Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
Μελανιππίδης δ’ ὁ Μήλιος ἐν
καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν (fr. 246 R) οὕτως· ‘φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἳ δ’ ἀπυρήνους.’ φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει (FHG I 67), εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος ὁ κωμικὸς ἐν Ἀταλάνταις (p. 294 L). περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς. τῶν ἀπὸ τοῦ περιπάτου δ’ ὢν ὁ Νικόλαος καὶ ἱστορίαν συνέγραψεν πολλήν.
- οὐ γὰρ ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος,
- οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον·
- ἀλλ’ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντ’ ἀν᾽ εὔδι’
- ἄλσεα πολλάκι θήραισιν φρένα τερπόμεναι,
- ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε
- ματεῦσαι,
- τέρενα Σύρια σπέρματα.
ΙΣΧΑΔΕΣ. σφόδρα τῶν ἰσχάδων ἐθαυμάζοντο αἱ Ἀττικαί. Δίνων γοῦν ἐν τοῖς Περσικοῖς (FHG II 91) φησιν· ‘παρετίθεντο δ’ ἐπὶ τῆς τραπέζης τῆς βασιλέως
Λυγκεὺς δὲ ἐν τῇ πρὸς τὸν κωμικὸν Ποσείδιππον Ἐπιστολῇ ‘ἐν τοῖς τραγικοῖς, φησίν, πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν· ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν.’ κἀν τῇ πρὸς Διαγόραν δὲ Ἐπιστολῇ γράφει οὕτως· ‘ἡ δὲ γῆ ταῖς μὲν χελιδονείοις ἰσχάσιν ἀντιπαρατιθεῖσα τὰς Βρυγινδαρίδας καλουμένας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας.’ Φοινικίδης δ’ ἐν Μισουμένῃ φησίν (III 333 K)·
- εἰσέβαινον ἰσχάδες,
- τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
ἐν τούτοις τηρητέον καὶ τὴν τοῦ ἀτταγῆνος μνήμην. Φιλήμων δ’ ἐν τῷ περὶ τῶν Ἀττικῶν Ὀνομάτων Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δ’ εἶναι δῆμον τῆς Ἀττικῆς ἀπὸ Αἰγίλου τινὸς ἥρωος ὠνομασμένον· χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δ’ Εἰρήνῃ τὰς Τιθρασίας ἐπαινῶν ἰσχάδας φησὶν οὕτως (I 736 K)·
- μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια
- καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων.
- τούτων ἐγευσάμην καταπλεύσας εὐθέως
v.3.p.444- καὶ τῶν προπυλαίων, κοὐδὲν ἦν τούτων ὅλως
- πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.
οὕτω δὲ ἦσαν περισπούδαστοι πᾶσιν ἀνθρώποις αἱ ἰσχάδεσ — ‘ὄντως γὰρ’ κατὰ τὸν Ἀριστοφάνην (I 541 K)
- μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
ὡς καὶ Ἀμιτροχάτην τὸν τῶν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα, φησὶν Ἡγήσανδρος (FHG IV 421), πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ‘ἰσχάδας μὲν καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δ’ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι.’ ὅτι δὲ καὶ πεφωσμένας ἰσχάδας ἤσθιον Φερεκράτης δείκνυσιν ἐν Κοριαννοῖ λέγων οὕτως (I 163 K)·
- οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων —
καὶ μετ’ ὀλίγα δέ·
- ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων.
οἶδα δὲ καὶ Πάμφιλον εἰρηκότα πρόκνιδας γένος ἰσχάδων.
- οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις,
- ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
- χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
v.3.p.445
ΒΟΤΡΥΣ δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου (p. 65 W), ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων·
ὅτι δὲ καὶ παρ’ Ὁμήρῳ ἐστὶν (Il. 18.561 al) παντὶ δῆλον Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων (p. 844d)· ‘ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτ’ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν νʹ ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δ᾽ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δ’ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δ’ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δ’ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ ‘μὴ κινεῖν ὅ τι μὴ κατέθετο’, ἐκείνως αἰεὶ ζημιούσθω.’ ταῦτα μὲν ὁ θεῖος Πλάτων· ἐγὼ δὲ πάλιν ζητῶ τίς ἡ γενναία σταφυλὴ καὶ τίνα τὰ γενναῖα σῦκα. ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.’ καὶ ὁ Μασσούριος ἔφη·
- αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες.
γενναῖα λέγει τὰ εὐγενῆ ὁ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος (fr. 107 B4)·
- ‘μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι (Hes. op. 410).
v.3.p.446
ἢ τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης (fr. 247) καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας.’ ..... Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος (262)· ‘σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων.’ Ξενοφῶν ἐν Οἰκονομικῷ (19, 19)· ‘ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς.’ οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησίν (II 181 K)·
- πάρελθε, γενναῖος γὰρ εἶς.
ὁ δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν (I 191 K)·
- ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς
- καὶ βότρυς τρώγειν ἀνάγκαζ’ αὐτὸν ἐξ οἴνου συχνούς.
ὅτι δ’ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις (ib. 536). τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος ὁ Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων (FHG IV 287)· ‘σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο’ Λυγκεὺς δ’ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν· ‘τῷ δ’ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν
- ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα
- καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς
- καὶ μυελόν.
ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων, ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην παρὰ τὰ προειρημένα (lib. IX). ΠΕΡΙΣΤΕΡΙΟΝ οὕτως ἔστιν εὑρεῖν εἰρημένον παρὰ Μενάνδρῳ ἐν Παλλακῇ (III 109 K)·
ὁμοίως Νικόστρατος Ἅβρᾳ (II 220 K)·
- μικρὸν ἐπιμείνας προστρέχει,
- ‘ἠγόρακά σοι περιστέρια ταδί’ λέγων.
Ἀναξανδρίδης ἐν Ἀντέρωτι (ib. 139)·
- ταῦτ’ ἀξιῶ·
- τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.
Φρύνιχος Τραγῳδοῖς (I 383 K)·
- περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
ΦΑΣΙΑΝΙΚΟΣ. Πτολεμαῖος ὁ βασιλεὺς ἐν τῷ δωδεκάτῳ τῶν Ὑπομνημάτων περὶ τῶν ἐν Ἀλεξανδρείᾳ βασιλείων λέγων (FHG III 188) καὶ περὶ τῶν ἐν αὐτοῖς ζῴων τρεφομένων φησίν· ‘τά τε τῶν φασιανῶν, οὓς τετάρους ὀνομάζουσιν, οὓς οὐ μόνον ἐκ Μηδίας μετεπέμπετο, ἀλλὰ καὶ νομάδας ὄρνιθας ὑποβαλὼν ἐποίησε πλῆθος, ὥστε καὶ σιτεῖσθαι· τὸ γὰρ βρῶμα πολυτελὲς ἀποφαίνουσιν.’ αὕτη ἡ τοῦ λαμπροτάτου βασιλέως φωνή, ὃς οὐδὲ φασιανικοῦ ὄρνιθός ποτε γεύσασθαι
- περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου.
εἰ δ’ ὁ προειρημένος βασιλεὺς καὶ τὸ τῶν ΤΑΩΝΩΝ πλῆθος ἑωράκει τῶν κατὰ τὴν Ῥώμην, καταπεφεύγει ἂν ἐπὶ τὴν ἱερὰν σύγκλητον, ὡς ὑπὸ τοῦ ἀδελφοῦ πάλιν τῆς βασιλείας ἐξεληλαμένος. τοσοῦτον γάρ ἐστι τούτων τῶν ὀρνίθων τὸ πλῆθος ἐν τῇ Ῥώμῃ, ὡς δοκεῖν προμεμαντευμένον τὸν κωμῳδιοποιὸν Ἀντιφάνην ἐν Στρατιώτῃ ἢ Τύχωνι εἰρηκέναι τάδε (II 99 K)·
Ἄλεξις δ’ ἐν Λαμπάδι (II 340)·
- τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
- σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων.
- χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
- ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.
ὅτι δὲ καὶ τιθασοὺς εἶχον αὐτοὺς ἐν ταῖς οἰκίαις Στράττις παρίστησιν ἐν Παυσανίᾳ διὰ τούτων (I 718 K)·
- καταφαγεῖν
- αὐτὸς τοσοῦτ’ ἀργύριον; οὐδ’ εἰ γάλα λαγοῦ
- εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
Ἀναξανδρίδης ἐν Μελιλώτῳ (II 145 K)·
- πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
- οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
v.3.p.449
Ἀναξίλας Ὀρνιθοκόμοις (ib. 272)·
- οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς,
- ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι.
Μηνόδοτος δ’ ὁ Σάμιος ἐν τῷ περὶ τῶν κατὰ τὸ ἱερὸν τῆς Σαμίας Ἥρας φησίν (FHG III 105)· ‘οἱ ταοὶ ἱεροί εἰσι τῆς Ἥρας. καὶ μήποτε πρώτιστοι καὶ ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν τῇ Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν τῇ Αἰτωλίᾳ.’ διὸ καὶ Ἀντιφάνης ἐν τοῖς Ὁμοπατρίοις φησίν (II 83 K)·
- καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
διόπερ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταὧς ἐστιν.
- ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει
- φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος
- ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ
- Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
- τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.
ἐπεὶ δὲ καὶ τῶν μελεαγρίδων Μηνόδοτος ἐμνήσθη, λέξομέν τι καὶ ἡμεῖς περὶ αὐτῶν. Κλύτος ὁ Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητής, ἐν τῷ αʹ περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως (FHG II 333)· ‘περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρίδες. ὁ δὲ τόπος ἐστὶν ἑλώδης ἐν ᾧ τρέφονται. ἐστὶ δὲ ἄστοργον πρὸς τὰ ἔκγονα τὸ ὄρνεον
ΟΠΤΩΝ ΔΕΛΦΑΚΩΝ δὲ μνημονεύει Ἐπικράτης ἐν Ἐμπόρῳ (II 284 K)·
Ἄλεξις δ’ ἐν Πονήρᾳ (ib. 367)·
- ἐπὶ τοῖς δ’ ἐγὼ
- μάγειρος. οὔτε Σικελία καυχήσεται
- τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων,
- οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα
- κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.
‘Ἀθηναῖοι δ᾽, ὥς φησι Φιλόχορος (FHG I 413), ταῖς Ὥραις θύοντες οὐκ ὀπτῶσιν, ἀλλ’ ἕψουσι τὰ κρέα, παραιτούμενοι τὰς θεὰς ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δ’ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὔ φασι δεῖν οὐδ’ ἐφέψειν. τὸ μὲν γὰρ ἀνάλυσιν ἔχειν δοκεῖ τοῦ βελτίονος, ὥς φησιν Ἀριστοτέλης (meteor. 380b 21 ?)· τὰ δὲ ὀπτὰ τῶν ἑφθῶν ὠμότερα καὶ ξηρότερα.’ τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. Στράττις γοῦν ἐν Καλλιππίδῃ ἐπὶ τοῦ Ἡρακλέους φησίν (I 715 K)·
- τριωβόλου κρείσκον ἀστεῖον πάνυ
- ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον,
- τέρεν, ὅταν ᾖ προσφέρων.
καὶ Ἄρχιππος ἐν Ἡρακλεῖ Γαμοῦντι (ib. 680)·
- αὐτίκα δ’ ἥρπασε τεμάχη
- θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ’ ἅμα.
v.3.p.452
- ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν
- ταύρου τ’ αὐξίκερω φλογίδες
- αἱ δολιχαί τε κάπρου φλογίδες.
περὶ δὲ ΠΕΡΔΙΚΩΝ τί δεῖ καὶ λέγειν ἐμέ, πλεόνων εἰρημένων ὑφ’ ὑμῶν; ἀλλ’ οὐ παραλείψω τὸ ἱστορηθὲν ὑπὸ Ἡγησάνδρου ἐν τοῖς Ὑπομνήμασιν (FHG IV 421). φησὶν γὰρ ὅτι Σάμιοι πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀπέπλευσαν.
περὶ δὲ ΛΑΓΩΝ Χαμαιλέων φησὶν ἐν τῷ περὶ Σιμωνίδου (fr. 14 Koep) ὡς δειπνῶν παρὰ τῷ Ἱέρωνι ὁ Σιμωνίδης, οὐ παρατεθέντος αὐτῷ ἐπὶ τὴν τράπεζαν καθάπερ καὶ τοῖς ἄλλοις λαγωοῦ, ἀλλ’ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν (fr. 170 B)·
ὄντως δ’ ἦν ὡς ἀληθῶς κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκερδής, ὡς Χαμαιλέων φησίν. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθ’ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω ὁ Σιμωνίδης τῶν παρ’ ἐκείνου πεμπομένων ἑαυτῷ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δέ τινος τὴν αἰτίαν· ‘ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.’
- οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
ΟΥΘΑΤΟΣ δὲ Τηλεκλείδης ἐν Στερροῖς οὕτως μνημονεύει (I 217 K)·
ὑπογάστριον δ’ αὐτὸ ὠνόμασεν Ἀντίδοτος ἐν Μεμψιμοίρῳ (II 410 K).
- ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
v.3.p.453
ΣΙΤΕΥΤΩΝ δὲ ὀρνίθων μὲν μνημονεύει Μάτρων ἐν ταῖς Παρῳδίαις οὕτως (fr. 4 Br)·
δελφάκων δὲ σιτευτῶν ὁ φλυακογράφος Σώπατρος ἐν Βακχίδος Γάμῳ οὕτως·
- ὣς ἔφαθ᾽· οἳ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ
- σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν,
- ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας (Il. 2.764).
δελφάκια δὲ Αἰσχίνης εἴρηκεν ἐν Ἀλκιβιάδῃ οὕτως (p. 21 Herm)· ‘ὥσπερ αἱ καπηλίδες τὰ δελφάκια τρέφουσιν.’ Ἀντισθένης δ’ ἐν Φυσιογνωμονικῷ· ‘καὶ γὰρ ἐκεῖναι τὰ δελφάκια πρὸς βίαν χορτάζουσιν.’ καὶ ἐν Προτρεπτικῷ δέ· ‘ἀντὶ δελφακίων τρέφεσθαι.’ δέλφακα δὲ ἀρσενικῶς εἴρηκεν Πλάτων ἐν Ποιητῇ (I 631 K)·
- εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
Σοφοκλῆς Ὕβρει (fr. 610 N)·
- δέλφακα δὲ ῥαιότατον.
Κρατῖνος Ὀδυσσεῦσιν (I 59 K)·
- ἐσθίειν ἐθέλων τὸν δέλφακα.
θηλυκῶς δὲ Νικοχάρης ἔφη (ib. 774)·
- δέλφακας μεγάλους.
καὶ Εὔπολις Χρυσῷ Γένει (ib. 335)·
- κύουσαν δέλφακα.
καὶ Πλάτων Ἰοῖ (ib. 615)·
- οὐκ ἀλλ’ ἔθυον δέλφακα ωδον θἠστίᾳ
- καὶ μάλα καλήν.
Θεόπομπος Πηνελόπῃ (ib. 746)·
- πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
χηνῶν δὲ σιτευτῶν καὶ μόσχων Θεόπομπος ἐν ιγʹ Φιλιππικῶν καὶ ιαʹ Ἑλληνικῶν (FHG I 297. 281), ἐν οἷς ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως· καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ’ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ’ ἔγνω· κατεκεκάλυπτο γάρ. ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων ‘δότε, φησί, φέροντες ἐκείνοις,’ δείξας αὐτοῖς τοὺς εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίων.’ ὅτι δὲ τοῖς εἵλωσιν ὑβριστικῶς πάνυ ἐχρῶντο Λακεδαιμόνιοι καὶ Μύρων ὁ Πριηνεὺς ἱστορεῖ ἐν δευτέρῳ Μεσσηνιακῶν γράφων οὕτως (FHG IV 461)· ‘τοῖς δ’ εἵλωσι πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι πρὸς πᾶσαν ἄγον ἀτιμίαν. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατ’ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσιν. πρὸς δὲ τούτοις εἴ τινες
- καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
- ἐχηνίασας· ποιοῦσι τοῦτο πάντες οἱ
- παρὰ Τιμοθέῳ.
ἐπεὶ δὲ καὶ πετασῶνος μέρος ἑκάστῳ κεῖται, ἣν ΠΕΡΝΑΝ καλοῦσι, φέρε τι εἴπωμεν καὶ περὶ ταύτης, εἴ τις τοῦ ὀνόματος μνημονεύει. κάλλισται μὲν γὰρ αἱ Γαλλικαί, οὐκ ἀπολείπονται δὲ αὐτῶν οὔτε αἱ ἀπὸ Κιβύρας τῆς Ἀσιατικῆς οὔτε αἱ Λύκιαι. μνημονεύει δ’ αὐτῶν Στράβων ἐν τρίτῃ Γεωγραφουμένων (p. 162), ἀνὴρ οὐ πάνυ νεώτερος· λέγει γὰρ αὐτὸν ἐν τῇ ἑβδόμῃ τῆς αὐτῆς πραγματείας (fr. 58b M) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον, οὗ πολλάκις ἐμεμνήμεθα συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι. γράφει δ᾽ οὖν ὁ Στράβων οὕτως· ‘ἐν Σπανίᾳ πρὸς τῇ Ἀκυτανίᾳ πόλις Πομπέλων, ὡς ἂν εἴποι τις Πομπηιόπολις, ἐν ᾗ πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι.’
ΑΛΙΠΑΣΤΩΝ δὲ κρεῶν μνημονεύει ὁ τῆς κωμῳδίας ποιητὴς Ἀριστομένης ἐν Διονύσῳ (I 692 K)·
καὶ ἐν Γόησιν (ib. 691)·
- ἁλίπαστα ταῦτα παρατίθημί σοι.
- ὁ στράβων
- ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.
ἐπεὶ δὲ καὶ ‘Σικελίας αὔχημα τροφαλὶς’ ἥδ’ ἐστί σοι, φίλοι, λέξωμέν τι καὶ περὶ ΤΥΡΩΝ. Φιλήμων μὲν γὰρ ἐν τῷ ἐπιγραφομένῳ Σικελικῷ (II 499 K)·
καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι. περὶ οὗ φησιν Δημήτριος ὁ Σκήψιος ἐν δευτέρῳ Τρωικοῦ Διακόσμου οὕτως (fr. 3 Gaede)· ‘τῆς Ἀχαίας πόλις Τρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικός· οὗ καὶ Σιμωνίδης μνημονεύει ἐν Ἰάμβῳ, οὗ ἡ ἀρχή (fr. 22 B)·
- ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν
- ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν
- καλούς. ἔτι ταῦτα προσετίθην ἀκηκοώς,
- ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά.
- Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
γράφων·
- ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε,
Εὐριπίδης δ’ ἐν Κύκλωπι ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ (136)·
- ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
- Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον ...
ἐπεὶ δὲ περὶ πάντων εἶπον τῶν παρακειμένων ἀποτράγημά τε πεποίημαι τὸν Τρομιλικόν, καταπαύσω τὸν λόγον· τὸ γὰρ λείψανον τῶν τραγημάτων καὶ τρωξίμων ἀποτράγημα εἴρηκεν Εὔπολις (I 335 K). σκώπτων γὰρ Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἴρηκεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον, ὥς φησιν ὁ Ἀσκαλωνίτης Δωρόθεος. τοὺς δὲ λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσιν, ὥς φησι Σέλευκος· οὓς ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθων δὲ μνημονεύει (οὕτω δὲ καλεῖται τὸ πρῶτον γάλα) Φιλιππίδης ἐν Αὐλοῖς (III 304 K)·
- καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
v.3.p.457
καὶ ἴσως πάντα τὰ τοιαῦτα ἐπιδειπνίδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα.’
- τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
τοιαῦτά τινα ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου ἐπελθὼν εἷς ἐκείνων τῶν σοφιστῶν μαγείρων ἐκήρυσσε μῦμα. καὶ πολλῶν ξενιζομένων ἐπὶ τῷ κηρύγματι — οὐ γὰρ ἐδείκνυεν ὁ στιγματίας ὅ τι ἦν — ἔφη· ‘ἀγνοεῖν μοι δοκεῖτε, ὦ ἄνδρες δαιταλῆς, ὅτι καὶ Κάδμος ὁ τοῦ Διονύσου πάππος μάγειρος ἦν.’ σιωπησάντων δὲ καὶ ἐπὶ τούτῳ πάντων ‘Εὐήμερος, ἔφη, ὁ Κῷος ἐν τῷ τρίτῳ τῆς Ἱερᾶς Ἀναγραφῆς τοῦθ’ ἱστορεῖ, ὡς Σιδωνίων λεγόντων τοῦτο, ὅτι Κάδμος μάγειρος ὢν τοῦ βασιλέως καὶ παραλαβὼν τὴν Ἁρμονίαν αὐλητρίδα καὶ αὐτὴν οὖσαν τοῦ βασιλέως ἔφυγεν σὺν αὐτῇ.
ἐγὼ δὲ φεύξομαι γ᾽ ἐλεύθερος γεγώς (trag. ad. fr. 98 N) ;ʼ
τὸν δὲ Μαίσωνα Πολέμων ἐν τοῖς πρὸς Τίμαιον (fr. 46 Pr) ἐκ τῶν ἐν Σικελίᾳ φησὶν εἶναι Μεγάρων καὶ οὐκ ἐκ τῶν Νισαίων. ἀλλ’ ὅ γε Ποσείδιππος περὶ δούλων μαγείρων ἐν Ἀποκλειομένῃ φησίν (III 336 K)·
- σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
- εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
- ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
- πεπορισμένος γάρ ἐστι.
καὶ ἐν Συντρόφοις (ib. 342)·
- ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι
- νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
- ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
- ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
- Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
- Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι
- ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
οὐδὲν οὖν ἦν παράδοξον εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι· προίσταντο γοῦν καὶ γάμων καὶ θυσιῶν. διόπερ Μένανδρος ἐν Κόλακι τὸν τοῖς τετραδισταῖς διακονούμενον μάγειρον ἐν τῇ τῆς Πανδήμου Ἀφροδίτης ἑορτῇ ποιεῖ ταυτὶ λέγοντα (III 82 K)·
καὶ παρὰ Σιμωνίδῃ δέ φησιν ἕτερος (fr. 24 B4)·
- σπονδή. δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις;
- σπονδή. φέρ᾽, ὦ παῖ Σωσία. σπονδή. καλῶς.
- εὔχου. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
- Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε
- τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν,
- ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν
- ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
ἐμφαίνει δ’ αὐτῶν τὴν ἐμπειρίαν καὶ ἡ πρὸς Ἀλέξανδρον Ὀλυμπιάδος Ἐπιστολή. προτρεπομένη
- ὗν ὡς ἄφευσα χὠς ἐμίστυλα κρέα
- ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι ...
ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ μαθεῖν ἔστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων. οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησιν Κλείδημος ἐν Πρωτογονίας πρώτῳ (FHG I 362). Ὅμηρός τε τὸ ῥέζειν ἐπὶ τοῦ θύειν τάσσει, τὸ δὲ θύειν ἐπὶ τοῦ ψαιστὰ μεταδόρπια θυμιᾶν· καὶ οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. ἔδρων δ’ οἱ Κήρυκες ἄχρι πολλοῦ βουθυτοῦντες, φησί, καὶ σκευάζοντες καὶ μιστύλλοντες, ἔτι δ’ οἰνοχοοῦντες. Κήρυκας δ’ αὐτοὺς ἀπὸ τοῦ κρείττονος ὠνόμαζον. ἀναγέγραπταί τε οὐδαμοῦ μαγείρῳ μισθός, ἀλλὰ κήρυκι. καὶ Ἀγαμέμνων δὲ παρ’ Ὁμήρῳ θύει βασιλεύων· φησὶ γὰρ ὁ ποιητής· Il. 3.292
καὶ Θρασυμήδης ὁ τοῦ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν, ἐπεὶ διὰ τὸ γῆρας ὁ Νέστωρ οὐκ ἠδύνατο· συνεπόνουν δ’ αὐτῷ καὶ οἱ ἄλλοι ἀδελφοί (Od. 3.442). οὕτως ἔνδοξον ἦν καὶ μέγιστον τὸ τῆς μαγειρικῆς τέχνης ἀξίωμα. καὶ παρὰ Ῥωμαίοις δ’ οἱ τιμηταὶ — μεγίστη δ’ αὕτη ἀρχὴ — τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον.
- ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ,
- καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
- θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
καὶ πάλιν (118)·
- Ἕκτωρ δὲ προτὶ ἄστυ δύο κήρυκας ἔπεμπε
- καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
καί· Il. 19.250
- αὐτὰρ ὃ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων
- νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν
- οἰσέμεναι.
- Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
- κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος (FHG I 359) φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἐνεργεῖν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας (FHG III 482), μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων (III 369 K)·
ἔθυσ’ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρεσ’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γεγραμμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προιόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· ἀκριβῶς ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασ’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ·
- οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη
- πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως;
- Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε.
- τοῦ θηριώδους καὶ παρασπόνδου βίου
- ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
- ἀλληλοφαγίας ἤγαγ’ εἰς τάξιν τινὰ
- καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον
- ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω.
- ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν
- γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
v.3.p.462
- αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος
- ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι
- διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.
- Β. ἄνθρωπε χαῖρε, περὶ πόδ’ εἶ τῷ δεσπότῃ.
- Α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν,
- σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς
- ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι
- τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.
- Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.
- Α. ἥμαρτον. ἀλλὰ δεῦρο νῦν συνείσιθι
- ἐμοί, τά τ’ ἔνδον εὐτρεπῆ ποίει λαβών.
καὶ Ἄλεξις δ’ ἐν Λεβητίῳ (II 343 K) δηλοῖ ὅτι ἡ μαγειρικὴ τέχνη ἐπιτήδευμα ἦν ἐλευθέρων· πολίτης γάρ τις οὐκ ἀγενὴς ἐν αὐτῷ δείκνυται ὁ μάγειρος. καὶ οἱ τὰ Ὀψαρτυτικὰ δὲ συγγράψαντες Ἡρακλείδης τε καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ ‘δούλοισι τὴν μαγειρικήν, ἀλλ’ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων.’ ἐκσεμνύνει δὲ τὴν τέχνην καὶ ὁ νεώτερος Κρατῖνος ἐν τοῖς Γίγασι λέγων (II 289 K)·
καὶ Ἀντιφάνης δ’ ἐν Δυσπράτῳ ἐπαινῶν τοὺς Σικελικοὺς μαγείρους λέγει (ib. 48)·
- ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ
- ὄζει καπνός τ’ ἐξέρχετ’ εὐωδέστατος;
- οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι
- λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.
- Β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς;
v.3.p.464
καὶ Μένανδρος ἐν Φάσματι (III 144 K)·
- Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι
- δαιτὸς διαθρυμματίδες.
Ποσείδιππος ἐν Ἀναβλέποντι (ib. 335)·
- ἐπισημαίνεσθ᾽, ἐὰν
- ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
Ἀντιφάνης δ’ ἐν Φιλώτιδι τὴν σοφίαν τῶν μαγείρων ἐμφανίζων φησίν (II 109 K)·
- ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα
- τὰ τῶν μαγείρων πάνθ’ ἃ καθ’ ἑκάστου κακὰ
- ἀντεργολαβοῦντος ἔλεγον· ὃ μὲν ὡς οὐκ ἔχει
- ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὃ δ’ ὅτι τὸ στόμα
- πονηρόν, ὃ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας
- ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων,
- κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός,
- καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς
- εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσὶ
- διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ’ ἐλήλυθεν.
ἀοιδίμων δ’ ὀψαρτυτῶν ὀνόματα καταλέγει Βάτων ἐν Εὐεργέταις οὕτως (III 327 K)·
- οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
- ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον;
- Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
- ζέσαι. Β. τὸ δ’ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
- ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α. χλόη.
v.3.p.465- Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας
- ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
- Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις; Β. ἀπολεῖ μ᾽
- οὑτοσί.
- εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν
- οὐδ’ ἀναγεγράμμεθ᾽, ἀλλὰ καίεται λύχνος,
- καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν
- τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης
- ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος,
- ἢ Ζωπυρῖνος. Α. αὐτὸς εὕρηκας δὲ τί;
- Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας ..
ἐγὼ δὲ τοιουτονὶ βρῶμα ὑμῖν, ἄνδρες φίλοι, τὸ μῦμα φέρω. περὶ οὗ Ἀρτεμίδωρος μὲν ὁ Ἀριστοφάνειος ἐν Ὀψαρτυτικαῖς Γλώσσαις φησὶν ὅτι σκευάζεται ἐκ κρεῶν καὶ αἵματος, πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικῷ λέγει ταῦτα· ‘μῦμα δὲ παντὸς ἱερείου, καὶ ὄρνιθος δὲ χρὴ ποιεῖν τὰ ἁπαλὰ τῶν κρεῶν μικρὰ συντεμόντα καὶ τὰ σπλάγχνα καὶ τὸ ἔντερον καὶ τὸ αἷμα διαθρύψαντα καὶ ἀρτύσαντα ὄξει, τυρῷ ὀπτῷ, σιλφίῳ, κυμίνῳ, θύμῳ χλωρῷ καὶ ξηρῷ, θύμβρᾳ, κοριάννῳ χλωρῷ τε καὶ ξηρῷ καὶ γητίῳ καὶ κρομμύῳ καθαρῷ πεφωσμένῳ ἢ μήκωνι καὶ σταφίδι ἢ μέλιτι καὶ ῥόας ὀξείας κόκκοις. εἶναι δέ σοι τὸ αὐτὸ μῦμα καὶ ὄψον."
τοσαῦτα καὶ τούτου κατακόψαντος οὐ μόνον
τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπ’ ἀσελγοῦς καὶ φορτικῆς δι’ ἀφροδισίων ἡδονῆς.
- τοὔψον λαβοῦσαι τοῦτο ταπεταλμένον
- σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε,
- λέπεσθε, ματτυάζετε.
καὶ ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώσσαις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων, γράφων οὕτως ‘ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν. ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ· ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν τετιλμένην.’ εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει εὐθύς· ‘καὶ νομάδα παχεῖαν ἕψε καὶ νεοσσοὺς τῶν ἤδη κοκκυζόντων, ἐὰν θέλῃς παρὰ πότον χρῆσθαι. εἶτ’ ἐξελὼν τὰ λάχανα εἰς τρυβλίον καὶ τῆς ὄρνιθος τῶν κρεῶν
καὶ ἐν Ἀνδροφόνῳ (ib. 480)·
- γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν
- ποτηρίων με ματτύης εὐφραινέτω.
Ἄλεξις δ’ ἐν Πυραύνῳ ἀμφιβόλως εἴρηκεν (ib. 372)·
- πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην
- ποιεῖτε θᾶττον.
ὥσπερ ἂν εἰ τὸ δεῖπνον ἔλεγεν· πιθανὸν δὲ καὶ ἰδίως ἐπί τι τῶν ἐδεσμάτων ἀναφέρειν. Μάχων δ’ ὁ Σικυώνιος τῶν μὲν κατὰ Ἀπολλόδωρον τὸν Καρύστιον κωμῳδιοποιῶν εἷς ἐστι καὶ αὐτός· οὐκ ἐδίδαξεν δ’ Ἀθήνησι τὰς κωμῳδίας τὰς ἑαυτοῦ, ἀλλ’ ἐν Ἀλεξανδρείᾳ. ἦν δ’ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διόπερ ὁ γραμματικὸς Ἀριστοφάνης ἐσπούδασε συσχολάσαι αὐτῷ νέος ὤν. ἐποίησε δὲ καὶ οὗτος ἐν δράματι Ἀγνοίᾳ ταυτί (III 324 K)·
- ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω,
- ἀνέκραγον ‘οὐ δώσει τις ἡμῖν ματτύην;’
- ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης,
- τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς
v.3.p.469- κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί·
- οὐκ οἶδα πλήν ἐστίν γε μουσικωτάτου τινός ...
ὅτι δὲ ὕστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο Νικόστρατός φησιν ἐν Ἀπελαυνομένῳ. μάγειρος δ’ ἐστὶν ὁ διηγούμενος ὡς λαμπρὰν καὶ εὔτακτον παρεσκεύασεν εὐωχίαν· προδιηγησάμενός τε οἷον ἦν τὸ ἄριστον καὶ τὸ δεῖπνον καὶ τρίτης μνησθεὶς παραθέσεως ἐπιφέρει (II 221 K)·
καὶ ἐν Μαγείρῳ (ib. 224)·
- εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽· ἀλλὰ μὴν τῇ ματτύῃ
- οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι
- οὐδ’ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
ἄλλος δέ τίς φησιν (III 482 K)·
- θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
- εἰς ματτύην οὐδέτερος εἶδε πώποτε.
Διονύσιος δ’ ἐν Ἀκοντιζομένῳ (II 423 K)· μάγειρος δ’ ἐστὶν ὁ λέγων·
- περιφέρειν ματτύην καὶ ποδάριον
- καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
Φιλήμων ἐν Πτωχῇ (ib. 496)·
- ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην
- σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν
- ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις
- ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν,
- ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
τοσούτων καὶ περὶ τῆς ματτύης λεχθέντων ἔδοξεν ἀπιέναι· καὶ γὰρ ἑσπέρα ἦν ἤδη. διελύθημεν οὖν οὕτως.