Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
τρεῖς οὖν αὗται, καθάπερ ἐξ ἀρχῆς εἴπομεν εἶναι ἁρμονίας, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ τὴν Λυδιστὶ παρὰ τῶν βαρβάρων οὔσας γνωσθῆναι τοῖς Ἕλλησιν ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς τὴν Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν. Λυδοὶ μὲν γὰρ αὐτῷ συνηκολούθησαν διὰ τὸ τὴν Σίπυλον εἶναι τῆς Λυδίας· Φρύγες δὲ οὐχ ὅτι ὁμοτέρμονες τοῖς Λυδοῖς εἰσιν, ἀλλ’ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἴδοις δ’ ἂν καὶ τῆς Πελοποννήσου πανταχοῦ, μάλιστα δὲ ἐν Λακεδαίμονι χώματα μεγάλα, ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν. μαθεῖν οὖν τὰς ἁρμονίας ταύτας τοὺς Ἕλληνας παρὰ τούτων. διὸ καὶ Τελέστης ὁ Σελινούντιός φησιν (fr. 5 B4)·
- πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς
- συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας
- Φρύγιον ἄεισαν νόμον·
v.3.p.381- τοῖς δ’ ὀξύφωνοι πηκτίδων ψαλμοὶ κρέκον
- Λύδιον ὕμνον.’
‘οὐ παραληπτέον δὲ τὴν μουσικήν,’ φησὶν Πολύβιος ὁ Μεγαλοπολίτης (IV 20), ‘ὡς Ἔφορος ἱστορεῖ (FHG I 234), ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, ὥστε μὴ μόνον ἐν παισὶν ἀλλὰ καὶ ἐν νεανίσκοις γενομένοις ἕως λʹ ἐτῶν κατ’ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους. παρὰ γοῦν μόνοις Ἀρκάσιν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι. μετὰ δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατ’ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν οὖν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ παρ’ ὅλον δὲ τὸν βίον ἐν ταῖς συνουσίαις ταῖς κοιναῖς οὐχ οὕτω ποιοῦνται τὰς ἀγωγὰσ διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς δι’ αὑτῶν, ἀνὰ μέρος ᾄδειν ἀλλήλοις προστάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδενὶ αὐτῶν αἰσχρόν
Ἀγίας δ’ ὁ μουσικὸς ἔφη (FHG IV 293) τὸν στύρακα τὸν ἐν ταῖς ὀρχήστραις θυμιώμενον τοῖς Διονυσίοις φρύγιον ποιεῖν ὀδμὴν τοῖς αἰσθανομένοις.
ἦν. Ἀλκαῖος γοῦν ὁ ποιητής, εἴ τις καὶ ἄλλος μουσικώτατος γενόμενος, πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρείαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησιν (fr. 15 B4)·
- τὸ δ’ ἀρχαῖον ἡ μουσικὴ ἐπ’ ἀνδρείαν προτροπὴ
καίτοι μᾶλλον ἴσως ἥρμοττε τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλ’ οἱ παλαιοὶ τὴν ἀνδρείαν
- μαρμαίρει δὲ μέγας δόμος χαλκῷ· πᾶσα δ’ Ἄρῃ κεκόσμηται στέγη
- λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν
- ἵππιοι λόφοι
- νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα· χάλκιαι δὲ
- πασσάλοις
- κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος
- ἰσχυρῶ βέλευς·
- θόρρακές τε νέω λίνω, κόιλαι τε κατ’ ἀσπίδες βεβλημέναι.
- πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ
- καὶ κυπαττίδες.
- τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθ’ ὑπὸ ἔργον
- ἕσταμεν τόδε.
ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας (fr. 4 B)·
- εἰμὶ δ’ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος,
- καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
- ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
- καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.
διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ’ αὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ (I 17). πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μετ᾽ αὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς. Θεόπομπος δ’ ἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Ἱστοριῶν (FHG I 319) ‘Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται.’ ὅθεν ἔοικεν καὶ Ὅμηρος διατηρῶν τὴν ἀρχαίαν τῶν Ἑλλήνων κατάστασιν λέγειν (Od. 8.99 et Od. 17.271)·
ὡς καὶ τοῖς εὐωχουμένοις χρησίμης οὔσης τῆς τέχνης. ἦν δ’ ὡς ἔοικε τοῦτο νενομισμένον, πρῶτον μὲν ὅπως
- φόρμιγγός θ᾽, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην,
παύσασθαι γὰρ ἔδει τὰ νείκη καὶ τὴν στάσιν, καθάπερ ἐλέγομεν. ἐοίκασιν οὖν οἱ πολλοὶ τὴν ἐπιστήμην ἀποδιδόναι ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας· ἀλλὰ μὴν οἱ ἀρχαῖοι καὶ περιέλαβον ἔθεσι καὶ νόμοις τοὺς τῶν θεῶν ὕμνους ᾄδειν ἅπαντας ἐν ταῖς ἑστιάσεσιν, ὅπως καὶ διὰ τούτων τηρῆται τὸ καλὸν καὶ σωφρονικὸν ἡμῶν. ἐναρμονίων γὰρ ὄντων τῶν ᾀσμάτων προσγινόμενος ὁ τῶν θεῶν λόγος ἀποσεμνύνει τὸν ἑκάστων τρόπον. Φιλόχορος δέ φησιν (FHG I 387) ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλ’ ὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ, τὸν δ᾽ Ἀπόλλωνα μεθ’ ἡσυχίας καὶ τάξεως μέλποντες. Ἀρχίλοχος γοῦν φησιν (fr. 77 B4)·
- φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων,
- Μουσάων θ᾽, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
καὶ Ἐπίχαρμος δ’ ἐν Φιλοκτήτῃ ἔφη (p. 254 L)·
- ὡς Διωνύσοι’ ἄνακτος καλὸν ἐξάρξαι μέλος
- οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας.
ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς ἡ μουσικὴ προῆλθεν κατ’ ἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δ’ ὅτι μὲν ἐμάνθανον τὴν μουσικὴν οὐδὲ λέγουσιν· ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ’ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.
- οὐκ ἔστι διθύραμβος, ὅκχ’ ὕδωρ πίῃς.
v.3.p.386
καὶ πρὸς γυμνασίαν δὲ καὶ ὀξύτητα διανοίας συμβάλλεται ἡ μουσική· διὸ καὶ τῶν Ἑλλήνων ἕκαστοι καὶ τῶν βαρβάρων οἱ γινωσκόμενοι τυγχάνουσιν χρώμενοι. οὐ κακῶς δ’ ἔλεγον οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι καὶ τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς· καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δ’ ἐναντίαι τὰς ἐναντίας. ὅθεν καὶ τὸ Κλεοσθένους τοῦ Σικυωνίων τυράννου χαρίεν καὶ σημεῖον διανοίας πεπαιδευμένης. ἰδὼν γάρ, ὥς φασι (Herod. 6, 129), φορτικῶς ὀρχησάμενον ἕνα τῶν τῆς θυγατρὸς μνηστήρων (Ἱπποκλείδης δ’ ἦν ὁ Ἀθηναῖος) ἀπωρχῆσθαι τὸν γάμον αὐτὸν ἔφησεν, νομίζων ὡς ἔοικεν καὶ τὴν ψυχὴν τἀνδρὸς εἶναι τοιαύτην. καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν. διὰ τοῦτο γὰρ καὶ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες αἰεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπ’ αὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον. εἰ δέ τις ἀμέτρως διαθείη τὴν σχηματοποιίαν καὶ ταῖς ᾠδαῖς
ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τῆς ἐν τοῖς χοροῖς εὔσχημον τότε καὶ μεγαλοπρεπὲς καὶ ὡσανεὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον. ὅθεν καὶ Σωκράτης ἐν τοῖς ποιήμασιν τοὺς κάλλιστα χορεύοντας ἀρίστους φησὶν εἶναι τὰ πολέμια λέγων οὕτως (II 287 B4)·
- ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν
- οὐθέν,
- ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.
σχεδὸν γὰρ ὥσπερ ἐξοπλισία τις ἦν ἡ χορεία καὶ ἐπίδειξις οὐ μόνον τῆς λοιπῆς εὐταξίας, ἀλλὰ καὶ τῆς τῶν σωμάτων ἐπιμελείας.
- οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι
- ἐν πολέμῳ.
Ἀμφίων δ’ ὁ Θεσπιεὺς ἐν δευτέρῳ περὶ τοῦ ἐν Ἑλικῶνι Μουσείου ἄγεσθαί φησιν ἐν Ἑλικῶνι παίδων ὀρχήσεις μετὰ σπουδῆς, παρατιθέμενος ἀρχαῖον Ἐπίγραμμα τόδε·
οὐ κακῶς δὲ καὶ Καφισίας ὁ αὐλητής, ἐπιβαλλομένου
- ἀμφότερ᾽, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον
- ἄνδρας· ὁ δ’ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς.
- εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ἦ ῥα θεοῖσι
- ταῖς Σικυῶνι καλὸν τοῦτ’ ἀπέκειτο γέρας.
τὰ δὲ στασιμώτερα καὶ πυκνότερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσικὴ ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιβατισμός, Θρᾴκιος κολαβρισμός, τελεσιάς·
παρὰ δὲ Συρακοσίοις καὶ Χιτωνέας Ἀρτέμιδος ὄρχησίς τίς ἐστιν ἴδιος καὶ αὔλησις. ἦν δέ τις καὶ Ἰωνικὴ ὄρχησις παροίνιος. καὶ τὴν ἀγγελικὴν δὲ πάροινον ἠκρίβουν ὄρχησιν. καλεῖται δέ τις καὶ ἄλλη ὄρχησις κόσμου ἐκπύρωσις, ἧς μνημονεύει Μένιππος ὁ κυνικὸς ἐν τῷ Συμποσίῳ. καὶ γελοῖαι δ’ εἰσὶν ὀρχήσεις ἴγδις καὶ μακτρισμὸς ἀπόκινός τε καὶ σοβάς, ἔτι δὲ μορφασμὸς καὶ γλαὺξ καὶ λέων ἀλφίτων τε ἔκχυσις καὶ χρεῶν ἀποκοπὴ καὶ στοιχεῖα καὶ πυρρίχη. μετ᾽ αὐλῶν δ’ ὠρχοῦντο τὴν τοῦ κελευστοῦ καὶ τὴν καλουμένην πινακίδα. σχήματα δέ ἐστιν ὀρχήσεως ξιφισμός, καλαθίσκος, καλλαβίδες, σκώψ, σκώπευμα. ἦν δὲ ὁ
- ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ
- σέλινα;
- ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα.
καλλαβίδων δ’ Εὔπολις ἐν Κόλαξιν (I 304 K)·
- καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων.
θερμαυστρίς, ἑκατερίδες, σκοπός, χεὶρ καταπρηνής, χεὶρ σιμή, διποδισμός, ξύλου παράληψις, ἐπαγκωνισμός, καλαθίσκος, στρόβιλος. καὶ τελεσιὰς δ’ ἐστὶν ὄρχησις καλουμένη· στρατιωτικὴ δ’ ἐστὶν αὕτη ἀπό τινος ἀνδρὸς Τελεσίου λαβοῦσα τοὔνομα, μεθ’ ὅπλων τὸ πρῶτον αὐτὴν ἐκείνου ὀρχησαμένου, ὥς φησιν Ἱππαγόρας ἐν τῷ πρώτῳ περὶ τῆς Καρχηδονίων Πολιτείας (FHG IV 430).
- καλλαβίδας δὲ βαίνει,
- σησαμίδας δὲ χέζει.
καλεῖται δ’ ἡ μὲν σατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν πρώτῳ περὶ Χορῶν (ib. 331), σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. τινὲς δέ φασιν Σίκιννόν τινα βάρβαρον εὑρετὴν αὐτῆς γενέσθαι, ἄλλοι δὲ Κρῆτα λέγουσι τὸ γένος εἶναι τὸν Σίκιννον. ὀρχησταὶ δ’ οἱ Κρῆτες, ὥς φησιν Ἀριστόξενος (ib. II 284). Σκάμων δ’ ἐν πρώτῳ περὶ Εὑρημάτων (ib. IV 489) σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείεσθαι, καὶ πρῶτον ὀρχήσασθαι τὴν σίκιννιν Θέρσιππον. προτέρα δ’ εὕρηται ἡ περὶ τοὺς πόδας κίνησις τῆς διὰ τῶν χειρῶν. οἱ γὰρ παλαιοὶ τοὺς πόδας μᾶλλον ἐγυμνάζοντο ἐν τοῖς ἀγῶσι καὶ τοῖς κυνηγεσίοις. οἱ δὲ Κρῆτες κυνηγετικοί, διὸ καὶ ποδώκεις.
Ἀριστόξενος δέ φησι (FHG II 284) τὴν πυρρίχην ἀπὸ Πυρρίχου Λάκωνος τὸ γένος τὴν προσηγορίαν λαβεῖν· Λακωνικὸν δ’ εἶναι μέχρι καὶ νῦν ὄνομα τὸν Πύρριχον. ἐμφανίζει δ’ ἡ ὄρχησις πολεμικὴ οὖσα ὡς Λακεδαιμονίων τὸ εὕρημα. πολεμικοὶ δ’ εἰσὶν οἱ Λάκωνες, ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν, ἅπερ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δ’ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες
ἔοικεν δὲ ἡ γυμνοπαιδικὴ τῇ καλουμένῃ ἀναπάλῃ παρὰ τοῖς παλαιοῖς. γυμνοὶ γὰρ ὀρχοῦνται οἱ παῖδες πάντες, ἐρρύθμους φοράς τινας ἀποτελοῦντες καὶ σχήματά τινα τῶν χειρῶν κατὰ τὸ ἀνάπαλον, ὥστ’ ἐμφαίνειν θεωρήματά τινα τῆς παλαίστρας καὶ τοῦ παγκρατίου, κινοῦντες ἐρρύθμως τοὺς πόδας. τρόποι δ’ αὐτῆς οἵ τε
καὶ Πίνδαρος δέ φησιν (fr. 112 B4)·
- οὐχ ἕδρας ἔργον οὐδ’ ἀμβολᾶς.
ὀρχοῦνται δὲ ταύτην παρὰ τῷ Πινδάρῳ οἱ Λάκωνες, καὶ ἐστὶν ὑπορχηματικὴ ὄρχησις ἀνδρῶν καὶ γυναικῶν .... βέλτιστοι δέ εἰσι τῶν τρόπων οἵτινες καὶ ὀρχοῦνται. εἰσὶ δὲ οἵδε· προσοδιακοί, ἀποστολικοὶ (οὗτοι δὲ καὶ παρθένιοι καλοῦνται) καὶ οἱ τούτοις ὅμοιοι. τῶν γὰρ ὕμνων οἳ μὲν ὠρχοῦντο, οἳ δὲ οὐκ ὠρχοῦντο .... ἢ τοὺς εἰς Ἀφροδίτην καὶ Διόνυσον, καὶ τὸν παιᾶνα δὲ ὁτὲ μὲν ὁτὲ δὲ οὔ. εἰσὶ δὲ καὶ παρὰ τοῖς βαρβάροις ὥσπερ καὶ παρὰ τοῖς Ἕλλησι σπουδαῖαι καὶ φαῦλαι ὀρχήσεις. ὁ μὲν κόρδαξ παρ’ Ἕλλησι φορτικός, ἡ δὲ ἐμμέλεια σπουδαία, καθάπερ καὶ ἡ παρὰ Ἀρκάσι κίδαρις, παρὰ Σικυωνίοις τε ὁ ἀλητήρ. οὕτως δὲ καὶ ἐν Ἰθάκῃ καλεῖται ἀλητήρ, ὡς ἱστορεῖ Ἀριστόξενος ἐν πρώτῳ Συγκρίσεων (FHG II 284). καὶ περὶ μὲν ὀρχήσεως τοσαῦτά μοι ἐπὶ τοῦ παρόντος λέλεκται.
- Λάκαινα μὲν παρθένων ἀγέλα.
καλὸν καὶ πάντ’ εἶχε κατὰ τὴν τέχνην τὸν οἰκεῖον αὑτοῖς κόσμον. διόπερ ἦσαν ἴδιοι καθ’ ἑκάστην ἁρμονίαν αὐλοὶ καὶ ἑκάστοις αὐλητῶν ὑπῆρχον αὐλοὶ ἑκάστῃ ἁρμονίᾳ πρόσφοροι ἐν τοῖς ἀγῶσι. Πρόνομος δ’ ὁ Θηβαῖος πρῶτος ηὔλησεν ἀπὸ τῶν αὐτῶν πάσασ τὰς ἁρμονίας· νῦν δὲ εἰκῇ καὶ ἀλόγως ἅπτονται τῆς μουσικῆς. καὶ πάλαι μὲν τὸ παρὰ τοῖς ὄχλοις εὐδοκιμεῖν σημεῖον ἦν κακοτεχνίας· ὅθεν καὶ Ἀσωπόδωρος ὁ Φλιάσιος κροταλιζομένου ποτέ τινος τῶν αὐλητῶν διατρίβων αὐτὸς ἔτι ἐν τῷ ὑποσκηνίῳ ‘τί τοῦτ᾽; εἶπεν, δῆλον ὅτι μέγα κακὸν γέγονεν,’ ὡς οὐκ ἂν ἄλλως ἐν τοῖς πολλοῖς εὐδοκιμήσαντος. οἶδα δέ τινας τοῦθ᾽ ἱστορήσαντας ὡς Ἀντιγενείδου εἰπόντος. καίτοι οἱ καθ’ ἡμᾶς γε τέλος ποιοῦνται τῆς τέχνης τὴν παρὰ τοῖς θεάτροις εὐημερίαν. διόπερ Ἀριστόξενος ἐν τοῖς Συμμίκτοις Συμποτικοῖς (FHG II 291) ‘ὅμοιον, φησί, ποιοῦμεν Ποσειδωνιάταις τοῖς ἐν τῷ Τυρσηνικῷ κόλπῳ κατοικοῦσιν. οἷς συνέβη τὰ μὲν ἐξ ἀρχῆς Ἕλλησιν οὖσιν ἐκβεβαρβαρῶσθαι Τυρρηνοῖς ἢ Ῥωμαίοις γεγονόσι, καὶ τήν τε φωνὴν μεταβεβληκέναι τά τε λοιπὰ τῶν ἐπιτηδευμάτων, ἄγειν δὲ μίαν τινὰ αὐτοὺς τῶν ἑορτῶν τῶν Ἑλληνικῶν ἔτι καὶ νῦν, ἐν ᾗ συνιόντες ἀναμιμνήσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων τε καὶ νομίμων καὶ ἀπολοφυράμενοι πρὸς ἀλλήλους καὶ ἀποδακρύσαντες ἀπέρχονται. οὕτω
- τὸ δὲ παλαιὸν ἐτηρεῖτο περὶ τὴν μουσικὴν τὸ
κἀμοὶ δὲ διὰ τοῦτο φαίνεται φιλοσοφητέον εἶναι περὶ μουσικῆς. καὶ γὰρ Πυθαγόρας ὁ Σάμιος τηλικαύτην δόξαν ἔχων ἐπὶ φιλοσοφίᾳ καταφανής ἐστιν ἐκ πολλῶν οὐ παρέργως ἁψάμενος μουσικῆς· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δ’ ὅλον ἔοικεν ἡ παλαιὰ τῶν Ἑλλήνων σοφία τῇ μουσικῇ μάλιστ’ εἶναι δεδομένη. καὶ διὰ τοῦτο τῶν μὲν θεῶν Ἀπόλλωνα, τῶν δὲ ἡμιθέων Ὀρφέα μουσικώτατον καὶ σοφώτατον ἔκρινον· καὶ πάντας τοὺς χρωμένους τῇ τέχνῃ ταύτῃ σοφιστὰς ἀπεκάλουν, ὥσπερ καὶ Αἰσχύλος ἐποίησεν (fr. 314 N)·
ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι δῆλον καὶ ἐξ Ὁμήρου· ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ τοὺς πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος ὁ Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῇ τάξει τῶν μέτρων ... καὶ σκοποῦσιν ὅπως
- εἴτ’ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν.
λαγαροὶ δὲ οἱ ἐν μέσῳ, οἷον·
- ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Il. 21.2).
- ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο (Od. 12.423. Il. 3.375).
μείουροι δ’ εἰσὶν οἱ ἐπὶ τῆς ἐκβολῆς, οἷον·
- αἶψα δ’ ἄρ’ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο.
- τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε (Il. 2.731).
- Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἴολον ὄφιν (Il. 12.208).
- καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα (Il. 8.305?).
- τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια (Od. 9.212).
διετήρησαν δὲ μάλιστα τῶν Ἑλλήνων Λακεδαιμόνιοι τὴν μουσικήν, πλείστῃ αὐτῇ χρώμενοι, καὶ συχνοὶ παρ’ αὐτοῖς ἐγένοντο μελῶν ποιηταί. τηροῦσιν δὲ καὶ νῦν τὰς ἀρχαίας ᾠδὰς ἐπιμελῶς πολυμαθεῖς τε εἰς ταύτας εἰσὶ καὶ ἀκριβεῖς. ὅθεν καὶ Πρατίνας φησί (fr. 2 B4)·
[διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς (fr. ad. 80 B) ‘γλυκυτάτων πρύτανιν ὕμνων’ καὶ (fr. ad. 81) ‘μέλεα μελιπτέρωτα Μουσᾶν.’] ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους.
- Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν.
Δημήτριος ἐν τετάρτῳ περὶ Ποιημάτων, οὐχ ὥσπερ νῦν τοὺς μισθουμένους τοὺς χορούς, ἀλλὰ τοὺς καθηγουμένους τοῦ χοροῦ, καθάπερ αὐτὸ τοὔνομα σημαίνει.
- ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν ὁ Βυζάντιος
καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους.
συνέβαινε δὲ τὸ μὲν παλαιὸν φιλομουσεῖν τοὺς Ἕλληνας· μετὰ δὲ ταῦτα γενομένης ἀταξίας καταγηρασάντων σχεδὸν ἁπάντων τῶν ἀρχαίων νομίμων ἥ τε προαίρεσις αὕτη κατελύθη καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, οἷς ἕκαστος τῶν χρωμένων ἀντὶ μὲν πρᾳότητος περιεποιεῖτο μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔσται δ’ ἴσως τοῦτο ἔτι μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται, ἐὰν μή τις ἀγάγῃ πάλιν εἰς τοὐμφανὲς τὴν πάτριον μουσικήν. τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις καὶ τῶν θεῶν τοὺς ὕμνους δι’ ᾠδῆς ἐποιοῦντο. Ὅμηρος γοῦν φησιν ἐπ’ Ἀχιλλέως (Il. 9.189)· ‘ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν’ ἡρώων. καὶ τὸν Φήμιον δέ φησιν ὅτι Od. 1.337
τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς (FHG II 90). τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί.
- πολλὰ βροτῶν θελκτήρια οἶδεν,
- ἔργ’ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί.
ἐγὼ δὲ ἔχων ἔτι πολλὰ λέγειν περὶ μουσικῆς αὐλῶν ἀκούων βόμβου καταπαύσω τὸ πολυλογεῖν, τὰ ἐκ Φιλαύλου Φιλεταίρου ἐπειπών (II 235 K)·
ἔφη ὁ Μασσούριος ὀξύφθογγον εἶναι μουσικὸν ὄργανον τὴν σαμβύκην διειλέχθαι τε περὶ αὐτοῦ Εὐφορίωνα τὸν ἐποποιὸν ἐν τῷ περὶ Ἰσθμίων (fr. 33 M), χρῆσθαι φήσας αὐτῷ Πάρθους καὶ Τρωγλοδύτας
- ὦ Ζεῦ, καλόν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον.
- τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία
- ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους
- ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ
- εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.’
- μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης
εἰπόντος δὲ ἐπὶ τούτοις Αἰμιλιανοῦ· ‘ἀλλὰ μήν, ὦ ἑταῖρε Μασούριε, πολλάκις καὶ αὐτὸς ἐν ἐννοίᾳ γίνομαι, μουσικῆς ὢν ἐραστής, περὶ τῆς μαγάδιδος καλουμένης, πότερον αὐλῶν εἶδος ἢ κιθάρας ἐστίν. ὁ μὲν γὰρ ἥδιστος Ἀνακρέων λέγει που (fr. 18 B4)·
Ἴων δ’ ὁ Χῖος ἐν Ὀμφάλῃ ὡς περὶ αὐλῶν λέγει διὰ τούτων (fr. 23 N)·
- ψάλλω δ’ εἴκοσι ...
- χορδαῖσι μάγαδιν ἔχων· ὦ Λεύκασπι, σὺ δ’ ἡβᾷς.
v.3.p.400
ὅπερ ἐξηγούμενος ἰαμβεῖον Ἀρίσταρχος ὁ γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ὁ Ῥόδιος φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησιν εἶναι τὸν μάγαδιν, οὔτ’ Ἀριστοξένου τοῦτ᾽ εἰπόντος ἐν τοῖς περὶ Αὐλητῶν ἢ ἐν τοῖς περὶ Αὐλῶν καὶ Ὀργάνων, ἀλλὰ μὴν οὐδὲ Ἀρχεστράτου· πεποίηται γὰρ καὶ τούτῳ δύο βυβλία περὶ Αὐλητῶν. οὐκ εἶπεν δὲ τοῦτο οὐδὲ Πύρρανδρος ἐν τῷ περὶ Αὐλητῶν, οὐδὲ Φίλλις ὁ Δήλιος· ξυνέγραψε γὰρ καὶ οὗτος περὶ Αὐλητῶν καὶ Εὐφράνωρ. Τρύφων δ’ ἐν δευτέρῳ περὶ Ὀνομασιῶν λέγει οὕτως (fr. 110 V). ‘ὁ δὲ μάγαδις καλούμενος αὐλός.’ καὶ πάλιν· ‘ὁ μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται, ὡς Ἀναξανδρίδης ἐν Ὁπλομάχῳ φησίν (II 149 K)·
- Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς.
τὴν ἀπορίαν οὖν μοι ταύτην οὐδεὶς ἄλλος δυνήσεται ἀπολύσασθαι, καλὲ Μασούριε, ἢ σύ.’
- μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.’
καὶ ὃς ἔφη· ‘Δίδυμος ὁ γραμματικὸς ἐν ταῖς εἰς Ἴωνα Ἀντεξηγήσεσιν (p. 302 Schm), ἑταῖρε Αἰμιλιανέ, μάγαδιν αὐλὸν ἀκούει τὸν κιθαριστήριον· οὗ μνημονεύειν Ἀριστόξενον ἐν πρώτῳ περὶ Αὐλῶν Τρήσεως (FHG II 286) λέγοντα πέντε γένη εἶναι αὐλῶν,
Θεόφιλος δ’ ὁ κωμικὸς ἐν Νεοπτολέμῳ καὶ τὸ τῇ μαγάδιδι ψάλλειν μαγαδίζειν λέγει ἐν τούτοις (II 475 K)·
- ἀλλ’ εἶα, Λυδαὶ ψάλτριαι παλαιθέτων
- ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε.
Εὐφορίων δὲ ἐν τῷ περὶ Ἰσθμίων (fr. 32 M) παλαιὸν μέν φησι τὸ ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ’ ὀψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ’ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Λεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Μέναιχμος δ’ ἐν τοῖς περὶ Τεχνιτῶν (fr. 5 M) τὴν πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδιδι, Σαπφώ φησιν εὑρεῖν. Ἀριστόξενος δὲ (FHG II 286) τὴν μάγαδιν καὶ τὴν πηκτίδα χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. διόπερ καὶ Πίνδαρον εἰρηκέναι ἐν τῷ πρὸς Ἱέρωνα σκολίῳ (fr. 125 B4), τὴν μάγαδιν ὀνομάσαντα ψαλμὸν
- πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
- ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
- οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
καὶ Σοφοκλῆς ἐν Μυσοῖς (fr. 378 N)·
- ψαλμοῖσιν ἀντίσπαστ’ ἀείδοντες μέλη.
- πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε
- Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.
διαποροῦσι δ’ ἔνιοι ὅπως τῆς μαγάδιδος οὔσης κατὰ Ἀνακρέοντα (ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναι) μνημονεύων αὐτῆς ὁ Ἀνακρέων λέγει (fr. 18)·
καὶ ὁ μὲν Ποσειδώνιός φησιν (FHG III 277) τριῶν μελῳδιῶν αὐτὸν μνημονεύειν, Φρυγίου τε καὶ Δωρίου καὶ Λυδίου· ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι· ὧν ζʹ χορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κʹ χορδαῖς, τῷ ἀρτίῳ χρησάμενον ἀριθμῷ τὴν μίαν ἀφελόντα. ἀγνοεῖ δ’ ὁ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον ἡ μάγαδις, σαφῶς Πινδάρου λέγοντος τὸν Τέρπανδρον ἀντίφθογγον εὑρεῖν τῇ παρὰ Λυδοῖς πηκτίδι τὸν βάρβιτον (fr. 125 B4)·
- ψάλλω δ’ εἴκοσι ....
- χορδαῖσι μάγαδιν ἔχων, ὦ Λεύκασπι.
πηκτὶς δὲ καὶ μάγαδις ταὐτόν, καθά φησιν ὁ Ἀριστόξενος καὶ Μέναιχμος ὁ Σικυώνιος ἐν τοῖς περὶ Τεχνιτῶν (cf. Litt. b). καὶ τὴν Σαπφὼ δέ φησιν οὗτος, ἥτις ἐστὶν Ἀνακρέοντος πρεσβυτέρα, πρώτην χρήσασθαι τῇ πηκτίδι. ὅτι δὲ καὶ Τέρπανδρος ἀρχαιότερος Ἀνακρέοντος δῆλον ἐκ τούτων· τὰ Κάρνεια πρῶτος πάντων Τέρπανδρος νικᾷ, ὡς Ἑλλάνικος ἱστορεῖ ἔν τε τοῖς ἐμμέτροις Καρνεονίκαις κἀν τοῖς καταλογάδην (FHG I 61). ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς Σωσίβιός φησιν ἐν τῷ περὶ Χρόνων (ib. II 625). Ἱερώνυμος δ’ ἐν τῷ περὶ Κιθαρῳδῶν, ὅπερ ἐστὶ πέμπτον περὶ Ποιητῶν (fr. 5 Hi), κατὰ Λυκοῦργον τὸν νομοθέτην τὸν Τέρπανδρόν φησι γενέσθαι, ὃς ὑπὸ πάντων συμφώνως ἱστορεῖται μετὰ Ἰφίτου τοῦ Ἠλείου τὴν πρώτην ἀριθμηθεῖσαν τῶν Ὀλυμπίων θέσιν διαθεῖναι. Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων (fr. 32 M) τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ᾽ αὐτῶν εἶναι τὴν χρῆσιν.
- τόν ῥα Τέρπανδρός ποθ’ ὁ Λέσβιος εὗρε
- πρῶτος ἐν δείπνοισι Λυδῶν
- ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πηκτίδος.
v.3.p.403
Διογένης δ’ ὁ τραγικὸς διαφέρειν πηκτίδα μαγάδιδος, λέγων οὕτως ἐν τῇ Σεμέλῃ (p. 776 N)·
καὶ Φίλλις δ’ ὁ Δήλιος ἐν δευτέρῳ περὶ Μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· ‘φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἰαμβῦκαι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα. ἐν οἷς γάρ, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις κλεψιάμβους. μαγάδιδας δὲ ἐν οἷσ τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. καὶ ἄλλα δ’ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος ἢ βάρμος καὶ ἄλλα πλείονα τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα κατεσκεύαζον.’
- καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους
- Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν,
- τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων
- βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων ...
- σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ’ ἅμα.
- κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους
v.3.p.404- ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν
- δαφνόσκιον κατ’ ἄλσος Ἄρτεμιν σέβειν
- ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις
- ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ
- νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς.
ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ἕτερα ψόφου μόνον παρασκευαστικά, καθάπερ τὰ κρέμβαλα. περὶ ὧν φησι Δικαίαρχος ἐν τοῖς περὶ τοῦ τῆς Ἑλλάδος Βίου (FHG II 239), ἐπιχωριάσαι φάσκων ποτὲ καθ’ ὑπερβολὴν εἰς τὸ προσορχεῖσθαί τε καὶ προσᾴδειν ταῖς γυναιξὶν ὄργανά τινα ποιά, ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον· δηλοῦσθαι δὲ ἐν τῷ τῆς Ἀρτέμιδος ᾄσματι (c. pop. 3 B4), οὗ ἐστιν ἀρχή· ‘Ἄρτεμι, σοί
Δίδυμος δέ φησιν (p. 250 Schm) εἰωθέναι τινὰς ἀντὶ τῆς λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας ἔρρυθμον ἦχόν τινα ἀποτελεῖν τοῖς ὀρχουμένοις, καθάπερ καὶ Ἀριστοφάνην ἐν Βατράχοις φάναι (1305).
- λεπάδας δὲ πετρῶν ἀποκόπτοντες
- κρεμβαλίζουσι.
Ἀρτέμων δ’ ἐν τῷ πρώτῳ περὶ Διονυσιακοῦ Συστήματος (FHG IV 342) Τιμόθεόν φησι τὸν Μιλήσιον παρὰ τοῖς πολλοῖς δόξαι πολυχορδοτέρῳ συστήματι χρήσασθαι τῇ μαγάδι· διὸ καὶ παρὰ τοῖς Λάκωσιν εὐθυνόμενον ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, δεῖξαι παρ’ αὐτοῖς ὑπάρχοντα Ἀπολλωνίσκον πρὸς τὴν αὑτοῦ σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφεθῆναι. Δοῦρις δ’ ἐν τῷ περὶ Τραγῳδίας (FHG II 486) ὠνομάσθαι φησὶ τὴν μάγαδιν ἀπὸ Μάγδιος Θρᾳκὸς γένος. Ἀπολλόδωρος δ’ ἐν τῇ πρὸς τὴν Ἀριστοκλέους Ἐπιστολὴν Ἀντιγραφῇ ‘ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτ’ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος κληθείς, ἔτι δ’ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ καθέστηκεν. καὶ Ἀλκμὰν δέ (fr. 91 B4)
Τελέστης δ’ ἐν Ὑμεναίῳ διθυράμβῳ πεντάχορδόν φησιν αὐτὴν εἶναι διὰ τούτων (fr. 4 B)·
- πηκταὶ δὲ λύραι καὶ μαγάδιδες
- τά τ’ ἐν Ἕλλησι ξόαν’ ἡδυμελῆ.
οἶδα δὲ καὶ ἄλλο ὄργανον ᾧ τῶν Θρᾳκῶν οἱ βασιλεῖς ἐν τοῖς δείπνοις χρῶνται, ὥς φησιν Νικομήδης ἐν τῷ περὶ Ὀρφέως (FHG IV 465). φοίνικα δὲ τὸ ὄργανον Ἔφορος (ibid. I 276) καὶ Σκάμων (ibid. IV 490) ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης τυχεῖν τῆς προσηγορίας· Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος (ibid. 492) διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς Σκάμων ὁ προειρημένος (l. s)· ὀνομασθῆναι δ’ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.
- ἄλλος δ’ ἄλλαν κλαγγὰν ἱεὶς
- κερατόφωνον ἐρέθιζε μάγαδιν,
- ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ
- χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος ...