Ἐκλογὴ περὶ τῶν ἀδυνάτων

Plutarch

Plutarch. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄμμον θαλάσσης κοφίνῳ ζητεῖς μετρεῖν,

Ἐλαίῳ πῦρ σβεννύεις.

Αἰγιαλῷ λαλεῖς.

Λίθῳ διαλέγου.

Ἄνεα πτερῶν ζητεῖς ἵπτασθαι.

Φαλακρῷ κτένας δανείζεις.

Τυφλῷ κάτοπτρον χαρίξῃ·

Ἠπειρώτῃ δίκτυα δίδως.

Πρὸς κωφοῖς ἀποπέρδεις.

Ἄνεμον διώκεις.

Παρὰ δικτύοις ὕδωρ κομίζεις.

Ἵππος εἰς λεῖον πεδίον.

Ἀετὸς εἰς θήραν.

Ξυρὸς εἰς ἀκόνην.

Σφαῖρα κατὰ πρανοῦς.

Πῦρ εἰς ἀκάνθας.

Σπόγγος εἰς ὕδωρ.

Ὄρνιθος γάλα ζητεῖς.

Φακοῦ γωνίαν κάμπτεις.

Ὠὸν τίλλεις.