Deipnosophistae
Athenaeus of Naucratis
Athenaeus. Athenaei Naucratitae Dipnosophistarum Libri XV (3 volumes). Kaibel, Georg, editor. Leipzig: Teubner, 1887-1892.
δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ Πλατωνικῷ (cf. Plat. Phaed. init.)· οὕτως γοῦν ἄρχεται·
συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις’; ‘αὐτός, ὦ Τιμόκρατες,
- ‘αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης
ὥς πού φησιν ὁ Κυρηναῖος ποιητής (Eratosth. fr. 37 Hill) — ἢ παρ’ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;’
- τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,
εἶτα εἰσβάλλει μετ’ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει· ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ’ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν. λέγει δ’ αὐτὸν καὶ καθεσταμένον ἐπὶ τῶν ἱερῶν εἶναι καὶ θυσιῶν ὑπὸ τοῦ πάντα ἀρίστου βασιλέως Μάρκου καὶ μὴ ἔλαττον τῶν πατρίων τὰ τῶν Ἑλλήνων μεταχειρίζεσθαι. καλεῖ δὲ αὐτὸν καὶ Ἀστεροπαῖόν τινα, ἐπ’ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον. λέγει δ’ αὐτὸν καὶ ἔμπειρον εἶναι ἱερουργιῶν τῶν νομισθεισῶν ὑπό τε τοῦ τῆς πόλεως ἐπωνύμου Ῥωμύλου καὶ Πομπιλίου Νουμᾶ καὶ ἐπιστήμονα νόμων πολιτικῶν. πάντα δὲ ταῦτα μόνον ἐξευρεῖν ἐκ παλαιῶν ψηφισμάτων καὶ δογμάτων τηρήσεως, ἔτι δὲ νόμων συναγωγῆς οὓς ἔτι διδάσκουσιν, ὡς τὰ Πινδάρου ὁ κωμῳδιοποιὸς Εὔπολίς φησιν ἤδη κατασεσιγασμένα ὑπὸ τῆς τῶν πολλῶν ἀφιλοκαλίας (fr. 366 K). ἦν δέ, φησί, καὶ βιβλίων κτῆσις αὐτῷ ἀρχαίων
κατὰ τὸν Θηβαῖον μελοποιόν (Pind. O I 14). καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν; κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον (IV 455 M)·
- ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει,
- ὅπου τι σοφίας ἔργον ἐξετάζεται. —
- ἀγλαίζεται δὲ καὶ
- μουσικᾶς ἐν ἀώτῳ·
- οἷα παίζομεν φίλαν
- ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
- εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,
- ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου
- εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.
- ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
v.1.p.6- ἔσηνε καὶ προσῆλθ᾽, ὑπαντήσας δέ τις
- δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
- μηδέν.
τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλείους ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τις ‘τί μικρολόγος εἶ;’ — ‘πλεῖαί τοι οἴνου κλισίαι· δαίνυ δαῖτα γέρουσι θάλειαν· ἔοικέ τοι (I 70. 71. H 475).’ τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ ὁ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ οὐ ψευδωνύμως πάντας Ἀθηναίους εἱστίασεν. Ἀλκιβιάδης δὲ Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον (II 266 B4), θύσας Ὀλυμπίῳ Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε καὶ Λεώφρων Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου Σιμωνίδου (cf. Bgk ad fr. 7). Ἐμπεδοκλῆς δ’ ὁ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασιν. ὁ δὲ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.
τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς
- τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
- εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων
7- ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις
- σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν;
Ἀντιφάνης φησίν (II 111 K).
- ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι γὰρ
- δείπνοις τὸ πεινῆν παύεται,
ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.
ἀλλὰ μὴν καὶ ὁ Ἀκραγαντῖνος Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.
Κλέαρχός φησι (FHG II 308) Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων· εἰς μὲν τὸν ἰχθύν·
- ὁ τρεχέδειπνος, φησί, σοφιστής.
εἰς δὲ τοὺς κήρυκας·
- ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eur. Tro. 1),
εἰς δὲ τὴν χορδήν·
- χαίρετε, κήρυκες, Διὸς ἄγγελοι (A 334),
εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα·
- ἑλικτὰ κοὐδὲν ὑγιές (Eur. Andr. 448),
εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον·
- σοφή, σοφὴ σύ (Eur. Andr. 245),
εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν·
- οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον,
τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα. φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται (Litt. a), ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι, ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος.
- οὐ προκαλυπτομένα βοστρυχώδεα (Eur. Phoen. 1485).
πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν Παχυνικῶν θύννων τὰς ἠτριαίας, τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας· καὶ τῶν ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας, τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ’ Ἀσκραίοις τεῦτλα.
Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος (FHG II 309), πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα· ‘ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.’ ‘ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.’
τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες.
- φησίν (fr. 217 K).
ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ, ὡς δ’ ἄλλοι Ὀψοποιίᾳ — ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἡ ἀρχή (fr. 1 Ribb.)·
φησί (fr. 61 R)·
- ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ —
ἀγνοεῖ δ’ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ καὶ εἴκοσι ἦσαν.
- πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
- ἔστωσαν δ’ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες
- ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη
- μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
Ἀντιφάνης φησί (II 112 K), καὶ ἐπάγει·
- οὗτοι δὲ πρὸσ τὰ δεῖπνα τῶν ἐν τῇ πόλει
- ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς
- ἐπὶ ταῦτ’ ἄκλητοι,
- οὓς ἔδει
- τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ
- Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
- βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. —
φησὶν ὁ Συρακούσιος ποιητής (Theocr. XI 58)· οὐχ ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον.
- τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι’ ἐπῶν ἐν ἕνδεκα βιβλίοις ἢ καὶ πλείοσι καὶ Νουμήνιος ὁ Ἡρακλεώτης, ὁ Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ Πιταναῖος ὁ παρῳδὸς καὶ Ἡγήμων ὁ Θάσιος ὁ ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν.
ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται (I 646 K)·
εἶτα μετὰ μικρόν·
- ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ
- τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον
- πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
- Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
- Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή.
- ‘ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.’
- Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ
- κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
- Α. ‘βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας
- ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
- καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν᾽ ἄνειμι.’
καὶ μετ’ ὀλίγα·
- οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον,
- οἶμαι.
- ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε
- μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,
- ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.
- πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν,
- ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων·
- ἢν ὀπταὶ δὲ δύ’ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.
- τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
- παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
- σκορπίος αὖ — Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.
ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππός φησιν· ‘ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.’ τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ Κυθηρίου Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ τῷ κωμικῷ φησιν (IV 568 M)·
Κλέαρχος δέ φησι (FHG II 309) Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων καὶ φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα· ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν ἐμβάλλοντα ὧν ἐστι χρεία, κἆθ᾽ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν· καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾄσας ὑμέναιον, οὗ ἡ ἀρχὴ ‘Γάμε θεῶν λαμπρότατε’ (III 614 B4), πάντας ἐψυχαγώγησεν· ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος ‘Φιλόξενε, εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις·’ καὶ ὁ Φιλόξενος ‘ἂν ὄψον, ἔφη, μὴ πωλῇ τις.’
- ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ
- τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
- καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
- Β. κάμινος, οὐκ ἄνθρωπος.
v.1.p.12
Θεόφιλος δέ φησιν (FHG IV 516)· ‘οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γάρ, ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν· ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.’ Κλέαρχος δὲ Μελάνθιόν φησι (FHG II 309) τοῦτ’ εὔξασθαι λέγων· ‘Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὃ
Φαινίας δέ φησιν (FHG II 297) ὅτι Φιλόξενος ὁ Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβὼν αὐτὴν εἰς τὰς χεῖρας πρὸς τὸ οὖς προσήνεγκε. πυθομένου δὲ τοῦ Διονυσίου τίνος ἕνεκεν τοῦτο ποιεῖ, εἶπεν ὁ Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτό τινα παρ’ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι· τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι νεωτέρα ἁλοίη· διὸ μὴ παρακολουθεῖν· τὴν δὲ τῷ Διονυσίῳ
ἐγένετο δὲ κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, πλουσιώτατος τρυφητής, ἀφ’ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται. οὗτος ἱκανὰς μυριάδας καταναλώσας εἰς τὴν γαστέρα ἐν Μιντούρναις (πόλις δὲ Καμπανίας) διέτριβε τὰ πλεῖστα καρίδας ἐσθίων πολυτελεῖς, αἳ γίνονται αὐτόθι ὑπέρ γε τὰς ἐν Σμύρνῃ μέγισται καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ἀστακούς. ἀκούσας οὖν καὶ κατὰ Λιβύην γίνεσθαι ὑπερμεγέθεις ἐξέπλευσεν οὐδ’ ἀναμείνας μίαν ἡμέραν. καὶ πολλὰ κακοπαθήσας κατὰ τὸν πλοῦν ὡς πλησίον ἧκε τῶν τόπων πρὶν ἐξορμῆσαι τῆς νεὼς (πολλὴ δ’ ἐγεγόνει παρὰ Λίβυσι φήμη τῆς ἀφίξεως αὐτοῦ), προσπλεύσαντες ἁλιεῖς προσήνεγκαν αὐτῷ τὰς καλλίστας καρίδας. ὃ δ’ ἰδὼν ἐπύθετο εἰ μείζους ἔχουσιν· εἰπόντων δὲ μὴ γίνεσθαι ὧν ἤνεγκαν, ὑπομνησθεὶς τῶν ἐν Μιντούρναις ἐκέλευσε τῷ κυβερνήτῃ τὴν
Ἀριστόξενος δ’ ὁ Κυρηναῖος φιλόσοφος, ὁ ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ’ οὗ καὶ κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ.
Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδὸν Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα· καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης (μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης) μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας. ὁ γοῦν παρ’ Εὔφρονι τῷ κωμικῷ μάγειρός φησιν (IV 494 M)·
- ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου,
- ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα
- ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
- ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου
- παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν.
- Β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; Α. θήλειαν λαβὼν
- γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρὰ
- τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος,
- ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
v.1.p.16- δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω
- κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
- περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
- καὶ Νικομήδης γογγυλίδα μασώμενος
- ἀφύης τοτ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον.
- οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
- ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.
ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος ὁ Πάριος ποιητὴς (fr. 78 B) ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δ’ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι· τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ (I 109 K)·
κοινὰ γὰρ τὰ τῶν φίλων.
- ‘πῶς ἂν σύγ᾽ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου
- φιλόδωρος ἂν εἴης;
- ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον·
Ἀρχίλοχος φησίν (fr. 718 B4).
- .... πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
- οὔτε τῖμον εἰσενέγκας οὔτε ....,
- οὐδὲ μὲν κληθεὶς .... ἦλθες, οἷα δὴ φίλος·
- ἀλλά σ’ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
- εἰς ἀναιδείην,
Ἄμφις φησὶν ὁ κωμικός (II 248 K). Χρύσιππος δέ φησιν·
- Εὔβουλος ὁ κωμικός φησί που (II 206 K)·
v.1.p.17- εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
- ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
- ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι,
- μεγάλους ..... μᾶλλον δὲ τρεῖς.
- ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρός τινος,
- εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν
- εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ,
- ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
- μετρεῖν ἀνέχοντος, μακροτέρας δ’ οὔσης ἔτι
- πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς·
- ἔπειτα φάναι μικρὸν ὀψιαίτερον
- δι’ ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ. —
- ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
- τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν,
Ἀντιφάνης δέ φησι (II 117 K)·
- ἀσύμβολον κώθωνα μὴ παραλίμπανε.
- κώθων δ’ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.
καὶ πάλιν·
- βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν
- τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι.
- μακάριος ὁ βίος, ᾧ δεῖ μ’ ἀεὶ καινὸν πόρον
- εὑρίσκειν, ὡς μάσημα ταῖς γνάθοις ἔχω.
v.1.p.18
ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι.
Ἀντιφάνης (II 128 K)·
- ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν.
- ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς.
Ἀμειψίας (I 677 K)·
- .. μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ.
περὶ τοῦ τῶν ἡρώων καθ’ Ὅμηρον βίου.
- ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπ᾽ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰσ περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. ἁπλῆν οὖν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσιν ἰδιώταις, νέοις πρεσβύταις, λέγων·
καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων· παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ’ ἐν γάμοις οὔτ’ ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους· καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλ’ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν
- παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
- σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα (Od. 7.174).
- δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας (Od. 1.141),
νώτοισι βοῶν γέραιρενIl. 7.321 ὁ Ἀγαμέμνων· καὶ Νέστορι δ’ ἤδη ὄντι γηραιῷ (Od. 3.33) καὶ Φοίνικι δὲ (Il. 9.215) κρέας ὀπτὸν δίδωσι, ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου
Od. 4.64
- νῶτα βοὸς παρέθηκεν
- ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν
- αὐτῷ
καὶ τὰ ἑξῆς· ὁσιωτέρα γὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας καὶ τά, ὡς ὁ Μένανδρός φησιν (IV 206 M), ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς, οὗ ἡ κατασκευὴ περιεργοτέρα.
- ἀλλ’ ἄγ᾽, ὃ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω
Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα· Il. 24.262
Φιλόχορος δὲ ἱστορεῖ (FHG I 394) καὶ κεκωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως.
- ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων (Il. 9.360) καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλάς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων
ὄγχνη γάρ, φησίν, ἐπ’ ὄγχνῃOd. 7.120 καὶ τὰ ἑξῆς. ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους. καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν νέκταρ καὶ ἀμβροσίαν. καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ’ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιρεῖ τὰς πλησμονάς,
καὶ τὴν ἐπιθυμίαν πληρώσαντες οἳ μὲν ἐξώρμων ἐπὶ μελέτην ἀθλητικὴν δίσκοισι τερπόμενοι καὶ αἰγανέαις (Od. 4.626), τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἳ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο (Od. 1.150)·
διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν τὸν σοφώτατον Νέστορα πεποίηκε (Il. 11.639) Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς
τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν· Od. 2.340
- ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.
- ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως ἁπτομένας. ἀρχαῖον δὲ τοῦτο ἔθος· λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν.
τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον (Od. 22.295)· τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται. Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει. καὶ Ἀντίνοος δ’ ὁ λέγων πρὸς Ὀδυσσέα
οἶνός σε τρώει μελιηδήςOd. 22.293 αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ στασιάζοντας· ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων (Il. 20.84) ὑπομείναντα τὴν Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ (Il. 9.119)·
εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ. (οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης ὁ Ἰσοκράτους μαθητής). καὶ ὁ Ἀχιλλεὺς δ’ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν (Il. 1.225)· ‘οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων.’
- ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας
- ἢ οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί,
ταῦτ’ εἶπε τὸ Θετταλὸν σόφισμα ἤτοι ὁ ἐκ Θετταλίας σοφιστής· παίζει δ’ ἴσως πρὸς τὴν παροιμίαν ὁ Ἀθήναιος.
ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ’ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι, ὃ λέγει ἄριστον· οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ (Od. 16.2)· ‘Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ᾽ ἄριστον κειαμένω πῦρ,’ καὶ ἅπαξ ἐν Ἰλιάδι· Il. 24.124
λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης (II 126 K)·
- ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον.
εἶτ’ ἐπάγει·
- ἄριστον ἐν ὅσῳ .... ὁ μάγειρος ποιεῖ,
καὶ Κάνθαρος (I 766 K)·
- συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;
Ἀριστομένης (I 693 K)·
- οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. Β. μηδαμῶς·
- Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
Φιλήμων δέ φησιν ὅτι τροφαῖς δʹ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ’ ἄριστον ...... δορπηστόν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ’ ἡ τάξις καὶ παρ’ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων (fr. 176 N)·
- ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν,
- ἄρτου δὶς ἢ τρὶς ἀποδακών.
τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηται (Od. 17.599)· ‘σὺ δ᾽ ἔρχεο δειελιήσας’, ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ τοῦ ὑφ’ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινόν, ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη (Il. 8.53. 54)· ‘οἳ δ’ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.’ μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.
- καὶ ταξιάρχας καὶ στρατάρχας καὶ ἑκατοντάρχας
- ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα
- ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα.
εὐωχοῦνται δὲ παρ’ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ’ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα (Od. 1.138). οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικόν· δύναται
ἀναγνωστέον οὖν οὕτω·
- ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
ἢ τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ’ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ‘ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς
- ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
Ἀντιφάνης φησί (II 124 K).
- οὐδ’ ἧψεν κρέα
- οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.
- οὕτω σφόδρ’ ἦν ἀρχαῖος,’
καὶ τῶν κρεῶν δὲ μοῖραι ἐνέμοντο· ὅθεν ἐίσας φησὶ τὰς δαῖτας ἀπὸ τῆς ἰσότητος. τὰ γὰρ δεῖπνα δαῖτας ἔλεγον ἀπὸ τοῦ δατεῖσθαι, οὐ μόνον τῶν κρεῶν διανεμομένων ἀλλὰ καὶ τοῦ οἴνου (Od. 8.98)·
καί· Il. 9.225
- ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης.
ἐκ τούτων δ’ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν ἀγαθὴν λέγεσθαι. ἐπεὶ γὰρ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον ἦν, ἐπεκτείνας, φησίν, εἴρηκεν ἐίσην· ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι, οἷς δὴ οὐ παρῆν ἄφθονος τροφή, ἄρτι φαινομένης ἀθρόον ἐπ’ αὐτὴν ἰόντες βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺς ἔχοντας, καὶ μετὰ τῆς ἀκοσμίας ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ τὴν ἀτασθαλίαν, ὅτι ἐν ταῖς θαλίαις τὰ πρῶτα ἐξημάρτανον οἱ ἄνθρωποι εἰς ἀλλήλους. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ ἐκ τῆς Δήμητρος, διένεμον ἑκάστῳ ἴσην, καὶ οὕτως εἰς κόσμον ἦλθε τοῖς ἀνθρώποις τὰ δόρπα. διὸ ἄρτου τε ἐπίνοια πέμματός τε εἰς ἴσον διαμεμοιραμένου καὶ τοῖς διαπίνουσιν ἄλεισα· καὶ γὰρ ταῦτα εἰς τὸ ἴσον χωρούντων ἐγίνετο. ὥστε ἡ τροφὴ δαὶς ἐπὶ τῷ δαίεσθαι λέγεται, ὅ ἐστι διαμοιρᾶσθαι ἐπ’ ἴσης· καὶ ὁ τὰ κρέα ὀπτῶν δαιτρός, ἐπεὶ ἴσην ἑκάστῳ μοῖραν ἐδίδου. καὶ ἐπὶ μόνων ἀνθρώπων δαῖτα λέγει ὁ ποιητής, ἐπὶ δὲ θηρίων οὐκ ἔτι. ἀγνοῶν δὲ ταύτης τῆς φωνῆς τὴν δύναμιν Ζηνόδοτος ἐν τῇ κατ’ αὐτὸν ἐκδόσει γράφει · Il. 1.4
- χαῖρ᾽, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς.
τὴν τῶν γυπῶν καὶ τῶν ἄλλων οἰωνῶν τροφὴν οὕτω καλῶν, μόνου ἀνθρώπου χωροῦντος εἰσ τὸ ἴσον ἐκ τῆς πρόσθεν βίας. διὸ καὶ μόνου τούτου ἡ τροφὴ δαίς· καὶ μοῖρα τὸ ἑκάστῳ διδόμενον. οὐκ ἔφερον δὲ οἴκαδε παρ’ Ὁμήρῳ οἱ δαιτυμόνες τὰ λειπόμενα, ἀλλὰ κορεσθέντες κατέλιπον παρ᾽ οἷς ἦν ἡ δαίς· καὶ ἡ ταμία λαβοῦσα εἶχεν, ἵνα ἄν τις ἀφίκηται ξένος, ἔχοι δοῦναι αὐτῷ.
- αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
- οἰωνοῖσί τε δαῖτα,
v.1.p.28
καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι. κατὰ γοῦν τὴν Θρινακίαν οἱ Ὀδυσσέως ἑταῖροι θηρεύουσιν Od. 12.331
οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα, ἀλλ᾽ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι· ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ (Od. 12.251) τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα ἢ συγγράμματα, Καίκαλον λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον Ὀππιανὸν τὸν Κίλικα· τοσούτοις γὰρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι. καταλογάδην δὲ τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ
- ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅ τι χεῖρας ἵκοιτο
- γναμπτοῖς ἀγκίστροισιν.
ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ (Il. 16.745), ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα.