Adversus Coloten
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν. εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλʼ ἕτερον· οὐδʼ εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ἕτερον μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ· καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν· ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας --- εἰ μὲν γὰρ ταὐτόν ἐστι τάνθρώπῳ τάγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ σιτίου καὶ φαρμάκου τἀγαθὸν, καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; εἰ δʼ ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν. εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων, τῶν ἐν ὑποκειμένῳ καὶ
καθʼ ὑποκειμένου λεγομένων μηδεμίαν ἀπολιπὼν συμπλοκὴν πρὸς τὸ ὑποκείμενου, ἀλλʼ ἕκαστον αὐτῶν, εἰ μὴ κομιδῇ ταὐτὸν ᾧ συμβέβηκε λέγεται, μηδʼ ὡς συμβεβηκὸς οἰόμενος δεῖν περὶ αὐτοῦ λέγεσθαι, φωναῖς τισι δυσκολαίνων καὶ πρὸς τὴν συνήθειαν ἐνιστάμενος, οὐ τὸν βίον ἀναιρῶν οὐδὲ τὰ πράγματα δῆλός ἐστι.γενόμενος δʼ οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν τρέπεται πρὸς τοὺς καθʼ ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα· καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπʼ ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν· ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπʼ αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς; τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις· ἀλλʼ ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες, εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν εἶτα κωμῳδῶν οὗτοι φησὶν ἄνθρωπον εἶναι καὶ
ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι πρῶτον αὐτοῖς, ὥσπερ οἱ συκοφάνται, κακούργως χρώμενος τοῖς ὀνόμασιν. ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γιγνόμενον γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνέργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος· εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι, καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων τὸ μέλι, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπʼ οἴνου καὶ πρὸς ἣλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας.ὁ δὲ Κωλώτης; ἔοικε ταὐτὸ πάσχειν τοῖς νεωστὶ γράμματα μανθάνουσι τῶν παίδων, οἳ τοὺς χαρακτῆρας ἐν τοῖς πυξίοις ἐθιζόμενοι λέγειν, ὅταν
ἔξω γεγραμμένους ἐν ἑτέροις ἴδωσιν, ἀμφιγνοοῦσι καὶ ταράττονται καὶ γὰρ οὗτος, οὓς ἐν τοῖς Ἐπικούρου γράμμασιν ἀσπάζεται καὶ ἀγαπᾷ λόγους, οὐ συνίησιν οὐδὲ γιγνώσκει λεγομένους ὑφʼ ἑτέρων. οἱ γάρ, εἰδώλου προσπίπτοντος ἡμῖν περιφεροῦς ἑτέρου δὲ κεκλασμένου, τὴν μὲν αἴσθησιν ἀληθῶς τυποῦσθαι λέγοντες, προσαποφαίνεσθαι δʼ οὐκ ἐῶντες ὅτι στρογγύλος ὁ πύργος ἐστὶν ἡ δὲ κώπη κέκλασται, τὰ πάθη τὰ αὑτῶν καὶ τὰ φαντάσματα βεβαιοῦσι τὰ δʼ ἐκτὸς οὕτως ἔχειν ὁμολογεῖν οὐκ ἐθέλουσιν ἀλλʼ ὡς ἐκείνοις τὸ ἱπποῦσθαι καὶ τὸ τοιχοῦσθαι λεκτέον οὐχ ἵππον οὐδὲ τοῖχον, οὕτως ἄρα τὸ στρογγυλοῦσθαι καὶ τὸ σκαληνοῦσθαι τὴν ὄψιν, οὐ σκαληνὸν οὐδὲ στρογγύλον ἀνάγκη τὴν κώπην καὶ τὸν πύργον λέγειν· τὸ γὰρ εἴδωλον, ὑφʼ οὗ πέπονθεν ἡ ὄψις, κεκλασμένον ἐστίν· ἡ κώπη δʼ ἀφʼ ἧς τὸ εἴδωλον οὔκ ἐστι κεκλασμένη. διαφορὰν οὖν τοῦ πάθους πρὸς τὸ ὑποκείμενον ἐκτὸς ἔχοντος, ἢ μένειν ἐπὶ τοῦ πάθους δεῖ τὴν πίστιν ἢ τὸ εἶναι τῷ φαίνεσθαι προσαποφαινομένην ἐλέγχεσθαι. τὸ δὲ δὴ βοᾶν αὐτοὺς καὶ ἀγανακτεῖν ὑπὲρ τῆς αἰσθήσεως, ὡς οὐ λέγουσι τὸ ἐκτὸς εἶναι θερμὸν ἀλλὰ τὸ ἐν αὐτῇ πάθος γεγονέναι τοιοῦτον· ἆρʼ οὐ ταὐτόν ἐστι τῷ λεγομένῳ περὶ τῆς; γεύσεως, ὅτι τὸ ἐκτὸς οὒ φασιν εἶναι γλυκὺ πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγονέναι τοιοῦτον; ὁ δὲ λέγων ἀνθρωποειδῆ φαντασίαν λαμβάνειν, εἰ δʼ ἄνθρωπός ἐστι μὴ αἰσθάνεσθαι, πόθεν εἴληφε τὰς ἀφορμάς; οὐ παρὰ τῶν λεγόντων καμπυλοειδῆ φαντασίαν λαμβάνειν, εἰ δὲ καμπύλον ἐστί, μὴ προσαποφαίνεσθαι τὴν ὄψιν μηδʼ ὅτι στρογγύλον, ἀλλʼ ὅτι φάντασμα περὶ αὐτὴν καὶ τύπωμα στρογγυλοειδὲς γέγονε; νὴ Δία, φήσει τις, ἀλλʼ ἐγὼ τῷ πύργῳ προσελθὼν καὶ τῆς κώπης ἁψάμενος ἀποφανοῦμαι τὴν μὲν εὐθεῖαν εἶναι τὸν δὲ πολύγωνον· ἐκεῖνος δέ, κἂν ἐγγὺς γένηται, τὸ δοκεῖν καὶ τὸ φαίνεσθαι, πλέον δʼ οὐδὲν ὁμολογήσει. ναὶ μὰ Δία σοῦ γε μᾶλλον, ὦ βέλτιστε, τὸ ἀκόλουθον ὁρῶν καὶ φυλάττων, τὸ πᾶσαν εἶναι φαντασίαν ὁμοίως ἀξιόπιστον ὑπὲρ ἑαυτῆς, ὑπὲρ ἄλλου δὲ μηδεμίαν ἀλλʼ ἐπίσης ἔχειν. σοὶ δʼ οἴχεται τὸ πάσας ὑπάρχειν ἀληθεῖς, ἄπιστον δὲ καὶ ψευδῆ μηδεμίαν, εἰ ταύταις μὲν οἴει δεῖν προσαποφαίνεσθαι περὶ τῶν ἐκτός, ἐκείναις δὲ --- τοῦ πάσχειν πλέον οὐδὲν ἐπίστευες. εἰ μὲν γὰρ ἐπίσης ἔχουσιν ἐγγύς τε γενόμεναι καὶ μακρὰν οὖσαι πρὸς πίστιν, ἢ πάσαις δίκαιόν ἐστιν ἢ μηδὲ ταύταις ἕπεσθαι τὴν προσαποφαινομένην τὸ εἶναι κρίσιν εἰ δὲ γίγνεται διαφορὰ τοῦ πάθους ἀποστᾶσι καὶ προσελθοῦσι, ψεῦδός ἐστι τὸ μήτε φαντασίαν μήτʼ αἴσθησιν σιν ἑτέρας ἑτέραν ἐναργεστέραν ὑπάρχειν καθάπερ ἃς λέγουσιν ἐπιμαρτυρήσεις καὶ ἀντιμαρτυρήσεις οὐθέν εἰσι πρὸς τὴν αἴσθησιν ἀλλὰ πρὸς τὴν δόξαν· ὥστʼ εἰ ταύταις ἑπομένους ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς κελεύουσι, τῆς δόξης κρῖμα τὸ εἶναι τῆς δʼ αἰσθήσεως πάθος τὸ φαινόμενον ποιοῦντες, ἀπὸ τοῦ πάντως ἀληθοῦς τὴν κρίσιν ἐπὶ τὸ διαπῖπτον πολλάκις μεταφέρουσιν.ἀλλὰ ταῦτα μὲν ὅσης ἐστὶ μεστὰ ταραχῆς καὶ μάχης πρὸς ἑαυτά, τί δεῖ λέγειν ἐν τῷ παρόντι; τοῦ δʼ Ἀρκεσιλάου τὸν Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν, ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος μηδὲν γὰρ αὐτὸν ἴδιον λέγοντά φησιν ὑπόληψιν ἐμποιεῖν καὶ δόξαν ἀνθρώποις ἀγραμμάτοις ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. ὁ δʼ Ἀρκεσίλαος τοσοῦτον ἀπέδει τοῦ καινοτομίας τινὰ δόξαν ἀγαπᾶν καὶ ὑποποιεῖσθαί τι τῶν παλαιῶν, ὥστʼ ἐγκαλεῖν τοὺς τότε σοφιστάς, ὅτι προστρίβεται Σωκράτει καὶ Πλάτωνι καὶ Παρμενίδῃ καὶ Ἡρακλείτῳ τὰ περὶ τῆς ἐποχῆς δόγματα καὶ τῆς ἀκαταληψίας, οὐδὲν δεομένοις, ἀλλʼ οἷον ἀναγωγὴν καὶ βεβαίωσιν αὐτῶν εἰς ἄνδρας ἐνδόξους ποιούμενος. ὑπὲρ μὲν οὖν τούτου Κωλώτῃ χάρις καὶ παντὶ τῷ τὸν Ἀκαδημαϊκὸν λόγον ἄνωθεν ἣκειν εἰς Ἀρκεσίλαον ἀποφαίνοντι. τὴν δὲ περὶ πάντων ἐποχὴν οὐδʼ οἱ πολλὰ πραγματευσάμενοι καὶ κατατείναντες εἰς τοῦτο συγγράμματα καὶ
λόγους ἐκίνησαν· ἀλλʼ ἐκ τῆς Στοᾶς αὐτῆς τελευτῶντες ὥσπερ Γοργόνα τὴν ἀπραξίαν ἐπάγοντες ἀπηγόρευσαν, ὡς πάντα πειρῶσι καὶ στρέφουσιν αὐτοῖς οὐχ ὑπήκουσεν ἡ ὁρμὴ γενέσθαι συγκατάθεσις οὐδὲ τῆς ῥοπῆς ἀρχὴν ἐδέξατο τὴν αἴσθησιν, ἀλλʼ ἐξ ἑαυτῆς ἀγωγὸς ἐπὶ τὰς πράξεις ἐφάνη, μὴ δεομένη τοῦ προστίθεσθαι. νόμιμοι γὰρ οἱ πρὸς ἐκείνους ἀγῶνές εἰσι, καὶὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις.Κωλώτῃ δʼ οἶμαι τὰ περὶ ὁρμῆς καὶ συγκαταθέσεως ὄνῳ λύρας ἀκρόασιν εἶναι. λέγεται δὲ τοῖς συνεπομένοις καὶ ἀκούουσιν, ὅτι, τριῶν περὶ τὴν ψυχὴν κινημάτων ὄντων, φανταστικοῦ καὶ ὁρμητικοῦ καὶ συγκαταθετικοῦ, τὸ μὲν φανταστικὸν οὐδὲ βουλομένοις ἀνελεῖν ἔστιν, ἀλλʼ ἀνάγκη προεντυγχάνοντας τοῖς πράγμασι τυποῦσθαι καὶ πάσχειν ὑπʼ αὐτῶν· τὸ δʼ ὁρμητικὸν ἐγειρόμενον ὑπὸ τοῦ φανταστικοῦ πρὸς τὰ οἰκεῖα πρακτικῶς κινεῖ τὸν ἄνθρωπον, οἷον ῥοπῆς ἐν τῷ ἡγεμονικῷ καὶ νεύσεως γινομένης οὐδὲ τοῦτʼ οὖν ἀναιροῦσιν οἱ περὶ πάντων ἐπέχοντες, ἀλλὰ χρῶνται τῇ ὁρμῇ φυσικῶς ἀγούσῃ πρὸς τὸ φαινόμενον οἰκεῖον. τί οὖν φεύγουσι μόνον; ᾧ μόνῳ ψεῦδος ἐμφύεται καὶ ἀπάτη, τὸ δοξάζειν καὶ προπίπτειν τὴν συγκατάθεσιν, εἶξιν οὖσαν ὑπʼ ἀσθενείας τῷ φαινομένῳ, χρήσιμον δʼ οὐδὲν ἔχουσαν. ἡ γὰρ πρᾶξις δυεῖν δεῖται, φαντασίας τοῦ οἰκείου καὶ πρὸς τὸ φανὲν οἰκεῖον ὁρμῆς, ὧν οὐδέτερον τῇ ἐποχῇ μάχεται · δόξης γὰρ οὐχ ὁρμῆς οὐδὲ φαντασίας ὁ λόγος ἀφίστησιν. ὅταν οὖν φανῇ τὸ ἡδὺ οἰκεῖον, οὐδὲν δεῖ πρὸς τὴν ἐπʼ αὐτὸ κίνησιν καὶ φορὰν δόξης, ἀλλʼ ἦλθεν εὐθὺς ἡ ὁρμή, κίνησις οὖσα καὶ φορὰ τῆς ψυχῆς.