Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
διαβόητος δ’ ἑταίρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών· ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις
ὅτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν· ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος (II 534 K), ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς (fr. 945).
- συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
- εὐήθης ξείνων δέκτρια Πασιφίλη.
Ἅρπαλος δ’ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν· καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν· ‘ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς ταφάς, ὥς
μνημονεύει δ’ αὐτῆς καὶ Ἄλεξις ἐν Λυκίσκῳ (ib. 347).
- βασίλισσ’ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
- τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
μετὰ δὲ τὴν Πυθιονίκης τελευτὴν ὁ Ἅρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν Ἅρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην. ‘ἔστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν Ῥωσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ
Παλλίδην δ’ ἐνταῦθα ἐκάλεσε τὸν Ἅρπαλον. ἐν δὲ τοῖς ἑξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν·
- ἔστιν δ’ ὅπου μὲν ὁ κάλαμος πέφυχ’ ὅδε
- φέτωμ’ ἄορνον. οὑξ ἀριστερᾶς δ’ ὅδε
- πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
- τεύξας κατέγνω διὰ τὸ πρᾶγμ’ αὑτοῦ φυγήν.
- ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
- ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
- ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
- τὴν Πυθιονίκης.
- ἐκμαθεῖν δέ σου ποθῶ
- μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
- τίνες τύχαι καλοῦσιν ἢ πράττουσι τί.
- Α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
v.3.p.314- ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον
- καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ’ οὐ μάλα.
- Β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
- αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
- σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
- Α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
- αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
ἐνδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε, ἣν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ’ ἐμπορίαν εἰς τὴν Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει (fr. 138 B4) ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δ’ αὐτὴν Ῥοδῶπιν καλεῖ (II 135), ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων (I 110 K)... εἰς δὲ τὴν Δωρίχαν τόδ᾽ ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, καίτοι καὶ ἐν τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ἐστὶ δὲ τόδε·
καὶ Ἀρχεδίκη δ’ ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ Ἡρόδοτός φησιν (l. s), ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.
- Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ’ ἑσμὸς
- χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
- ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
- σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
- Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
- ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες.
v.3.p.315- οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει,
- ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἐφ’ ἁλὸς πελάγη.
καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑταίρας .... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας (FHG III 16). Νικαρέτη δὲ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων ... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ’ ἡ Ἀργεία ἑταίρα καὶ αὐτὴ ἔνδοξος, τὸ γένος ἀπὸ τῶν Ἀτρειδῶν σῴζουσα, ὡς οἱ τὰ Ἀργολικὰ γράψαντες ἱστοροῦσιν. ἔνδοξος δ’ ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, Ἁρμοδίου ἐρωμένη τοῦ τυραννοκτονήσαντος· ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ’ ὁ ῥήτωρ ἐρωμένην εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα ... διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, ὥς φησι Γοργίας ἐν τῷ περὶ Ἑταιρῶν.’
ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν ‘ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν
οὐ μὴν οὐδ’ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν
- οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
- Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην
- Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
- ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον
- ψυχὰς οἰχομένων, λίμνης δ’ ἐπὶ μακρὸν ἀυτεῖ
- ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων.
- πόλλ’ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
- Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς·
- Κωκυτόν τ’ ἀθέμιστον ἐπ’ ὀφρύσι μηνίσαντα
- ἠδὲ καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός,
- ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ’ ὄμμα,
- σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς.
- ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
- Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
v.3.p.317
ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν
- Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην·
Ρ̓άριον ὀργειῶνι νόμῳ διαποιπνύουσα
- εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον
- Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδῃ.
Ἀσκραίων ἐσικέσθαι ἐρῶνθ’ Ἑλικωνίδα κώμην·
- Ἡσίοδον πάσης ἤρανον ἱστορίης
πόλλ’ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους,
- ἔνθεν ὅ γ’ Ἠοίην μνώμενος Ἀσκραικὴν
αὐτὸς δ’ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει
- ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
λεπτὴν δ᾽ ᾗσ’ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος
- ἥδιστον πάντων δαίμονα μουσοπόλον,
ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,
- ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης·
ἔκλεε δ’ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου
- πολλὸν ἀπ’ εὐρείης λειπόμενος πατρίδος·
Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
- καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
καίετο μὲν Ναννοῦς· πολιῷ δ’ ἐπὶ πολλάκι λωτῷ
- ἦχον καὶ μαλακοῦ πνεῦμ’ ἀπὸ πενταμέτρου.
v.3.p.318
ἣ δ’ ἠχθεεδ’ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν
- κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.
Λυδῆς δ’ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος
- ἐχθρὸν μισήσας οἷ’ ἀνέπεμψεν ἔπη.
δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν
- πληγεὶς Πακτωλοῦ ῥεῦμ’ ἐπέβη ποταμοῦ·
ἄκρην ἐς Κολοφῶνα· γόων δ’ ἐνεπλήσατο βίβλους
- κλαίων, αἰάζων δ’ ἦλθεν ἀποπρολιπὼν
Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους,
- ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
γινώσκεις. ὁ δ’ ἀοιδὸς ἀηδόνος ἠράσαθ’ ὕμνων
- Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων
- Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
φοίτα δ’ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ’ αὐτὴν
- στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι·
Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λέκτον
- οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
Ἀτθὶς δ’ οἷα μέλισσα πολυπρήωνα Κολώνην
- πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
v.3.p.319
Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...
- λείπουσ’ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα
πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα
- καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας
- τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας·
εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετ’ ὄλεθρον,
- Αἰγείων, μέθεπεν δ’ Ἀρχέλεω ταμίην·
ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
- Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς
- Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης
- ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως,
οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται
- αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις.
Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν
- Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ
v.3.p.320
οὐδὲ μὲν οὐδ’ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο
- ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις
- ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην,
οὐδ’ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν
- καὶ δεινὴ μύθων κῆδος ἔχουσ’ ἀρετή,
οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς
- φαινόμενον, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον.
εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ
- Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
οἵῳ δ’ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων
- βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀπομασσόμενον.
Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης
- ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
οἰκί’ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ
- ψυχῆς κουφοτέρας ἐξεπόνησ’ ἀνίας,
ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ,
- εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους.
ὀξὺς Ἀρίστιππος, πάσας δ’ ἠνήνατο λέσχας
- δεινὸν ὅτ’ Ἀπιδανῆς Λαίδος ἠράσατο
- φεύγων ουδαμενον ἐξεφόρησε βίωι.
ἐν τούτοις ὁ Ἑρμησιάναξ σφάλλεται συγχρονεῖν
καὶ τὴν Σαπφὼ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν (fr. 26 B4)·
- σφαίρῃ δεῦτέ με πορφυρέῃ
- βάλλων χρυσοκόμης Ἔρως
- νήνι ποικιλοσαμβάλῳ
- συμπαίζειν προκαλεῖται.
- ἣ δ’ (ἐστὶν γὰρ ἀπ’ εὐκτίτου
- Λέσβου) τὴν μὲν ἐμὴν κόμην
- (λευκὴ γάρ) καταμέμφεται,
- πρὸς δ’ ἄλλην τινὰ χάσκει.
ὅτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ ᾆσμα παντί που δῆλον. ἐγὼ δὲ ἡγοῦμαι παίζειν τὸν Ἑρμησιάνακτα περὶ τούτου τοῦ ἔρωτος. καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι (II 564 K) Σαπφοῦς ἐραστὰς Ἀρχίλοχον καὶ Ἱππώνακτα.
- κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες
- ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
- Τήιος χώρας ὃν ἄειδε τερπνῶς
- πρέσβυς ἀγαυός.
ταῦθ’ ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως
Αἰσχύλος ἔφη ὁ Ἀλεξανδρεὺς ἐν Ἀμφιτρύωνι (p. 824 N). οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνὴρ εὐπαίδευτος.
- τίς δ’ ἔστ’ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
- ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε;
ὑπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν Ἔρωτα, προσέτι τε καὶ τὴν Ἀφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω (fr. 898 N)·
καὶ ὁ σεμνότατος δ’ Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν Ἀφροδίτην λέγουσαν (fr. 44 N)·
- τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
- ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
- ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
- αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
- τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς·
- ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ
- ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅτε ξηρὸν πέδον
- ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
- ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
- ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
- ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
- φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
- δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
- ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
- ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν·
v.3.p.323- ὄμβρος δ’ ἀπ’ εὐνάεντος οὐρανοῦ πεσὼν
- ἔκυσε γαῖαν· ἣ δὲ τίκτεται βροτοῖς
- μήλων τε βοσκὰς καὶ βίον Δημήτριον·
- δένδρων τις ὥρα δ’ ἐκ νοτίζοντος γάμου
- τέλειος ἐστί. τῶν δ’ ἐγὼ παραίτιος.
ἐν Ἱππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ Ἀφροδίτη φησίν (3)·
νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν Ἀφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου· καὶ οὔτε ἡ Ἄρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ. κατὰ τὸν αὐτὸν οὖν ποιητήν (Augae fr. 269 N)·
- ὅσοι τε πόντον τερμόνων τ’ Ἀτλαντικῶν
- ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
- τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
- σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
ὃν ὁ σοφὸς ὑμνῶν αἰεί ποτε Ἀνακρέων πᾶσίν ἐστιν διὰ στόματος. λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε (fr. 7 B4)·
- ὅστις δ᾽ Ἔρωτα μὴ μόνον κρίνει θεόν,
- ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
- οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
- τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ’ ᾠδὰς
- ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
- συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
v.3.p.324- αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
- οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
- ἔς τ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
- παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
- παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
- πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζῃ
- κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.
Ἀρχύτας δ’ ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων (fr. 27 Koepke), Ἀλκμᾶνα γεγονέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατριβάς. διὸ καὶ λέγειν ἔν τινι τῶν μελῶν (fr. 36 B4)·
λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκύσασθαι. λέγει δ’ οὕτως περὶ αὐτῆς (fr. 37)·
- Ἔρως με δαὖτε Κύπριδος ἕκατι
- γλυκὺς κατείβων καρδίαν ἰαίνει.
καὶ Στησίχορος δ’ οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρόπον τῶν ᾀσμάτων· ἃ δὴ
- τοῦθ’ ἁδειᾶν Μουσᾶν ἔδειξε
- δῶρον μάκαιρα παρθένων
- ἁ ξανθὰ Μεγαλοστράτα.
καὶ ὁ Ῥηγῖνος δὲ Ἴβυκος βοᾷ καὶ κέκραγεν (fr. 1 B4)·
καὶ Πίνδαρος δ’ οὐ μετρίως ὢν ἐρωτικός φησιν (fr. 127 B)·
- ἦρι μὲν αἵ τε Κυδώνιαι
- μηλίδες ἀρδόμεναι ῥοὰν
- ἐκ ποταμῶν, ἵνα παρθένων
- κῆπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες
- αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν
- οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ’ ἔρος
- οὐδεμίαν κατακητος ὥραν, ἅθ’ ὑπὸ στεροπᾶς φλέγων
- Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
- μανίαισιν ἐρεμνὸς
- ἀθαμβὴς ἐγκρατέως
- παιδόθεν φυλάσσει
- ἡμετέρας φρένας.
διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη (fr. 59 W)·
- εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν·
- μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
καὶ μὴ ἀναμένειν ἔστ’ ἂν ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον (ibid)
- ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν (fr. 123 B) ;ʼ
- ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
- χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
- σὺν ἡλικίᾳ·
- τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας
- δρακεὶς
- ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
- ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν —
- ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου
- ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει
- ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.
- ἀλλ’ ἐγὼ τᾶσδ’ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ —
- ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ’ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
- ἐν δ’ ἄρα καὶ Τενέδῳ Πειθώ τ’ ἔναιεν
- καὶ Χάρις υἱὸν Ἀγησιλάου.
v.3.p.327
ὅλως δὲ τοὺς παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί. παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς Ἑλλάδος σπουδασθῆναι τόδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην (p. 561 f?), καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. Ἐχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς (FHG IV 403) οὐ τὸν Δία φησὶν ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα. οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ’ αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ καὶ μυρρίναι διάφοροι πεφύκασιν. καὶ τὴν πρὸς Ἀθηναίους δ᾽ ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῷ περὶ τῆς πατρίδος συγγράμματι (FHG IV 530).
Ἱερώνυμος δ’ ὁ περιπατητικὸς περισπουδάστους φησὶν (fr. 17 Hi) γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρικὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ’ ἂν παθεῖν ἢ δειλοῦ δόξαν ἀπενέγκασθαι παρὰ τοῖς παιδικοῖς. ἔργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ Ἐπαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος γενόμενος, περὶ Σικελίαν δ’ ἐν Ἀκράγαντι ὁ Χαρίτωνος
διαβόητα δ’ ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ Ἀθηναίῳ γενόμενα· ὃς μειράκιον ὢν εὔμορφον, Ἐπιμενίδου καθαίροντος τὴν Ἀττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν βʹ περὶ Τελετῶν (FHG III 8), ἑκὼν αὑτὸν ἐπέδωκεν ὁ Κρατῖνος ὑπὲρ τῆς θρεψαμένης· ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς Ἀριστόδημος, λύσιν τ’ ἔλαβε τὸ δεινόν. διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. εἰσὶ δὲ οἳ καὶ τὰς παλαίστρας ὥσπερ ἀντιτειχίσματα ταῖς ἰδίαις
- εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
- θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
παρὰ δὲ Σπαρτιάταις, ὡς Ἅγνων φησὶν ὁ Ἀκαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη (fr. 25)·
Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μὲν Μυρμιδόσιν (fr. 135 N)·
- μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
ὃ δ’ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος (fr. 320)·
- σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
- ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς (fr. 53 Pr). ὑμεῖς δέ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε .... τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος (FHG I 201). ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ’ ἡ Σικυωνία ὑπὸ Διός φησιν (fr. 6 B4) ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες
- μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
φιλόπαις δ’ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας (FHG II 241) Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δ’ ἐν Ἱστορικοῖς Ὑπομνήμασι (FHG IV 357) ‘Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν. ὡς δ’ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς ‘μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει.’ ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ᾽ οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ’ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.’ Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι (fr. 32 B) γενέσθαι Τάλων. Διότιμος δ’ ἐν τῇ Ἡρακλείᾳ (p. 213 Ki)