Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

Ἀριστοτέλης δ’ ἐν δευτέρῳ Ἐρωτικῶν (fr. 80 R) καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς

v.3.p.490
τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ’ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον.’ ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς ὁ καλὸς Ἀνακρέων ἔφη (fr. 54 B4)·
  1. ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους
  2. θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ.
ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμίδας, ὡς Ἀλκαῖος ἐν τούτοις (fr. 36 B)·
  1. ἀλλ’ ἀνήτω μὲν περὶ ταῖς δέραισι
  2. περθέτω πλεκτὰς ὑποθυμίδας τίς.
καὶ Σαπφώ (fr. 46)·
  1. καὶ πολλαὶς ὑποθυμίδας
  2. πλεκταὶς ἀμπ’ ἀπαλᾷ δέρᾳ.
καὶ Ἀνακρέων (fr. 39)·
  1. πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.
Αἰσχύλος δ’ ἐν τῷ Λυομένῳ Προμηθεῖ σαφῶς φησιν (fr. 202 N) ὅτι ἐπὶ τε τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῇ ἐπιγραφομένῃ Σφιγγὶ εἰπών (fr. 235)·
v.3.p.491
  1. τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος,
  2. δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου.
Σαπφὼ δ’ ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν τοῦ στεφανοῦσθαι ἡμᾶς, λέγουσα τάδε (fr. 78 B4)·
  1. σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐραταῖς φόβαισιν
  2. ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν.
  3. εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιρα
  4. μᾶλλον προσόρην, ἀστεφανώτοισι δ’ ἀπυστρέφονται.
ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δ᾽ ἐν τῷ Συμποσίῳ φησὶν (fr. 98 R) ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεούς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειόν ἐστιν. τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· Il. 1.470
  1. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
καί· Od. 8.170
  1. ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.
‘τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει.’

Φιλωνίδης δ’ ὁ ἰατρὸς ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ‘ἐκ τῆς Ἐρυθρᾶς, φησίν, θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν

v.3.p.492
Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτῶν, οἳ μὲν μανιωδῶς ἐκτρεπόμενοι παρέπαιον, οἳ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπ’ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμμένον, ἐπλήρωσεν ὕδατος. γενομένης δ’ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. καὶ διὰ τοῦθ’ οἱ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν Ἀγαθὸν ἐπιφωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα δαίμονα· ἦν δ’ οὗτος ὁ Διόνυσος. τῷ δὲ μετὰ δεῖπνον κεκραμένῳ πρώτῳ διδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι, τῆς ἐκ τοῦ μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἔδει μὲν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβεῖσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρεν κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον· καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα καὶ κατὰ πάντα τόπον γεννώμενον, ἔχοντα καὶ πρόσοψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις
v.3.p.493
σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ ὁ βίος ἀνεῖναι τὸ στέφος, τὸν εὑρετὴν τοῦ πώματος καὶ τῶν δι’ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρα βουλόμενος εἶναι. ἐντεῦθεν δὲ εἰς ἡδονὴν τραπέντες τὸ μὲν εἰς ... συμφέρον καὶ τοῖς ἐκ μέθης παραβοηθοῦν ἐλαττώμασιν ὁ στέφανος τοῦ πρὸς ὄψιν ἢ πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν. διὸ μυρσίνης μὲν στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παρηγορικὸν σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότριον πότου ἡγητέον. λευκόινον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους ἢ βαρύνειν ἄλλως κεφαλὴν περιστατέον.’ τὰ αὐτὰ εἴρηκεν καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ταῖσ αὐταῖς λέξεσι. καὶ περὶ μὲν τούτων, ὦ ἑταῖροι, ταῦτα.

περὶ δὲ τοῦ Ναυκρατίτου στεφάνου τίς ἐστι τὴν ἄνθην πολλὰ ἀναζητήσας καὶ πολλῶν πυθόμενος, ὡς οὐδὲν ἐμάνθανον, ἐνέτυχον ὀψέ ποτε Πολυχάρμου Ναυκρατίτου ἐπιγραφομένῳ βιβλίῳ Περὶ Ἀφροδίτης, ἐν ᾧ ταυτὶ γέγραπται (FHG IV 480)· ‘κατὰ δὲ τὴν τρίτην πρὸς ταῖς εἴκοσιν Ὀλυμπιάδα ὁ Ἡρόστρατος, πολίτης ἡμέτερος ἐμπορίᾳ χρώμενος καὶ χώραν

v.3.p.494
πολλὴν περιπλέων, προσσχών ποτε καὶ Πάφῳ τῆς Κύπρου ἀγαλμάτιον Ἀφροδίτης σπιθαμιαῖον, ἀρχαῖον τῇ τέχνῃ, ὠνησάμενος ᾔει φέρων εἰς τὴν Ναύκρατιν. καὶ αὐτῷ πλησίον φερομένῳ τῆς Αἰγύπτου ἐπεὶ χειμὼν αἰφνίδιον ἐπέπεσεν καὶ οὐ συνιδεῖν οὐκ ἦν ὅπου γῆς ἦσαν, κατέφυγον ἅπαντες ἐπὶ τὸ τῆς Ἀφροδίτης ἄγαλμα σῴζειν αὑτοὺς αὐτὴν δεόμενοι. ἡ δὲ θεὸς (προσφιλὴς γὰρ τοῖς Ναυκρατίταις ἦν) αἰφνίδιον ἐποίησε πάντα τὰ παρακείμενα αὐτῇ μυρρίνης χλωρᾶς πλήρη ὀδμῆς τε ἡδίστης ἐπλήρωσεν τὴν ναῦν ἤδη ἀπειρηκόσι τοῖς ἐμπλέουσιν τὴν σωτηρίαν διὰ τὴν πολλὴν ναυτίαν γενομένου τε ἐμέτου πολλοῦ, καὶ ἡλίου ἐκλάμψαντος κατιδόντες τοὺς ὅρμους ἧκον εἰς τὴν Ναύκρατιν. καὶ ὁ Ἡρόστρατος ἐξορμήσας τῆς νεὼς μετὰ τοῦ ἀγάλματος, ἔχων καὶ τὰς αἰφνίδιον αὐτῷ ἀναφανείσας χλωρὰς μυρρίνας, ἀνέθηκεν ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ, θύσας δὲ τῇ θεῷ καὶ ἀναθεὶς τῇ Ἀφροδίτῃ τἄγαλμα, καλέσας δὲ καὶ ἐφ᾽ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.’ ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. οἷς κἀγὼ πείθομαι, ἡγούμενος οὐκ ἄλλον τινὰ εἶναι Ναυκρατίτην στέφανον ἢ τὸν ἐκ τῆς μυρρίνης, τῷ καὶ μετὰ τῶν ῥόδων ὑπὸ τοῦ Ἀνακρέοντος φορεῖσθαι (cf. p. 671 e). καὶ ὁ Φιλωνίδης δὲ εἴρηκεν ὡς ὁ τῆς μυρρίνης
v.3.p.495
στέφανος τὴν ἐκ τῶν οἴνων ἀναθυμίασιν ἀποκρούεται καὶ ὁ τῶν ῥόδων ἔχει τι κεφαλαλγίας παρηγορικὸν πρὸς τῷ καὶ ἐμψύχειν. γελοῖοι οὖν εἰσιν καὶ οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ’ Αἰγυπτίοις στεφόμενον, παρατιθέμενοι Θεοπόμπου ἐκ τῆς τρίτης τῶν Ἑλληνικῶν (FHG I 279), ὅς φησιν Ἀγησιλάῳ τῷ Λάκωνι παραγενομένῳ εἰς Αἴγυπτον δῶρα πέμψαι τοὺς Αἰγυπτίους ἄλλα τέ τινα καὶ δὴ καὶ τὴν στεφανωτρίδα βύβλον. ἐγὼ δὲ οὐκ οἶδα τίνα ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων, πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέψονται ὁμοῦ ῥόδοις καὶ σκόροδα. παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψύχου στέφανον εἶναι τὸν Ναυκρατίτην· πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυρρίνη παρὰ τὰς ἐν ἄλλαις χώραις, ὡς καὶ Θεόφραστος ἱστορεῖ (h. pl. 6, 8, 5).’

ἔτι τούτων λεγομένων ἐπεισῆλθον παῖδες στεφάνους φέροντες τῶν ἀκμαζόντων κατὰ τοὺς καιρούς. καὶ ὁ Μυρτίλος ‘λέγε, καλέ, εἶπεν, Οὐλπιανέ, στεφάνων ὀνόματα. οἱ γὰρ παῖδες κατὰ τὸν Χαιρήμονος Κένταυρον (fr. 11 N)·

  1. στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
  2. κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων.
καὶ ἐν τῷ Διονύσῳ δὲ ὁ αὐτὸς ἔφη ποιητής (fr. 6)·
  1. στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.
    v.3.p.496
σὺ δὲ μὴ τὰ ἐκ τῶν ἐπιγραφομένων Αἰλίου Ἀσκληπιάδου Στεφάνων φέρε ἡμῖν ὡς ἀνηκόοις αὐτῶν, ἀλλ’ ἄλλο τι παρ’ ἐκεῖνα λέγε. δεῖξαι γὰρ οὐκ ἔχεις ὅτι διαλελυμένως τις εἴρηκε ῥόδων στέφανον καὶ ἴων στέφανον· τὸ γὰρ παρὰ Κρατίνῳ κατὰ παιδιὰν εἴρηται (I 113)· ‘ναρκισσίνους ὀλίσβους.‘’ καὶ ὃς γελάσας ‘πρῶτον ἐν τοῖς Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν δʹ Δηλιάδος (FHG IV 493), τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στεφανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. κέκληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. σὺ δὲ οἴει με, ἔφη, Θετταλὲ ποικιλόμυθε, τῶν κοινῶν τούτων καὶ κατημαξευμένων ἐρεῖν τι; διὰ δὲ τὴν σὴν γλῶσσαν τῆς ΥΠΟΓΛΩΤΤΙΔΟΣ μνησθήσομαι, ἧς Πλάτων ἐμνήσθη ἐν Διὶ Κακουμένῳ (I 614 K)·
  1. καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
  2. στεφανοῦσθ’ ὑπογλωττίσιν, ὅταν πίνητέ που·
  3. κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.
Θεόδωρος δ’ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ’ ἐμοῦ κατὰ τὸν Εὐριπίδην (fr. 189 N)·
  1. ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
  2. ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
    v.3.p.497

ΙΣΘΜΙΑΚΟΝ. οὕτως τοῦτον καλούμενον στέφανον Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως (I 518 K)·

  1. τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν·
  2. εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
  3. ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
Σιληνὸς δ’ ἐν ταῖς Γλώσσαις φησίν· ‘Ἴσθμιον στέφανον.’ Φιλητᾶς δέ φησι (fr. 46 B)· ‘Ἴσθμιοσ στέφανος ἤγουν ὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ πρώτου κόσμου. λέγω δὲ τὸ ἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον.’ Τιμαχίδας δὲ καὶ Σιμμίας οἱ Ῥόδιοι ἀποδιδόασιν ἓν ἀνθ’ ἑνὸς ‘Ἴσθμιον, στέφανον.’ οὗ μνημονεύει καὶ Καλλίξεινος ὁ Ῥόδιος καὶ αὐτὸς γένος ἐν τοῖς περὶ Ἀλεξανδρείας γράφων οὕτως (FHG III 64) ....

ἐπεὶ δὲ Ἀλεξανδρείας ἐμνημόνευσα, οἶδά τινα ἐν τῇ καλῇ ταύτῃ πόλει καλούμενον στέφανον ΑΝΤΙΝΟΕΙΟΝ γινόμενον ἐκ τοῦ αὐτόθι καλουμένου λωτοῦ. φύεται δ’ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καὶ εἰσὶν αὐτοῦ χροιαὶ δύο, ἣ μὲν τῷ ῥόδῳ ἐοικυῖα· ἐκ τούτου δὲ ὁ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δὲ ἕτερος λώτινος ὀνομάζεται, κυανέαν ἔχων τὴν χροιάν. καὶ Παγκράτης τις τῶν ἐπιχωρίων ποιητής, ὃν καὶ ἡμεῖς ἔγνωμεν, Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξεν τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ

v.3.p.498
Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν τὴν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς ἐννοίας εὑρέσει καὶ καινότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. καὶ Κρατῖνος δ’ ὁ κωμῳδιοποιὸς ἐν Ὀδυσσεῦσι (I 60 K) κέκληκεν τὸν λωτὸν στεφάνωμα διὰ τὸ πάντα τὰ φυλλώδη ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγεσθαι. ὁ δὲ Παγκράτης ἐν τῷ ποιήματι οὐκ ἀγλαφύρως εἴρηκεν·
  1. οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον
  2. πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα
  3. καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν·
  4. οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.

ΠΥΛΕΩΝ. οὕτως καλεῖται ὁ στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες, ὥς φησιν Πάμφιλος.

ἀλλὰ μὴν καὶ ΙΑΚΧΑΝ τινὰ καλούμενον οἶδα στέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις. Φιλητᾶς δ᾽ οὕτως γράφει (fr. 45 B)· ‘Ἰάκχα, ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες·

  1. ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς
  2. καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.’
Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις ΕΛΛΩΤΙΔΑ καλεῖσθαί φησι τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν κʹ, πομπεύειν τε ἐν τῇ τῶν
v.3.p.499
Ἑλλωτίων ἑορτῇ. φασὶ δ’ ἐν αὐτῷ τὰ τῆς Εὐρώπης ὀστᾶ κομίζεσθαι, ἣν ἐκάλουν Ἑλλωτίδα. ἄγεσθαι δὲ καὶ ἐν Κορίνθῳ τὰ Ἑλλώτια.

ΘΥΡΕΑΤΙΚΟΙ. οὕτω καλοῦνταί τινες στέφανοι παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς περὶ Θυσιῶν (FHG II 626), ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνομάζεσθαι, ὄντας ἐκ φοινίκων. φέρειν δ’ αὐτοὺς ὑπόμνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσιν. χοροὶ δ’ εἰσὶν τὸ μὲν πρόσω παίδων ..... τὸ δ᾽ ἐξ ἀρίστου ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων Θαλητᾶ καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου τοῦ Λάκωνος παιᾶνας.

ΜΕΛΙΛΩΤΙΝΩΝ δὲ στεφάνων μνημονεύει Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ οὕτως (II 337 K)·

  1. στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους.
ΕΠΙΘΥΜΙΣ. Σέλευκός φησι ‘τὰ πάντα στεφανώματα.’ Τιμαχίδας δέ φησιν τὰ παντοδαπὰ στεφανώματα ἃ τὰς γυναῖκας φορεῖν οὕτως καλεῖσθαι. ΥΠΟΘΥΜΙΣ δὲ καὶ ὑποθυμίδες στέφανοι παρ’ Αἰολεῦσιν καὶ Ἴωσιν, οὓς περὶ τοὺς τραχήλους περιετίθεντο, ὡς σαφῶς ἔστιν μαθεῖν ἐκ τῆς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεως (cf. cap. 16). Φιλητᾶς δ᾽ ἐν τοῖς Ἀτάκτοις (fr. 58 B) ὑποθυμίδα Λεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶ ἄλλα ἄνθη. καὶ ὑπογλωττὶς δὲ στεφάνου ἐστὶν εἶδος. Θεόδωρος δ᾽ ἐν
v.3.p.500
Ἀττικαῖς Γλώσσαις στεφάνων πλοκῆς γένος παρὰ Πλάτωνι ἐν Διὶ Κακουμένῳ (cf. p. 667a).

εὑρίσκω δὲ καὶ παρὰ τοῖς κωμικοῖς ΚΥΛΙΣΤΟΝ τινα καλούμενον στέφανον καὶ μνημονεύοντα αὐτοῦ Ἄρχιππον ἐν Ῥίνωνι διὰ τούτων (I 687 K)·

  1. ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
  2. στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε.
Ἄλεξις δ’ ἐν μὲν Ἀγωνίδι ἢ Ἱππίσκῳ (II 298 K)·
  1. ὁ τρίτος οὗτος δ’ ἔχει
  2. σύκων κυλιστὸν στέφανον. ἀλλ’ ἔχαιρε καὶ
  3. ζῶν τοῖς τοιούτοις.
ἐν δὲ τῷ Σκίρωνί φησι (ib. 373)·
  1. ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.
μνημονεύει δ’ αὐτοῦ καὶ Ἀντιφάνης ἐν Ἑαυτοῦ Ἐρῶντι (ib. 31), Εὔβουλος δ’ ἐν Οἰνομάῳ ἢ Πέλοπι (ib. 190)·
  1. περιφοραῖς κυκλούμενος
  2. ὥσπερ κυλιστὸς στέφανος.
τίς οὖν οὗτος ὁ κυλιστός; οἶδα γὰρ τὸν Θυατειρηνὸν Νίκανδρον ἐν τοῖς Ἀττικοῖς Ὀνόμασι λέγοντα τάδε· ‘ἐκκύλιστοι στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων.’ καὶ τὸ εἶδος ὁποῖον ζητῶ, ὦ Κύνουλκε. καὶ μή μοι εἴπῃς ὅτι δεῖ τοὺς ἁδροὺς ἀκούειν. σὺ γὰρ εἶ ὁ τὰ ἐν τοῖς βιβλίοις ἀπόρρητα οὐ μόνον ἐκλέγων ἀλλὰ καὶ ἐξορύττων, καθάπερ οἱ παρὰ Βάτωνι τῷ κωμῳδιοποιῷ ἐν Συνεξαπατῶντι φιλόσοφοι (III 329 K), περὶ ὧν καὶ Σοφοκλῆς Συνδείπνῳ φησίν, οὖσί σοι παραπλησίοις (fr. 139 N)·
v.3.p.501
  1. οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
  2. φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
  3. γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.
ἐπειδὴ οὖν ἤδη καὶ σὺ πεπλήρωσαι οὐ μόνον τῶν τοῦ γλαύκου κρανίων ἀλλὰ καὶ τῆς ἀειζώου βοτάνης, ἧς ὁ Ἀνθηδόνιος ἐκεῖνος δαίμων ἐμφορηθεὶς ἀθάνατος πάλιν ητις γέγονε, λέγε ἡμῖν περὶ τοῦ προκειμένου, ἵνα μὴ κατὰ τὸν θεῖον Πλάτωνα (Phaed. p. 81e) ὑπολάβωμέν σε ἀποθανόντα μεταμορφωθῆναι ἐν τῷ περὶ Ψυχῆς· τοὺς μὲν γὰρ τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι.’

ἀποροῦντος δ’ αὐτοῦ ‘ἐπὶ ἕτερον, φησί, στέφανον μεταβήσομαι,’ ὁ Οὐλπιανός, ‘τὸν ΣΤΡΟΥΘΙΝΟΝ καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα (II 199 K)·

  1. ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητον
  2. λεπτότατον περὶ σῶμα συνίλλεται τε
  3. ἡδυπότατον περὶ νυμφίον εὔτριχα,
  4. Κισσὸς ὅπως Καλάμῳ περιφύεται
  5. αὐξόμενος ἔαρος ὀλολυγόνος
  6. ἔρωτι κατατετηκώς.
πλέκεται δ’ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους,
v.3.p.502
οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας (c. 8, 3) ἐν τούτοις· ‘ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.’ Γαλήνη δ’ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει.

ΠΟΘΟΣ. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις (fr. 144 Schn)· καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου πόθου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε (l. s)· ‘τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθοσ καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ’ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους.’

καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους (II 200 K)·

  1. Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
  2. στέφανον πολυποίκιλον ἀνθέων,
  3. γρυπότατον, χαριέστατον, ὦ Ζεῦ·
  4. τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.
κἀν τοῖς ἑξῆς τάδε φησί (ib. 198)·
  1. στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους
  2. ἢ μυρτίνους ἢ τῶν διηνθημένων;
    v.3.p.503
  3. Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
  4. τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.

  1. ΦΙΛΥΡΙΝΟΣ. Ξέναρχος Στρατιώτῃ (ib. 473)·
  2. φιλύρας εἶχε γὰρ
  3. ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
  4. καλοῦνται δέ τινες καὶ ΕΛΙΚΤΟΙ στέφανοι, ὥσπερ
παρὰ Ἀλεξανδρεῦσι μέχρι καὶ νῦν. μνημονεύει δ᾽ αὐτῶν Χαιρήμων ὁ τραγῳδιοποιὸς ἐν Διονύσῳ διὰ τούτων (fr. 7 N)·
  1. κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
  2. στεφάνων ἑλικτῶν ...
  3. περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων
Ἑλλάνικος ἐν τοῖς Αἰγυπτιακοῖς οὕτως γράφει (FHG I 66)· ‘πόλις ἐπιποταμίη, Τίνδιον ὄνομα αὐτῇ, θεῶν ὁμήγυρις, καὶ ἱερὸν μέγα καὶ ἁγνὸν ἐν μέσῃ τῇ πόλει λίθινον καὶ θύρετρα λίθινα. ἔσω τοῦ ἱεροῦ ἄκανθαι πεφύκασι λευκαὶ καὶ μέλαιναι. ἐπ’ αὐτῇσι στέφανοι ἐπιβέβληνται ἄνω τῆς ἀκάνθου τοῦ ἄνθεος καὶ ῥοιῆς ἄνθους καὶ ἀμπέλου πεπλεγμένοι· καὶ οὗτοι αἰεὶ ἀνθέουσι· τοὺς στεφάνους ἀπέθεντο οἱ θεοὶ ἐν Αἰγύπτῳ πυθόμενοι βασιλεύειν τὸν Βάβυν, ὅς ἐστι Τυφών.’ Δημήτριος δ’ ἐν τῷ Περὶ τῶν κατ’ Αἴγυπτον (FHG IV 383) περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησιν γράφων οὕτως· ‘ἔχει δὲ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, ὃ τὸν καρπὸν
v.3.p.504
φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν. ἀνθεῖ δ’ οὗτος ὅταν ὥρα ᾖ, καὶ ἐστὶ τῷ χρώματι τὸ ἄνθος .... καὶ εὐφεγγές. λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων ὅτι οἱ Αἰθίοπες στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας. ἐστὶ δὲ παραπλήσια τὰ κλωνία στεφάνοις, ἐφ’ ὧν τὸ ἄνθος φύεται.’ ὁ δὲ προειρημένος Ἑλλάνικος (l. s) καὶ Ἄμασιν Αἰγύπτου βασιλεῦσαι, ἰδιώτην ὄντα καὶ τῶν τυχόντων κατὰ τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεάν, ὃν ἔπεμψεν ἀνθέων πλεξάμενος τῇ ὥρᾳ περικαλλεστάτων γενέθλια ἐπιτελοῦντι Πατάρμιδι τῷ τῆς Αἰγύπτου τότε βασιλεύοντι. τοῦτον γὰρ ἡσθέντα τῷ κάλλει τοῦ στεφάνου καὶ ἐπὶ δεῖπνον καλέσαι τὸν Ἄμασιν καὶ μετὰ ταῦτα τῶν φίλων ἕνα αὐτὸν ἔχοντα ἐκπέμψαι ποτὲ καὶ στρατηγόν, Αἰγυπτίων αὐτῷ πολεμούντων· ὑφ’ ὧν διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθῆναι βασιλέα.

ΣΥΝΘΗΜΑΤΙΑΙΟΙ στέφανοι, ἠργολαβημένοι καὶ ἐκδόσιμοι. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (458)·

  1. πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
ΧΟΡΩΝΟΝ. Ἀπίων ἐν τῷ περὶ τῆς Ῥωμαικῆς Διαλέκτου φησὶν τὸν στέφανον πάλαι χορωνὸν καλούμενον ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι, αὐτούς τε περικειμένους καὶ ἐπὶ τὸν στέφανον ἀγωνιζομένους, καθὼς ἐν τοῖς Σιμωνίδου Ἐπιγράμμασιν ἰδεῖν ἔστιν οὕτως καλουμένου (fr. 174 B4)·
v.3.p.505
  1. Φοῖβον, ὃς ἁγεῖται τοῖσ Τυνδαρίδῃσιν ἀοιδᾶς,
  2. ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
  3. ΑΚΙΝΙΝΟΙ. στέφανοί τινες καλοῦνται οὕτως οἱ ἐκ
τῆς ἀκίνου τοῦ φυτοῦ πλεκόμενοι, ὥς φησιν Ἄνδρων ὁ ἱατρός. παρέθετο δ’ αὐτοῦ τὴν λέξιν Παρθένιος ὁ τοῦ Διονυσίου ἐν τῷ πρώτῳ τῶν παρὰ τοῖς ἱστορικοῖς Λέξεων (Mein. anal. Al. 293).

στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος τάδε (h. pl. 6, 6, 11)· ‘ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε τῶν ἀνθέων ἐκφαίνεσθαί φησιν (ib. c. 8, 1) τὸ λευκόιον, ἅμα δὲ αὐτῷ καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον, ἔπειτα νάρκισσον καὶ λείριον καὶ τῶν ἀγρίων ἀνεμώνης γένος τὸ καλούμενον ὄρειον καὶ τὸ τοῦ βολβοῦ κώδυον. συμπλέκουσι γὰρ καὶ τοῦτ’ ἔνιοι εἰς τοὺς στεφάνους. ἐπὶ τούτοις ἥ τε οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἑλίχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ ξίφιον καὶ ὑάκινθος. τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δὲ παύεται. τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος.’ ἐν δὲ τῷ θʹ ὁ αὐτὸς Θεόφραστός φησιν (c. 19, 3)· ‘ἐάν τις τοῦ ΕΛΙΧΡΥΣΟΥ τῷ ἄνθει

v.3.p.506
στεφανῶται, εὔκλειαν ἴσχει μύρῳ ῥαίνων.’ μνημονεύει αὐτοῦ Ἀλκμὰν ἐν τούτοις (fr. 16 B4)·
  1. καὶ τὶν εὔχομαι φέροισα
  2. τόνδ’ ἑλιχρύσω πυλεῶνα
  3. κἠράτω κυπαίρω.
καὶ Ἴβυκος (fr. 6)·
  1. μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
  2. μᾶλά τε καὶ ῥόδα καὶ τέρεινα δάφνα.
Κρατῖνος δὲ ἐν Μαλθακοῖς φησιν (I 43 K)·
  1. ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις.
ἐστὶ δὲ τὸ ἄνθος ὅμοιον λωτῷ. Θεμισταγόρας δ’ ὁ Ἐφέσιος ἐν τῇ ἐπιγραφομένῃ Χρυσέῃ Βύβλῳ ἀπὸ τῆς πρώτης δρεψαμένης νύμφης Ἑλιχρύσης ὄνομα τὸ ἄνθος ὀνομασθῆναι. τὰ δὲ κρίνα φησὶν ὁ Θεόφραστος (h. pl. 6, 6, 3) εἶναι καὶ πορφυρανθῆ.
  1. Φιλῖνος δὲ τὸ ΚΡΙΝΟΝ ὑφ’ ὧν μὲν λείριον, ὑφ᾽
ὧν δὲ ἴον καλεῖσθαι. Κορίνθιοι δ’ αὐτὸ ἀμβροσίαν καλοῦσιν, ὥς φησι Νίκανδρος ἐν Γλώσσαις (fr. 126 Schn).
  1. Διοκλῆς δ’ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων
‘ΑΜΑΡΑΚΟΝ, φησίν, ὃν σάμψουχόν τινες καλοῦσιν.’

ΚΟΣΜΟΣΑΝΔΑΛΩΝ δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων (I 43 K)·

  1. κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
  2. λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις.
Κλέαρχος δ’ ἐν βʹ Βίων (FHG II 303) ‘ὅρα, φησίν, τοὺς τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες
v.3.p.507
ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ (II 57 K)·
  1. οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
  2. νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;’
Ἱκέσιος δ’ ἐν δευτέρῳ περὶ Ὕλης τὸ ΛΕΥΚΟΙΟΝ φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δ’ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. ‘τὸ δὲ μέλαν, φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δ’ ἐστὶ πολὺ μᾶλλον.’ Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων (fr. 10 Schn. Nic. p. 195) φησί· ‘χαμαίπιτυν, οἳ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατ’ Εὔβοιαν σιδηρῖτιν.’ Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν — τὰ δὲ ἔπη ὀλίγον ὕστερον (p. 683a) παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι — τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ. τὸν δὲ ΝΑΡΚΙΣΣΟΝ ἐν τῷ Ϛʹ περὶ Φυτῶν Ἱστορίας (c. 6, 9) ὁ Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθ’ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσον καὶ λείριον. Εὔμαχος δ’ ὁ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως (I 43)·
  1. ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
τῆς δ’ ΕΡΠΥΛΛΟΥ, φησὶ Θεόφραστος (h. pl. 6, 7, 2), τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρ᾽ ἄλλοις
v.3.p.508
δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ.’ Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι. περὶ δὲ τῆς ΛΥΧΝΙΔΟΣ λέγων Ἀμερίας ὁ Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν, ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα ἡ Ἀφροδίτη ἐλούσατο. εἶναι δ’ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις. ἡ δ’ ΙΡΙΣ, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους (h. pl. 6, 8, 3) μόνη τε (ib. 9, 7, 3) τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δ’ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δ’ ὁ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν (FHG III 416) περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι δι’ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις ΚΑΛΧΑΙΣ. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις (fr. 39)·
  1. χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. —
μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ (p. 219 L).

  1. ‘τῶν δὲ ΡΟΔΩΝ, φησὶ Θεόφραστος ἐν τῷ
ἕκτῳ (h. pl. 6, 6, 4), πολλαί εἰσι διαφοραί. τὰ μὲν γὰρ πλεῖστα αὐτῶν εἰσὶν πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, ἔνια δ’ ἐστὶ καὶ ἑκατοντάφυλλα περὶ Φιλίππους. λαμβάνοντες γὰρ ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ
v.3.p.509
γίγνεται πολλά. μικρὰ δὲ σφόδρα τὰ ἐντὸς φύλλα· ἡ γὰρ ἔκφυσις αὐτῶν οὕτως ἐστὶν ὥστ’ εἶναι τὰ μὲν ἐντός, τὰ δὲ ἐκτός· οὐκ εὔοσμα δὲ οὐδὲ μεγάλα τοῖς μεγέθεσιν. τὰ δὲ πεντάφυλλα εὐώδη μᾶλλον ὧν τραχὺ τὸ κάτω. εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον. καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι μάλιστα καὶ θεῖαι αἱ ὀσμαί· διαφερόντως δὲ ἡ τοῦ κρόκου.’ Τιμαχίδας δὲ ἐν τοῖς Δείπνοις τὸ ῥόδον φησὶ τοὺς Ἀρκάδας καλεῖν εὔομφον ἀντὶ τοῦ εὔοσμον. Ἀπολλόδωρος δ’ ἐν δʹ Παρθικῶν (fr. 8 Behr) ἄνθος τι ἀναγράφει καλούμενον ΦΙΛΑΔΕΛΦΟΝ κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησίν· ‘καὶ μυρσίνης γένη ποικίλα μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσι, ἐμψύχων περιπλοκὴν ἐν τῷ ..... μένουσιν ἡνωμέναι καὶ καθάπερ ἀπὸ ῥίζης μιᾶς καὶ τὸ λοιπὸν ἀνατρέχουσιν καὶ ζωοφυτοῦσιν· διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπ’ αὐτῶν κατασκευάζουσιν. ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες τε δικτύου τρόπῳ φυτεύουσιν κύκλῳ τῶν κηπευμάτων· καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.’

ἀνθῶν δὲ στεφανωτικῶν μέμνηται ὁ μὲν τὰ Κύπρια Ἔπη πεποιηκὼς Ἡγησίας ἢ Στασῖνος· Δημοδάμας γὰρ ὁ Ἁλικαρνασσεὺς ἢ Μιλήσιος ἐν τῷ περὶ Ἁλικαρνασσοῦ (FHG II 444) Κυπρία Ἁλικαρνασσέως δ᾽

v.3.p.510
αὐτὰ εἶναί φησι ποιήματα· λέγει δ’ οὖν ὅστις ἐστὶν ὁ ποιήσας αὐτὰ ἐν τῷ αʹ οὑτωσί (fr. 3 Ki)·
  1. εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
  2. ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
  3. οἷα φοροῦσ’ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ
  4. ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ,
  5. ἡδέι νεκταρέῳ, ἔν τ’ ἀμβροσίαις καλύκεσσιν
  6. ἄνθεσι ναρκίσσου καλλιρρόου δ’ οια Ἀφροδίτη
  7. ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
οὗτος ὁ ποιητὴς καὶ τὴν τῶν στεφάνων χρῆσιν εἰδὼς φαίνεται δι’ ὧν λέγει (fr. 4)·
  1. ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη ....
  2. πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
  3. ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
  4. Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
  5. καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.

Νίκανδρος δ’ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει (fr. 74 Schn)·

  1. ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὡς ὡραῖα φυτεύοις,
  2. ἄνθε’ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά,
  3. ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές,
  4. ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
  5. Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν.
    v.3.p.511
ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων, ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τ’ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων. πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν, αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδ’ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφ’ ὕδασιν εὐθαλέουσα. κισσοῦ δ’ ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις θράσκιον ἢ ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην· βλαστοδρεπιδεχυτοιο καὶ εἰς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι· ἃ κρίνα, λείρια δ’ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἳ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμ’ Ἀφροδίτης·
v.3.p.512
ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δ’ ἐν ῥίζῃσιν ἀγαλλίας ἥ θ’ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν ἰσοδρομεῦσα, χελιδόσιν, αἵ τ’ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δὲ εἴδοντ’ ἠμύουσαι αἰεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τ᾽ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τά τ’ αἰπύτατον κάρη ὑψοῖ, φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς ἰσάουσα. ἕρπυλλον δὲ φριαλευσοτεν βώλοισι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δ’ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ· φυλλάσιν ἦ γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δ᾽ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι· τὰ δ’ οὐ βάσιν ἐστήριξαν, θρῖα δ’ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος
v.3.p.513
  1. οὔτε τι παι βρώμην ποτιδεγμένα· πολλάκι δ’ ἴχνη
  2. στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις·
  3. ἁδρύνει δὲ βλάστα βαθεῖ’ ἐν τεύχεϊ κόπρος,
  4. σαμψύχου λιβάνου τε νέας κλάδας ἠδ’ ὅσα κῆποι
  5. ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
  6. ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
  7. λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων
  8. κύπρος τ’ ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις
  9. ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν
  10. κάλλεα, βουφθαλμόν τε καὶ εὐειδὲς Διὸς ἄνθος,
  11. χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
  12. ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Περσεφόνεια.
  13. σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
  14. φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
  15. αὐταί τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
  16. τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν.
(ἐν ἐνίοις δὲ γράφεται ‘ἐφελκόμεναι φιλοχροιαῖς.ʼ)
  1. πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα
  2. δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
  3. ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται·
  4. πολλάκι θελμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
  5. λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
    v.3.p.514
  6. καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
  7. σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.

ἐκ τούτων τῶν ἐπῶν δῆλον γίνεται ὅτι ἕτερόν ἐστιν τὸ χελιδόνιον τῆς ἀνεμώνης· τινὲς γὰρ ταὐτὸ εἶναί φασι. Θεόφραστος δέ φησι (h. pl. 7, 15, 1)· ‘τὰς δ᾽ ἀνθήσεις λαμβάνειν δεῖ συνακολουθοῦντα τοῖς ἄστροις τὸ ἡλιοτρόπιον καλούμενον καὶ τὸ χελιδόνιον· καὶ γὰρ τοῦτο ἅμα τῇ χελιδόνι ἀνθεῖ.’ καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς Ὑπομνήμασι λέγων οὕτως (FHG IV 357)· ‘Νίκανδρός φησιν (fr. 127 Schn) ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.’ προείρηται δ’ ἄνω (p. 681b) περὶ αὐτῆς ὅτι τὸ κρίνον οὕτω λέγουσι. Τιμαχίδας δ’ ἐν τετάρτῳ Δείπνου καὶ θήσειόν τι ἀναγράφει καλούμενον ἄνθος·

  1. θήσειόν θ’ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
  2. Λευκερέης ἱερὸν περικαλλέος, ὅ ῥα μάλιστα
  3. φίλατο.
ἀπὸ τούτου δέ φησι τοῦ ἄνθους καὶ τὸν τῆς Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι. καὶ ὁ Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τὸ δρᾶμα τοὺς Πέρσας μνημονεύων καὶ αὐτὸς ἀνθῶν τινων στεφανωτικῶν φησιν (I 183 K)·
  1. ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον,
  2. καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
  3. ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα,
  4. γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
  5. ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.
    v.3.p.515
ὁ δὲ πεποιηκὼς τοὺς εἰς αὐτὸν ἀναφερομένους Μεταλλεῖς φησιν (ib. 177)·
  1. ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
  2. ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
  3. κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.
ἐν τούτοις ζητῶ τί τὸ τρίφυλλον. καὶ γὰρ εἰς Δημαρέτην ἀναφέρεταί τι ποιημάτιον ὃ ἐπιγράφεται Τρίφυλλον. κἀν τοῖς ἐπιγραφομένοις δὲ Ἀγαθοῖς ὁ Φερεκράτης ἢ Στράττις φησίν (ib. 145)·
  1. λουσάμενοι δὲ πρὸ λαμπρᾶς
  2. ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἳ δ’ ἐν τῷ μύρῳ
  3. λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
καὶ Κρατῖνος ἐν Μαλθακοῖς (ib. 43)·
  1. παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
  2. λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
  3. καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς
  4. ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
  5. οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
  6. ἀνθρύσκου ........ ναρκίσσου φόβῃ
  7. τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι·
  8. καὶ .. κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.

ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων (II 227 K)·

  1. καὶ σὺ μὲν
  2. τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
    v.3.p.516
  3. κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
  4. μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
Φιλόξενος δ’ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων (fr. 1 B)·
  1. κατὰ χειρὸς δ᾽
  2. ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
  3. προχόῳ ἐπέχευεν.
  4. εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
  5. κλαδέων δισύναπτον.
Εὔβουλος Τιτθαῖς (II 204 K)·
  1. ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους,
  2. εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει,
  3. ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη
  4. μᾶζα χαριτοβλέφαρος.
τοῦτο δ’ ἦν ἔθος καὶ παρ’ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν (ib. 226)·
  1. καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
  2. ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
  3. καὶ στέφανον. εἶεν· καλὸς ὁ καιρός, Χαιρεφῶν.
σὺ δὲ γαστρίζου, Κύνουλκε· καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε (Litt. c) τὸν μελίλωτον ‘τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ.’ ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον — οὕτως δ’ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ (II 318 K) — παύσομαί σε ἐρεσχηλῶν καὶ
v.3.p.517
τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί (fr. 138 N)·
  1. φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
  2. κρατῆρ᾽· ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
  3. ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.
καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν· καὶ γὰρ οὗτος ἐν ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη (fr. 3 N)·
  1. σύνδειπνος ἢ ᾽πίκωμος ἢ μαζαγρέτας,
  2. Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.
ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους ΧΥΔΑΙΟΙΣ στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου. τῶν δὲ χυδαίων στεφάνων μνημονεύων ὁ κωμῳδιοποιός φησιν (II 315 K)·
  1. στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.
κἀγὼ δ’ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνη (ib. 123)
  1. στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο
  2. καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι.’ καὶ μετ’ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸσ αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.
v.3.p.518

  1. περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοις
καὶ ἄλλοις χρυσοῖς σκεύεσιν μύρα, νυστάζοντα τὸν Κύνουλκον θεασάμενός τις πολλῷ τῷ μύρῳ τὸ πρόσωπον ἐπέχρισεν. ὃ δὲ διεγερθεὶς καὶ μόλις ἑαυτὸν ἀναλαβὼν ‘τί τοῦτ᾽, εἶπεν, Ἡράκλεις; οὐ σπογγιᾷ τίς μου παρελθὼν τὸ πρόσωπον ἐκκαθαρίσει μεμολυσμένον μαγγανείαις πολλαῖς; ἢ οὐκ οἴδατε καὶ τὸν καλὸν Ξενοφῶντα ἐν τῷ Συμποσίῳ ποιοῦντα τὸν Σωκράτην τοιαυτὶ λέγοντα (c. 2, 2)· ‘νὴ Δί᾽, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ ἀκροάματα καὶ θεάματα ἥδιστα παρέχεις. — τί οὖν εἰ καὶ μύρον ἐνέγκαι τις ἡμῖν, ἵνα καὶ εὐωδίᾳ ἑστιῴμεθα; — μηδαμῶς, ἔφη ὁ Σωκράτης· ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δὲ ἀνδρεία κάλλη, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει. καὶ γὰρ ἀνδρὸς μὲν δή που ἕνεκεν ἀνδρῶν οὐδεὶς μύρῳ χρίεται. αἵ γε μὴν γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τε τούτου καὶ ἡ Κριτοβούλου, μύρου μέν τι καὶ προσδέονται· αὐταὶ γὰρ τούτου ὄζουσιν. ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶν ἡδίων καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ἀλειψάμενος δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δ’ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου
v.3.p.519
πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριαι ἔσεσθαι.’ καὶ ὁ θαυμασιώτατος δὲ Χρύσιππος τὴν ὀνομασίαν φησὶ λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι τῆς Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον· καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων τε ὁ σοφὸς διὰ τῶν Νόμων κεκώλυκε τοὺς ἄνδρας μυροπωλεῖν.

‘νῦν δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γʹ περὶ Βίων (FHG II 304), ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε (fr. 79 B4)·

  1. ἐγὼ δὲ φίλημ’ ἁβροσύναν,
  2. καί μοι τὸ λαμπρὸν ἔρος ἀελίω καὶ τὸ καλὸν λέλογχε,
φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ· ταῦτα δ’ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβδίων ἔκ τινων ποτηρίων ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψάμενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις (fr. 1 B)·
  1. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
  2. Παρράσιος.
    v.3.p.520
ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἁβρὸν καὶ καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸ ‘ῥαβδοδίαιτος ἀνήρ.’ ἀλλ’ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον.’ ταῦτα μὲν ὁ Κλέαρχος. Σοφοκλῆς δ’ ὁ ποιητὴς ἐν Κρίσει τῷ δράματι (fr. 334 N) τὴν μὲν Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ τε ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν, ἔτι δ’ Ἀρετὴν ἐλαίῳ χριομένην καὶ γυμναζομένην.’