Deipnosophistae

Athenaeus of Naucratis

Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.

  1. Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
  2. Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
κατὰ τὸν πάνσοφον Εὐριπίδην (fr. 899 N), ἑταῖρε Τιμόκρατες, οὐκ ἂν δυναίμην ἀπομνημονεύειν ἔτι σοι τῶν πολλάκις λεχθέντων ἐν τοῖς περισπουδάστοις τούτοις συμποσίοις διά τε τὴν ποικιλίαν καὶ τὴν ὁμοιότητα τῶν ἀεὶ καινῶς προσευρισκομένων. καὶ γὰρ καὶ περὶ τάξεως τῶν περιφορῶν πολλάκις ἐλέχθη καὶ περὶ τῶν μετὰ τὸ δεῖπνον ἐπιτελουμένων, ἅπερ καὶ μόλις ἀναπεμπάζομαι, εἰπόντος τινὸς τῶν ἑταίρων τὰ ἐκ τῶν Λακώνων Πλάτωνος ἰαμβεῖα (I 620 K)·
  1. ἅνδρες δεδειπνήκασιν ἤδη; Β. σχεδὸν ἅπαντες. Α. εὖ γε·
  2. τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
    v.3.p.471
  3. λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
  4. σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω·
  5. τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
  6. καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
  7. Αἰγύπτιον κᾆτ’ ἴρινον· στέφανον δ’ ἔπειθ’ ἑκάστῳ
  8. δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
  9. Α. καὶ δὴ κέκραται. Β. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε ...
  10. σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω·
  11. καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε.
  12. αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
  13. μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον
  14. ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

μετὰ ταῦτ᾽, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ’ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον. δι’ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. πρὸς ὃν Οὐλπιανὸς ἔφη (Timon. fr. 27 W)·

  1. ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς (Il. 4.204).
οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸ ‘εἰ
v.3.p.472
μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.’ τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ὁ ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου Ἀποκοτταβίζοντασ ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ’ ἐμοῦ ὅτι πρῶτον μὲν ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν ὁ Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων (fr. 1 B)·
  1. κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
  2. ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
Δικαίαρχος ὁ Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου (FHG II 247) καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. λατάγη δ’ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ’ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λάταγα Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν.

κότταβος δ’ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ, ὡς Εὐριπίδης παρίστησιν ἐν Οἰνεῖ λέγων οὕτως (fr. 562 N)·

  1. πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
  2. κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
  3. ἐγὼ ᾽τετάγμην, ἆθλα κότταβον διδούς.
    v.3.p.473
ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν (cf. p. 667f)· ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει (I 278 K)· ‘χαλκῷ περὶ κοττάβῳ.‘ Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ’ οὕτως (I 612 K)·
  1. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
  2. τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι·
  3. ἀλλανεμος ἐστ᾽. Α. ἀλλ’ εἰς θυίαν παιστέον.
  4. ΗΡ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, ποτήρια
  5. παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
  6. Α. ........... ἀγεννῶς οὐκ ἐῶ
  7. παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
  8. τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ,
  9. καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ· οὑτοσὶ
  10. μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα.

  1. Εὔβουλος Βελλεροφόντῃ (II 171 K)·
  2. τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου;
  3. ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
    v.3.p.474
Ἀντιφάνης δ’ ἐν Ἀφροδίτης Γοναῖς (ib. 33)·
  1. τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος
  2. τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν
  3. ......... πέντε νικητήριον.
  4. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον;
  5. Α. ἐγὼ διδάξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον
  6. ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν —
  7. Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
  8. ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
  9. Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίγνεται.
  10. Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν θίγῃ μόνον
  11. αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
  12. ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
  13. πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
καὶ μετ’ ὀλίγα·
  1. ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
  2. Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
  3. οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν·
  4. ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε;
  5. τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
  6. Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ
  7. οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. Α. ἀλλὰ μάνθανε.

ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον, ὡς Δικαίαρχός φησιν καὶ Πλάτων δ’ ἐν τῷ Διὶ τῷ Κακουμένῳ (I 613 K).

v.3.p.475
παρακελεύεται δέ τις τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δ᾽ ἀπ’ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. Βακχυλίδης ἐν Ἐρωτικοῖς (fr. 24 B)·
  1. εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,
  2. λευκὸν ἀντείνασα πῆχυν.
καὶ Αἰσχύλος δ’ ἐν Ὀστολόγοις ἀγκυλητοὺς λέγει κοττάβους διὰ τούτων (fr. 179 N)·
  1. Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ...
  2. ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
  3. ἦν μὲν γὰρ αὐτῷ κότταβος ἀεὶ τοὐμὸν κάρα,
  4. τοῦ δ’ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς
  5. ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο.
ὅτι δὲ ἆθλον προὔκειτο τῷ εὖ προεμένῳ τὸν κότταβον προείρηκε μὲν καὶ ὁ Ἀντιφάνης (cf. p. 666f)· ᾠὰ γάρ ἐστι καὶ πεμμάτια καὶ τραγήματα. ὁμοίως δὲ διεξέρχονται Κηφισόδωρος ἐν Τροφωνίῳ (I 801 K) καὶ Καλλίας ἢ Διοκλῆς ἐν Κύκλωψι (ib. 696) καὶ Εὔπολις (ib. 278) Ἕρμιππός τε ἐν τοῖς Ἰάμβοις (ib. 247). τὸ δὲ καλούμενον κατακτὸν κοττάβιον τοιοῦτόν ἐστιν· λυχνίον ἐστὶν ὑψηλόν, ἔχον τὸν μάνην καλούμενον, ἐφ’ ὃν τὴν καταβαλλομένην ἔδει πεσεῖν πλάστιγγα, ἐντεῦθεν δὲ πίπτειν εἰς λεκάνην ὑποκειμένην πληγεῖσαν τῷ κοττάβῳ·
v.3.p.476
‘καί τις ἦν ἀκριβὴς εὐχέρεια τῆς βολῆς.’ μνημονεύει δὲ τοῦ μάνου Νικοχάρης ἐν Λάκωσιν (ib. 772).