἄρτων — οἱ αὐτοὶ δ’ εἰσὶ τοῖς κολλάβοισ — Ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως (II 250 K)·
  1. παρ’ Ἀλεξάνδρου δ’ ἐκ Θετταλίας
  2. κολλικοφάγου κρίβανος ἄρτων.
Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσιν (872)·
  1. ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

τούτων οὕτω λεχθέντων ἔφη τις τῶν παρόντων γραμματικῶν, Ἀρριανὸς ὄνομα· ‘ταῦτα σιτία

v.1.p.259
Κρονικά ἐστιν, ὦ ἑταῖροι. ἡμεῖς γὰρ ‘οὔτ’ ἀλφίτοισι χαίρομεν (πλήρης γὰρ ἄρτων ἡ πόλις) ’ οὔτε τῷ τῶν ἄρτων τούτων καταλόγῳ. ἐπεὶ δὲ καὶ ἄλλῳ Χρυσίππου τοῦ Τυανέως συγγράμματι ἐνέτυχον ἐπιγραφομένῳ Ἀρτοποιικῷ καὶ πεῖραν ἔσχον τῶν αὐτόθι ὀνομασθέντων παρὰ πολλοῖς τῶν φίλων, ἔρχομαι καὶ αὐτὸς λέξων τι περὶ ἄρτων. ὁ ΑΡΤΟΠΤΙΚΙΟΣ ἄρτος καλούμενος κλιβανικίου καὶ φουρνακίου διαφέρει. ἐὰν δ’ ἐκ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν· εἰ δ’ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνάκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ΑΠΑΛΟΣ ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. δεῖ δὲ τὴν ματερίαν ἀνειμένην ποιεῖν. οὗτος δὲ ὁ ἄρτος λέγεται Καππαδόκιος, ἐπειδὴ ἐν Καππαδοκίᾳ κατὰ τὸ πλεῖστον ἁπαλὸς ἄρτος γίνεται. τὸν δὲ τοιοῦτον ἄρτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι, καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι καί ἐστιν ... ἄνθει παραπλήσιος. ὁ δὲ ΒΩΛΗΤΙΝΟΣ καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ’ ᾗ ἐπιτίθεται ἡ ματερία, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δ’ ἐμβληθῇ
v.1.p.260
εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ’ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ. ὁ δὲ ΣΤΡΕΠΤΙΚΙΟΣ ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον· εἰ δὲ μή, στέαρ. εἰς δὲ τὸ καλούμενον ΑΡΤΟΛΑΓΑΝΟΝ ἐμβάλλεται οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ ΚΑΠΥΡΙΑ τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἄρτον.’

ταῦτ’ ἐκθεμένου τἀρχεστράτεια δόγματα τοῦ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη· ‘Δάματερ σοφίας· οὐκ ἐτὸς ἄρα ψαμμακοσίους ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.’ πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν ἔφη·

  1. ‘οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
κατὰ τὸν κωμικὸν Εὔβουλον (II 212 K),
  1. ἀνόσιοι λάρυγγες,
  2. ἀλλοτρίων κτεάνων παραδειπνίδες,
    v.1.p.261
οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς δ’ ‘ὦ λοπαδάγχαι’ κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, ‘λευκῶν ὑπογαστριδίων’, ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ ἄγετε, ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ ΚΥΒΟΙ, οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν ΘΑΡΓΗΛΟΝ, ὅν τινες καλοῦσι θαλύσιον — Κράτης δ’ ἐν βʹ Ἀττικῆς διαλέκτου (p. 63 W) θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον — καὶ τὸν ΣΗΣΑΜΙΤΗΝ. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ΑΝΑΣΤΑΤΟΝ καλούμενον, ὃς ταῖς ἀρρηφόροις γίνεται. ἐστὶ δὲ καὶ ὁ ΠΥΡΑΜΟΥΣ ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν αʹ φυτικῶν (fr. 116 V), καθάπερ καὶ τῶν ΘΙΑΓΟΝΩΝ ὀνομαζομένων· οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ. ΔΡΑΜΙΚΕΣ δὲ καὶ ΑΡΑΞΙΣ παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.

καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι· Σέλευκος μὲν ΔΡΑΜΙΝ ὑπὸ Μακεδόνων οὕτως καλούμενον, ΔΑΡΑΤΟΝ δ’ ὑπὸ Θεσσαλῶν. ΕΤΝΙΤΑΝ δέ φησι

v.1.p.262
ἄρτον εἶναι λεκιθίτην, ΕΡΙΚΙΤΑΝ δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ΞΗΡΟΠΥΡΙΤΑΝ τὸν αὐτόπυρον ἄρτον· ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν (fr. 136 Schn) ἄρτους ὑπ’ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους. Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ’ ἄρτον ΚΥΛΛΑΣΤΙΝ καλοῦσιν. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης Δαναίσι (I 457 K)·
  1. καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος (FHG I 20) καὶ Ἡρόδοτος (II 77) καὶ Φανόδημος ἐν ζʹ Ἀτθίδος (FHG I 367). ὁ δὲ Θυατειρηνὸς Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως (II 340 K)·
  1. ἔπειτα πῶς ἦλθες; Β. μόλις
  2. ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι᾽· ἀτὰρ
  3. πόσους φέρεις; Β. ἑκκαίδεκ᾽. Α. οἶσε δεῦρο ...
  4. Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
ΒΛΗΜΑ δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ’ ἐν αʹ παντοδαπῶν χρηστηρίων ΠΥΡΝΟΝ φησι καλεῖσθαι τὸν ἐκ πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, ΒΛΩΜΙΑΙΟΥΣ τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, ΒΡΑΤΤΙΜΗΝ τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν
v.1.p.263
εὔκονον τευκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλητᾶς δ’ ἐν τοῖς Ἀτάκτοις (fr. 55 Bach) ΣΠΟΛΕΑ καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.

καὶ ΜΑΖΑΣ δ’ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι (fr. 118 V) καὶ παρ’ ἄλλοις πλείοσιν. παρ᾽ Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην, ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον· καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον .... καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ’ Ἀπολλοφάνει (I 797 K) ἐν Δαλίδι. αἱ δὲ παρ’ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν (fr. 20 B4)·

  1. θριδακίσκας τε καὶ κριβανωτός.
Σωσίβιος δ’ ἐν γʹ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ Ἡσίοδος δὲ μᾶζάν τιν’ ἀμολγαίαν καλεῖ (op. 590)·
  1. μᾶζά τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων,
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν· ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν — οὐδὲ γὰρ
v.1.p.264
οὕτως εὐτυχῶς μνήμης ἔχω — ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος ἐν γʹ τῶν πρὸς τὰς ἱερουργίας. ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ’ αὐτοῦ Ἀττικοπέρδιξ.’

καὶ ὁ Οὐλπιανὸς ἔφη· ‘ὁ δ’ ἀπελεύθερος παρὰ τίνι κεῖται;’ εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου Ἀπελευθέρους, Μένανδρον δ’ ἐν Ῥαπιζομένῃ (IV 200 M) καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος ... πάλιν ἔφη· ‘τίνι δὲ διαφέρει ἐξελευθέρου;’ ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.

καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων ‘οὐ πρότερον, ἔφη, δειπνήσομεν, ἕως ἂν καὶ παρ’ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν ‘ἄρτοι, φησίν, οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ’ οἱ σεμιδαλῖται, μεθ’ οὓς οἱ ἀλευρῖται, εἶθ’ οἱ συγκομιστοὶ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.’ Φιλιστίων δ’ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθ’ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροί τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ’ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ

v.1.p.265
εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ’ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δ᾽ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. ὁ δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος γάρ. ὁ δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει.’ Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινάς φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν· πέττεσθαι γὰρ αὐτοὺς καὶ οὐ μετὰ πολλοῦ πόνου. τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον· διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν ἐσθίοντας.’ εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.’

μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη· ‘Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ’ εἰρηκέναι·

v.1.p.266
  1. ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ
  2. θιοην,
  3. γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
  4. οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα
  5. τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
  6. ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
  7. ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
  8. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
  9. καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
  10. καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη.
  11. Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
  12. Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
  13. ὀρκύνοιο τρίγωνα, τά τ’ ἐν στάμνοισι τεθέντα
  14. ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.’ καὶ ὁ Διονυσοκλῆς ἔφη· ‘ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν· ἀλλ’ ἐπεὶ περὶ
v.1.p.267
ΤΑΡΙΧΩΝ ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου·
  1. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ,
ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.

Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δ’ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα τὰ ὡραῖα λεγόμενα. ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ’ ἑτέρων τόπων λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.’ τούτοις προσέθηκεν ὁ Ἐφέσιος Δάφνος· ‘Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί (fr. 52 Ri)·

  1. καὶ Σικελοῦ θύννου τέμαχος φάγε .......,
  2. τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
  3. σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
  4. καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
  5. ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
  6. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
  7. ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
  8. ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,
  9. ὡραίου φάγε μοι τέμαχος πάλιν· ἐστὶ γὰρ ἐσθλὸν
  10. καὶ μαλακόν.
    v.1.p.268
παρέλιπεν δ’ ὁ τένθης Ἀρχέστρατος συγκαταλέξαι ἡμῖν καὶ τὸ παρὰ Κράτητι τῷ κωμῳδιοποιῷ ἐν Σαμίοις λεγόμενον ἐλεφάντινον τάριχος, περὶ οὗ φησιν (I 139 K)·
  1. σκυτίνῃ ποτ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον
  2. ἧψε ποντιὰς χελώνη πευκίνοισι καύμασι,
  3. καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι
  4. ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα.
  5. παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;
ὅτι δὲ διαβόητον ἦν τὸ τοῦ Κράτητος ἐλεφάντινον τάριχος μαρτυρεῖ Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις διὰ τούτων (I 480 K)·
  1. ἦ μέγα τι βρῶμ’ ἐστὶ ἡ τρυγῳδοποιομουσική,
  2. ἡνίκα Κράτητί τε τάριχος ἐλεφάντινον
  3. λαμπρὸν ἐνόμιζεν ἀπόνως παρακεκλημένον
  4. ἄλλα τε τοιαῦθ’ ἕτερα μυρί’ ἐκιχλίζετο.

ὠμοτάριχον δέ τινα κέκληκεν Ἄλεξις ἐν Ἀπεγλαυκωμένῳ (Litt. e). ὁ δ’ αὐτὸς ποιητὴς ἐν Πονήρᾳ περὶ σκευασίας ταρίχων μάγειρόν τινα παράγει λέγοντα τάδε (II 366 K)·

  1. ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι
  2. καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν,
  3. ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον
  4. ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
  5. ... τάριχος πρῶτον ὡραῖον τοδί·
  6. διωβόλου τοῦτ’ ἐστί. πλυτέον εὖ μάλα.
    v.1.p.269
  7. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα
  8. ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας
  9. ἐπισκεδάσας τ’ ἔλαιον εἶθ’ ἕψων ποῶ
  10. μυελὸν ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ.
ἐν δὲ Ἀπεγλαυκωμένῳ συμβολάς τις ἀπαιτούμενός φησι (ib. 301)·
  1. παρ’ ἐμοῦ δ᾽, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δ’ ὡς,
  2. χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις.
  3. Β. δίκαιος ὁ λόγος. ἀβάκιον, ψῆφον. Α. λέγε.
  4. Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον.
  5. Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω,
  6. λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι.
  7. Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος, ἣν ἐβοᾶτε;
  8. Α. ναί·
  9. χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς.
  10. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου.
  11. Α. ονεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν.
  12. Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι
  13. κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες.
  14. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου;
  15. Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
  16. γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον.
  17. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ,
  18. ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει.
    v.1.p.270
  19. Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
  20. ὑμῶν, χοᾶς τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς.

Ἱκέσιος δ’ ἐν βʹ περὶ ὕλης πηλαμύδας κύβια εἶναί φησι μεγάλα. κυβίων δὲ μνημονεύει Ποσείδιππος ἐν Μεταφερομένῳ (IV 519 M). Εὐθύδημος ἐν τῷ περὶ ταρίχων τὸν δελκανόν φησιν ἰχθὺν ὀνομάζεσθαι ἀπὸ Δέλκωνος τοῦ ποταμοῦ, ἀφ’ οὗπερ καὶ ἁλίκεσθαι, καὶ ταριχευόμενον εὐστομαχώτατον εἶναι. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων τὸν λεπτηνὸν λεβίαν ὀνομάζων φησὶ λέγειν τινὰς ὡς ὁ αὐτός ἐστι τῷ δελκανῷ, τὸν δὲ κορακῖνον ὑπὸ πολλῶν λέγεσθαι σαπέρδην καὶ εἶναι κράτιστον τὸν ἐκ τῆς Μαιώτιδος λίμνης. θαυμαστοὺς δὲ εἶναι λέγει καὶ τοὺς περὶ Ἄβδηρα ἁλισκομένους κεστρεῖς, μεθ’ οὓς τοὺς περὶ Σινώπην, καὶ ταριχευομένους εὐστομάχους ὑπάρχειν. τοὺς δὲ προσαγορευομένους φησὶ μύλλους ὑπὸ μέν τινων καλεῖσθαι ἀγνωτίδια, ὑπὸ δέ τινων πλατιστάκους ὄντας τοὺς αὐτούς, καθάπερ καὶ τὸν χελλαρίην· καὶ γὰρ τοῦτον ἕνα ὄντα ἰχθὺν πολλῶν ὀνομασιῶν τετυχηκέναι· καλεῖσθαι γὰρ καὶ βάκχον καὶ ὀνίσκον καὶ χελλαρίην. οἱ μὲν οὖν μείζονες αὐτῶν ὀνομάζονται πλατίστακοι, οἱ δὲ μέσην ἔχοντες ἡλικίαν μύλλοι, οἱ δὲ βαιοὶ τοῖς μεγέθεσιν ἀγνωτίδια. μνημονεύει δὲ τῶν μύλλων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσι (I 499 K)·

  1. σκόμβροι, κολίαι, λεβίαι, μύλλοι, σαπέρδαι, θυννίδες.’
    v.1.p.271

ἐπὶ τούτοις σιωπήσαντος τοῦ Διονυσοκλέους ὁ γραμματικὸς ἔφη Οὔαρος· ‘ἀλλὰ μὴν καὶ Ἀντιφάνης ὁ ποιητὴς ἐν Δευκαλίωνι ταρίχων τῶνδε μέμνηται (II 43 K)·

  1. τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ
  2. Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος
  3. εὐφροσύναις ὀσμαῖσι χαίρει.
καὶ ἐν Παρασίτῳ (ib. 87)·
  1. τάριχος ἀντακαῖον ἐν μέσῳ
  2. πῖον, ὁλόλευκον, θερμόν.
Νικόστρατός τε ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ (II 220 K)·
  1. Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
  2. Γαδειρικόν θ’ ὑπογάστριον παρεισίτω
καὶ προελθών·
  1. ἀλλ’ ἐπριάμην παρ’ ἀνδρός, ὦ γῆ καὶ θεοί,
  2. ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
  3. τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
  4. ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
  5. τριῶν ἂν ἐσθίοντες οὐδὲ δώδεκα·
  6. ὑπερμέγεθες γάρ ἐστιν.’
ἐπὶ τούτοις ὁ Οὐλπιανὸς ἀποβλέψας εἰς τὸν Πλούταρχον ἔφη· ‘μήποτ’ οὔτις ἐν τούτοις, ὦ οὗτος, τοὺς παρ’ ὑμῖν τοῖς Ἀλεξανδρεῦσι κατέλεξε Μενδησίους, ὧν οὐδ’ ἂν μαινόμενος κύων γεύσαιτο ἄν ποτε, ἢ τῶν καλῶν σου ἡμινήρων ἢ τῶν ταριχηρῶν
v.1.p.272
σιλούρων.’ καὶ ὁ Πλούταρχος ‘ὁ μὲν ἡμίνηρος, ἔφη, τί διαφέρει τοῦ προκαταλελεγμένου ἡμιταρίχου, οὗ ὁ καλὸς ὑμῶν Ἀρχέστρατος μέμνηται (p. 117 a) ;ʼ ἀλλ’ ὅμως ὠνόμασεν ἡμίνηρον ὁ Πάφιος Σώπατρος ἐν Μυστάκου θητίῳ οὕτως·
  1. ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας
  2. Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
καὶ τὸν Μενδήσιον οὕτως ὁ αὐτὸς καταλέγει·
  1. Μενδήσιός θ’ ὡραῖος ἀκρόπαστος εὖ
  2. ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ταῦτα δὲ τὰ βρώματα ὅτι πολλῷ ἡδίω ἐστὶ τῶν παρὰ σοὶ περισπουδάστων κόττα καὶ λέπιδι, οἱ πειραθέντες ἴσασι. λέγε οὖν ἡμῖν καὶ σὺ εἰ καὶ ἀρσενικῶς ὁ τάριχος λέγεται παρ’ Ἀττικοῖς· παρὰ γὰρ Ἐπιχάρμῳ οἴδαμεν.’

ὃν ζητοῦντα προφθάσας ὁ Μυρτίλος ἔφη· ‘Κρατῖνος μὲν ἐν Διονυσαλεξάνδρῳ (I 24 K)·

  1. ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς.
Πλάτων Διὶ κακουμένῳ (ib. 613)·
  1. ὥσθ’ ἅττ’ ἔχω ταῦτ’ ἐς ταρίχους ἀπολέσω.
Ἀριστοφάνης Δαιταλεῦσιν (ib. 441)·
  1. οὐκ αἰσχυνοῦμαι τὸν τάριχον τουτονὶ
  2. πλύνων ἅπασιν ὅσα σύνοιδ’ αὐτῷ κακά.
Κράτης Θηρίοις (ib. 135)·
  1. καὶ τῶν ῥαφάνων ἕψειν χρὴ,
  2. ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους,
  3. ἡμῶν δ’ ἀπὸ χεῖρας ἔχεσθαι.
    v.1.p.273
ἰδίως δ’ ἐσχημάτισται παρ’ Ἑρμίππῳ ἐν Ἀρτοπώλισι (ib. 228)·
  1. καὶ τάριχος πίονα.
Σοφοκλῆς τ’ ἐν Φινεῖ (fr. 641 N)·
  1. νεκρὸς τάριχος εἰσορᾶν Αἰγύπτιος.
ὑποκοριστικῶς δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Εἰρήνῃ (563)·
  1. ἀγόρασόν τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
καὶ Κηφισόδωρος ἐν Ὑί (I 802 K)·
  1. κρεᾴδιόν τι φαῦλον ἢ ταρίχιον.
Φερεκράτης ἐν Αὐτομόλοις (ib. 151)·
  1. ἡ γυνὴ δ’ ἡμῶν ἑκάστῳ λέκιθον ἕψουσ’ ἢ φακῆν
  2. ἀναμένει καὶ σμικρὸν ὀπτῶσ’ ὀρφανὸν ταρίχιον.
καὶ Ἐπίχαρμος δ’ ἀρσενικῶς εἴρηκεν (p. 282 L) ὁ τάριχος. Ἡρόδοτος δ’ ἐν θʹ οὕτως (c. 120)· ‘οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντο καὶ ἤσπαιρον.’ καὶ αἱ παροιμίαι δὲ κατὰ τὸ ἄρρεν λέγουσι·
  1. τάριχος ὀπτὸς εὐθὺς ἂν ἴδῃ τὸ πῦρ.
  2. σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ.
  3. οὐκ ἂν πάθοι τάριχος ὧνπερ ἄξιος.
Ἀττικοὶ δὲ καὶ οὐδετέρως λέγουσι, καὶ γίνεται ἡ γενικὴ τοῦ ταρίχους. Χιωνίδης Πτωχοῖς (I 5 K)·
  1. ἆρ’ ἂν φάγοιτ’ ἂν καὶ ταρίχους, ὦ θεοί;
ἡ δὲ δοτικὴ ταρίχει ὡς ξίφει. Μένανδρος Ἐπιτρέπουσιν (V 14 M)·
  1. ἐπὶ τῷ ταρίχει τῷδε τοίνυν κόπτετον.
καὶ ἐπὶ αἰτιατικῆς (IV 121 M)·
v.1.p.274
  1. ἐπέπασα
  2. ἐπὶ τὸ τάριχος ἅλας, ἐὰν οὕτω τύχῃ.
ὅτε δὲ ἀρσενικόν ἐστιν, ἡ γενικὴ οὐκέτι ἕξει τὸ σ.

τοσαύτην δ’ Ἀθηναῖοι σπουδὴν ἐποιοῦντο περὶ τὸ τάριχος ὡς καὶ πολίτας ἀναγράψαι τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὥς φησιν Ἄλεξις ἐν Ἐπιδαύρῳ οὕτως (II 322 K)·

  1. τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι
  2. εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
  3. ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
  4. ἐν τοῖς Σατύροις εἶναι.
μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ (fr. 185 Bl). Εὐθύνου δὲ τοῦ ταριχοπώλου μήμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως (II 63 K)·
  1. ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,
  2. παρ’ οὗ φέρειν εἴωθας, ἂν οὕτω τύχῃ,
  3. Εὔθυνος ... ἀπολογίζων αὐτόθι
  4. χρηστόν τι, περίμεινον, κέλευσον μὴ τεμεῖν.
Φειδίππου δὲ — καὶ γὰρ οὗτος ταριχοπώλησ — Ἄλεξις ἐν Ἱππίσκῳ (II 299 K) κἀν Σωράκοις (ib. 377)·
  1. Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

ἐσθιόντων δ’ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν ὁ Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε· ‘Ἡρακλείδης ὁ Ταραντῖνος, ἄνδρες φίλοι,

v.1.p.275
ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί· ‘ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς. ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα. οἴονται δέ τινες ταῦτ’ εἶναι καὶ κακοστόμαχα — λέγω δὴ λαχάνων καὶ ταρίχων γένη — δηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν· ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον (οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ (p. 219 L), ἐν Γῇ καὶ Θαλάσσῃ (ib. 224), καὶ Διοκλῆς ἐν αʹ Ὑγιεινῶν), ἀσπάραγος, τεῦτλον τὸ λευκόν (τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων), κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ’ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον· δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.’ — ‘Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς (fr. 1 M), οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ’ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.’

Δίφιλος δ’ ὁ Σίφνιός φησι· ‘τὰ

v.1.p.276
ταρίχη τὰ ἐκ τῶν θαλασσίων καὶ λιμναίων καὶ ποταμίων γινόμενά ἐστιν ὀλιγότροφα, ὀλιγόχυλα, καυσώδη, εὐκοίλια, ἐρεθιστικὰ ὀρέξεως. κράτιστα δὲ τῶν μὲν ἀπιόνων κύβια καὶ ὡραῖα καὶ τὰ τούτοις ὅμοια γένη, τῶν δὲ πιόνων τὰ θύννεια καὶ κορδύλεια. τὰ δὲ παλαιὰ κρείσσονα καὶ δριμύτερα καὶ μάλιστα τὰ Βυζάντια. τὸ δὲ θύννειον, φησί, γίνεται ἐκ τῆς μείζονος πηλαμύδος, ὧν τὸ μικρὸν ἀναλογεῖ τῷ κυβίῳ, ἐξ οὗ γένους ἐστὶ καὶ τὸ ὡραῖον. ἡ δὲ σάρδα προσέοικε τῷ κολίᾳ μεγέθει. ὁ δὲ σκόμβρος κούφως καὶ ταχέως ἀποχωρῶν τοῦ στομάχου. ὁ κολίας δὲ σκιλλωδέστερος, δηκτικώτερος καὶ κακοχυλότερος, τρόφιμος· κρείσσων δὲ ὁ Ἀμυνκλανὸς καὶ Σπανὸς ὁ Σαξιτανὸς λεγόμενος· λεπτότερος γὰρ καὶ γλυκύτερος.’ Στράβων δ’ ἐν γʹ Γεωγραφικῶν (p. 156) πρὸς ταῖς Ἡρακλέους φησὶ νήσοις κατὰ Καρχηδόνα τὴν καινὴν πόλιν εἶναι Σεξιτανίαν, ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεσθαι, καὶ ἄλλην Σκομβροαρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων, ἐξ ὧν τὸ ἄριστον σκευάζεσθαι γάρον. οἱ δὲ λεγόμενοι μελανδρύαι, ὧν καὶ Ἐπίχαρμος μνημονεύει ἐν Αὐτομόλῳ Ὀδυσσεῖ οὕτως (p. 247 L)·
  1. ποτιφόριμον τὸ τέμαχος ἦς ὑπομελανδρυῶδες.
μέλανδρυς δὲ τῶν μεγίστων θύννων εἶδός ἐστιν, ὡς
v.1.p.277
Πάμφιλος ἐν τοῖς περὶ ὀνομάτων παρίστησι, καί ἐστι τὰ τεμάχη αὐτοῦ λιπαρώτερα.