Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη. οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν (II 160 K)·
καὶ Ἀλκμὰν δέ φησι (fr. 100 B4) ‘τὸ νέκταρ ἔδμεναι’ αὐτούς. καὶ Σαπφὼ δέ φησιν (fr. 51)·
- τὸ νέκταρ ἐσθίω πάνυ
- μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ
- διακονῶ καὶ σεμνός εἰμ’ ἑκάστοτε
- Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν. Ἴβυκος δέ φησι (fr. 33) τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.
- ἀμβροσίας μὲν
- κρατὴρ ἐκέκρατο,
- Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
- θεοῖς οἰνοχοῆσαι.
φησὶν Ἄλεξις (II 400 K), καὶ ὅτι οἶνος
- οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
- ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
- ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ,
ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν (AP XIII 29)·
- φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
- πίνοντας αὐτόν.
Πολέμων φησὶν (fr. 40 Pr) ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.
- ‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
- ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.’
- ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
- Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
- τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
- μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
ἐκ τροφῆς ξηρᾶς ‘οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα,’ ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία. καλῶς οὖν ἐν τῷ (Il. 8.229) ‘πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας’ ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς περὶ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς
διὸ Βακχυλίδης φησί (fr. 27)·
Σοφοκλῆς δέ φησι (fr. 687 N)·
- γλυκεῖ’ ἀνάγκα
- σευομένα κυλίκων θάλπησι θυμόν·
- Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας
- ἀμμιγνυμένα Διονυσίοισι δώροις.
- ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας·
- αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
- πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
- χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι·
- πυροφόροι δὲ κατ’ αἰγλήεντα . . .
- νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον
- πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ.
οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν ‘οἶνον ἐύφρονα καρπὸν ἀρούρης (Il. 3.246).’ καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα (Il. 19.167)· ‘ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ’ καὶ τὰ ἑξῆς.
- ... τὸ μεθύειν πημονῆς λυτήριον.
ὅτι Σιμωνίδης (fr. 221) τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης
Εὐριπίδης ἐν Βάκχαις φησί (771). καὶ Ἀστυδάμας δέ φησι (p. 605 N)·
- τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
- οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις
- οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
Ἀντιφάνης φησίν (II 123 K).
- θνητοῖσι τὴν ἀκεσφόρον
- λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. —
- συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
- ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
φησὶν Ἄλεξις (II 403 K).
- οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
- τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον· τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ ‘δαῖτα θάλειαν.’ τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης (fr. 89 R) τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.
Εὐριπίδης φησί (fr. 329 N). καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος· Od. 9.5
- θεοῖσι μικρὰ θύοντας τέλη,
- τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
v.1.p.94
τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς δαπανημάτων ἕνεκα. τελεῖν γὰρ τὸ δαπανᾶν καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις (II 394 K)·
- οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
- ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
- τοὺς εὐτυχοῦντας ἐπιφανῶς
- δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
- ποιεῖν· ὁ γὰρ θεὸσ δεδωκὼς τἀγαθὰ
- ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ
- ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ
- πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν
- ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
- λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.
τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα.
οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν (fr. 192 Rz).
- ἡδὺ .. ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
- τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος (ol. 1, 1). Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς ( Od. 17.208) ‘αἰγείρων ὑδατοτρεφέων’ ἄλσος λέγει. ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς αὐτοῦ ( Od. 5.70)· ‘κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.’ τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘Πηνειῷ συμμίσγεται (Il. 2.753).’ καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος ... καλὸν εἶναι λέγει· Od. 6.87
- οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι .....
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν Ἑλλήσποντον εἶναι λέγων πλατύν (Il. 7.26), ὑπὲρ δὲ θατέρου φράζων (Od. 12.305) ‘στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.’
- καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα. τὸν γοῦν Εὐρύπυλον (Il. 11.830) τρωθέντα ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν· Il. 23.149
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ’ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
- ἣ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
- γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
v.1.p.96
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν Ἀγαμέμνονός φησιν· Il. 11.266
- ῥέει εἰκυῖα χαλάζῃ
- ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
ἐπὶ δὲ τοῦ φεύγοντος μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησίν· Il. 11.477
- ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησίν.
- ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ.
ὑδαρῆ φησὶ καὶ μετάκερας.
τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ (Il. 9.15) ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος (opp. 595)·
καὶ Πίνδαρος (fr. 198 B4)·
- κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος.
κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ (om. FHG) Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων (fr. 159 W) τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον· διὸ καὶ
- μελιγαθὲς ἀμβρόσιον ὕδωρ
- Τιλφώσσας ἀπὸ καλλικρήνου.
ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γὰρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα. τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος. καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας, ὡς καὶ τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ’ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς
πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἳ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἥν φασι τοὺς ἐγχωρίους ὑποπίνειν
σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ
κωμῳδιοποιὸς (II 214 K) εἰρηκέναι Χαιρήμονα τὸν τραγικόν (p. 611 N)·
- οἷα δ’ ἡ χώρα φέρει
- διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
- τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ
- τὸν Δία,
- πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα,
- πυρούς, ὕδωρ,
- ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
- τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται.
- ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
- ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. Ἡρόδοτος δὲ ἐν τετάρτῃ (c. 52) τὸν Ὕπανίν φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος (FGH I 316) δέ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.
Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν (fr. 3 M) ἐν
Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον (II 211 K),
τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ Ὠφελίων φησί (II 294 K).
- τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν.
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· ‘Ἄμφις ὁ κωμικός πού φησιν (II 248 K)·
Ἀντιφάνης δέ (II 129 K)·
- ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος·
- ἔνιοι δ’ ὕδωρ πίνοντές εἰσ’ ἀβέλτεροι.
ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. Σώφρων (fr. 22 Bo)· ‘ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.’
- οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν,
- σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
- κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
- αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
- στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
- πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
ὅτι Φύλαρχός φησι (FHG I 337) Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα. φησὶ δὲ καὶ ἐν τῇ ζʹ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ’ (p. 562 R) ἢ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ (FHG IV 488) ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ’ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ (FHG IV 418) τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι
Μάχων δ’ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται (VI 246 b).
- καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν,
- ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
- Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης φησὶν (fr. 90 R) ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν· ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. Μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. Πολέμων δ’ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος (p. 66 Wil). Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος (fr. 72 Gaede) μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ (6, 30) φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν (fr. 4 Tur)· ‘ἀλλὰ τοὺς
φησὶν Ἀντιφάνης (II 118 K),
- .. μεταλλάξαι διάφορα βρώματα
- ἐσθ’ ἡδύ,
- καὶ τῶν πολλάκις θρυλουμένων
- διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος
- καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.
ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῇ αʹ Ἡρόδοτος (c. 188), ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος· τοῦ μόνου πίνει ὁ βασιλεύς. τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις
ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι· μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα, ἐν δὲ τῷ θέρει ψυχρόν, ὡς
- ἐναλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος
- μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης (IV 542, 26. V 88, 11 Litt)· ‘ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον.’ μοχθηρὰ δ’ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά. ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης (VI 118 Litt?) καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος δέ φησιν ὡς ‘δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδ’ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν.’ Ἱπποκράτης δ’ ἐν τῷ περὶ τόπων (II 30 Litt) ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ |λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρά ἐστιν. ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς ἀνατολὴν ἡλίου
ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται. καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι· καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν
ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’ ἤτοι ἀναβαλλομένων.
ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται (I 26 K)·
τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ (II 572 K)·
- οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητοσ φοιτᾷς ἐπὶ
- δεῖπνον ἄνηστις.
καὶ Ἀντιφάνης (II 124 K)·
- τέρπομαι γυμνοὺς ὁρῶν
- τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
- πάντ’ εἰδέναι σπεύδοντας.
καὶ Εὔβουλος (II 167 K)·
- ἓν νόσημα τοῦτ’ ἔχει·
- ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν
- λέγει κομιδῇ τὸν ἄνδρα.
- Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον
- οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους
- πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
- ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
- κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα·
- οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
- κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
v.1.p.110