Adversus Coloten

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.

οὐ μὴν ἀλλὰ τὸ ἐπὶ τοῦ Στίλπωνος τοιοῦτόν ἐστιν. εἰ περὶ ἵππου τὸ τρέχειν κατηγοροῦμεν, οὔ φησι ταὐτὸν εἶναι τῷ περὶ οὗ κατηγορεῖται τὸ κατηγορούμενον ἀλλʼ ἕτερον· οὐδʼ εἰ περὶ ἀνθρώπου τὸ ἀγαθὸν εἶναι, ἀλλʼ ἕτερον μὲν ἀνθρώπῳ τοῦ τί ἦν εἶναι τὸν λόγον, ἕτερον δὲ τῷ ἀγαθῷ· καὶ πάλιν τὸ ἵππον εἶναι τοῦ τρέχοντα εἶναι διαφέρειν· ἑκατέρου γὰρ ἀπαιτούμενοι τὸν λόγον οὐ τὸν αὐτὸν ἀποδίδομεν ὑπὲρ ἀμφοῖν ὅθεν ἁμαρτάνειν τοὺς ἕτερον ἑτέρου κατηγοροῦντας --- εἰ μὲν γὰρ ταὐτόν ἐστι τάνθρώπῳ τάγαθὸν καὶ τῷ ἵππῳ τὸ τρέχειν, πῶς καὶ σιτίου καὶ φαρμάκου τἀγαθὸν, καὶ νὴ Δία πάλιν λέοντος καὶ κυνὸς τὸ τρέχειν κατηγοροῦμεν; εἰ δʼ ἕτερον, οὐκ ὀρθῶς ἄνθρωπον ἀγαθὸν καὶ ἵππον τρέχειν λέγομεν. εἴπερ οὖν ἐν τούτοις ἐξαιμάξει πικρῶς ὁ Στίλπων, τῶν ἐν ὑποκειμένῳ καὶ

καθʼ ὑποκειμένου λεγομένων μηδεμίαν ἀπολιπὼν συμπλοκὴν πρὸς τὸ ὑποκείμενου, ἀλλʼ ἕκαστον αὐτῶν, εἰ μὴ κομιδῇ ταὐτὸν ᾧ συμβέβηκε λέγεται, μηδʼ ὡς συμβεβηκὸς οἰόμενος δεῖν περὶ αὐτοῦ λέγεσθαι, φωναῖς τισι δυσκολαίνων καὶ πρὸς τὴν συνήθειαν ἐνιστάμενος, οὐ τὸν βίον ἀναιρῶν οὐδὲ τὰ πράγματα δῆλός ἐστι.

γενόμενος δʼ οὖν ὁ Κωλώτης ἀπὸ τῶν παλαιῶν τρέπεται πρὸς τοὺς καθʼ ἑαυτὸν φιλοσόφους, οὐδενὸς τιθεὶς ὄνομα· καίτοι καλῶς εἶχε καὶ τούτους ἐλέγχειν ἐπʼ ὀνόματος ἢ μηδὲ τοὺς παλαιούς. ὁ δὲ τὸν Σωκράτην καὶ τὸν Πλάτωνα καὶ τὸν Παρμενίδην τοσαυτάκις θέμενος ὑπὸ τὸ γραφεῖον δῆλός ἐστιν· ἀποδειλιάσας πρὸς τοὺς ζῶντας, οὐ μετριάσας ὑπʼ αἰδοῦς, ἣν τοῖς κρείττοσιν οὐκ ἔνειμε. βούλεται δὲ προτέρους μέν, ὡς ὑπονοῶ, τοὺς Κυρηναϊκοὺς ἐλέγχειν, δευτέρους δὲ τοὺς περὶ Ἀρκεσίλαον Ἀκαδημαϊκούς. οὗτοι γὰρ ἦσαν οἱ περὶ πάντων ἐπέχοντες ἐκεῖνοι δὲ τὰ πάθη καὶ τὰς φαντασίας ἐν αὑτοῖς τιθέντες οὐκ ᾤοντο τὴν ἀπὸ τούτων πίστιν εἶναι διαρκῆ πρὸς; τὰς ὑπὲρ τῶν πραγμάτων καταβεβαιώσεις· ἀλλʼ ὥσπερ ἐν πολιορκίᾳ τῶν ἐκτὸς ἀποστάντες, εἰς τὰ πάθη κατέκλεισαν αὑτούς, τὸ φαίνεται τιθέμενοι τὸ δʼ ἐστί μηκέτι προσαποφαινόμενοι περὶ τῶν ἐκτός. διό φησιν αὐτοὺς ὁ Κωλώτης μὴ δύνασθαι ζῆν μηδὲ χρῆσθαι τοῖς πράγμασιν εἶτα κωμῳδῶν οὗτοι φησὶν ἄνθρωπον εἶναι καὶ

ἵππον καὶ τοῖχον οὐ λέγουσιν, αὑτοὺς δὲ τοιχοῦσθαι καὶ ἱπποῦσθαι καὶ ἀνθρωποῦσθαι πρῶτον αὐτοῖς, ὥσπερ οἱ συκοφάνται, κακούργως χρώμενος τοῖς ὀνόμασιν. ἕπεται μὲν γὰρ ἀμέλει καὶ ταῦτα τοῖς ἀνδράσιν ἔδει δέ, ὡς ἐκεῖνοι διδάσκουσι, δηλοῦν τὸ γιγνόμενον γλυκαίνεσθαι γὰρ λέγουσι καὶ πικραίνεσθαι καὶ ψύχεσθαι καὶ θερμαίνεσθαι καὶ φωτίζεσθαι καὶ σκοτίζεσθαι, τῶν παθῶν τούτων ἑκάστου τὴν ἐνέργειαν οἰκείαν ἐν αὑτῷ καὶ ἀπερίσπαστον ἔχοντος· εἰ δὲ γλυκὺ τὸ μέλι καὶ πικρὸς ὁ θαλλὸς καὶ ψυχρὰ ἡ χάλαζα καὶ θερμὸς ὁ ἄκρατος καὶ σκοτεινὸς ὁ τῆς νυκτὸς ἀήρ, ὑπὸ πολλῶν ἀντιμαρτυρεῖσθαι, καὶ θηρίων καὶ πραγμάτων καὶ ἀνθρώπων, τῶν μὲν δυσχεραινόντων τὸ μέλι, τῶν δὲ προσιεμένων τὴν θαλλίαν καὶ ἀποκαομένων ὑπὸ τῆς χαλάζης καὶ καταψυχομένων ὑπʼ οἴνου καὶ πρὸς ἣλιον ἀμβλυωττόντων καὶ νύκτωρ βλεπόντων. ὅθεν ἐμμένουσα τοῖς πάθεσιν ἡ δόξα διατηρεῖ τὸ ἀναμάρτητον, ἐκβαίνουσα δὲ καὶ πολυπραγμονοῦσα τῷ κρίνειν καὶ ἀποφαίνεσθαι περὶ τῶν ἐκτὸς αὑτήν τε πολλάκις ταράσσει καὶ μάχεται πρὸς ἑτέρους ἀπὸ τῶν αὐτῶν ἐναντία πάθη καὶ διαφόρους φαντασίας λαμβάνοντας.